Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Β’ - Περὶ Ἀποταγῆς Κόσμου καὶ Ἀποχῆς τῆς πρὸς Ἀνθρώπους Παῤῥησίας
Προηγούμενο: Βίος καὶ ἔργα τοῦ Ἀββᾶ Ἰσαὰκ τοῦ Σύρου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Α’ - Περὶ Ἀποταγῆς καὶ Μοναχικῆς Πολιτείας

Ὁ φόβος τοῦ Θεοῦ ἀρχὴ ἐστὶ τῆς ἀρετῆς. Λέγεται δὲ εἶναι γέννημα τῆς πίστεως καὶ σπείρεται ἐν τῇ καρδίᾳ, ὅταν ἀποχωρισθῇ ἡ διάνοια ἀπὸ τοῦ περισπασμοῦ τοῦ κόσμου, τοῦ συνάξαι τὰς νοήσεις αὐτῆς, τὰς ῥεμβομένας ἐκ τοῦ μετεωρισμοῦ, ἐν τῇ ἀδολεσχίᾳ τῆς μελλούσης ἀποκαταστάσεως. Τὸ θεῖναι θεμέλιον τῆς ἀρετῆς, οὐδὲν κρειττότερον τοῦ ἐπισχεῖν τίνα ἑαυτὸν ἐν τῇ ἀπαλλαγῇ τῶν τοῦ βίου πραγμάτων καὶ διαμεῖναι ἐν τῷ νόμῳ τοῦ φωτὸς τῶν τρίβων τῶν εὐθειῶν καὶ ἁγίων, ὧν ἐν Πνεύματι ὁ ψαλμῳδὸς ἐσήμανε καὶ ἐπωνόμασε. Μόλις εὑρίσκεται ἄνθρωπος δυνάμενος φέρειν τὴν τιμήν, τάχα δὲ οὐδὲ παντελῶς εὑρίσκεται (καὶ τοῦτο ἐκ τῆς ταχείας ὑποδοχῆς τῆς ἀλλοιώσεως, ὡς ἂν τὶς λέγῃ), οὐδὲ ἐὰν τὶς ἰσάγγελος γένηται τοῖς τρόποις.

Ἡ ἀρχὴ τῆς ὁδοῦ τῆς ζωῆς, τὸ ἀεὶ μελετῆσαι τὸν νοῦν ἐν τοῖς λόγοις τοῦ Θεοῦ καὶ ἐν πτωχείᾳ διατρίβειν. Τὸ γὰρ ἐκεῖθεν ἀρδεύεσθαι, συνεργεῖ εἰς τὴν ταύτης τελείωσιν ἤγουν τὸ ἀρδεύεσθαι ἐκ τῆς μελέτης τῶν λόγων τοῦ Θεοῦ, βοηθεῖ σοι εἰς τὴν τῆς πτωχείας κατόρθωσιν, ἡ δὲ τῆς ἀκτημοσύνης κατόρθωσις σχολὴν παρέχει σοι τοῦ κατορθῶσαι τὴν μελέτην τῶν λόγων τοῦ Θεοῦ. Ἡ δὲ βοήθεια τῶν δύο τούτων συντόμως ἀναφέρει εἰς τὴν ἀνάβασιν πάσης οἰκοδομῆς τῶν ἀρετῶν. Οὐδεὶς δύναται πλησιάσαι τῷ Θεῷ, εἰ μὴ ὁ ἀφιστῶν ἑαυτὸν ἐκ τοῦ κόσμου. Ἀπόστασιν δὲ λέγω, οὐ τὴν ἐκδημίαν τοῦ σώματος, ἀλλὰ τῶν τοῦ κόσμου πραγμάτων.

Αὕτη δὲ ἐστὶν ἡ ἀρετή, ἵνα τὶς ἐν τῇ διανοίᾳ αὐτοῦ σχολάσῃ ἀπὸ τοῦ κόσμου. Οὐ δύναται ἡ καρδία γαληνιάσαι καὶ ἀφάνταστος εἶναι, ὅσον αἱ αἰσθήσεις ἐνεργοῦσι τινά, οὐδὲ τὰ πάθη τὰ σωματικὰ καταργοῦνται, οὐδὲ οἱ πονηροὶ λογισμοὶ ἐκλείπουσιν ἄνευ τῆς ἐρήμου. Ἕως ἂν κτήσηται ἡ ψυχὴ μέθην ἐν τῇ πίστει τοῦ Θεοῦ, ἐν τῇ ὑποδοχὴ τῆς δυνάμεως τῆς αἰσθήσεως αὐτῆς, οὔτε τὴν ἀσθένειαν τῶν αἰσθήσεων θεραπεύσει, οὔτε δυνάμει δύναται πατῆσαι τὴν ὕλην τὴν ὁρατήν, ἥτις ἐστὶ φραγμὸς τῶν ἔσω, καὶ οὐκ αἰσθάνεται τοῦ αὐτεξουσίου τὸ λογικὸν γέννημα. Καὶ ὁ καρπὸς ἀμφοτέρων ὁ ἐκλινισμός. Ἄνευ τῆς πρώτης, οὐδὲ ἡ δευτέρα ὅπου δὲ ἡ δευτέρα οὐκ ὀρθοποδεῖ, ἐκεῖ ἡ τρίτῃ ὡς ἐν χαλινῷ δέδεται.

Ὅταν μὲν ἡ χάρις πληθυνθῇ ἐν ἀνθρώπῳ, τότε ἐν τῷ πόθῳ τῆς δικαιοσύνης ὁ φόβος τοῦ θανάτου εὐκαταφρόνητος αὐτῷ γίνεται καὶ αἰτίας πολλὰς εὑρίσκει τὶς ἐν τῇ ψυχῇ αὐτοῦ, ὅτι δεῖ ὑπὲρ τοῦ φόβου τοῦ Θεοῦ ὑποφέρειν τὴν θλῖψιν. Καὶ ὅσα δοκοῦντα βλάπτειν τὸ σῶμα καὶ αἰφνιδίως ἐπὶ τὴν φύσιν ἐπέρχονται καὶ ἀκολούθως εἰς τὸ παθεῖν ἐτέθησαν, ὡς οὐδὲν λογίζονται ἐν ὀφθαλμοῖς αὐτοῦ ἐν συγκρίσει τῶν ἐλπιζομένων ἀπὸ τοῦ νῦν. Καὶ οὐ δυνατὸν χωρὶς παραχωρήσεως τῶν πειρασμῶν γνῶναι ἡμᾶς τὴν ἀλήθειαν. Πληροφορίαν δὲ περὶ τούτου ἐκ τῆς διανοίας ἀκριβῶς εὑρίσκει καὶ ὅτι πρόνοιαν πολλὴν ἔχει ὁ Θεὸς ἔπι τὸν ἄνθρωπον καὶ οὐκ ἐστὶν ἄνθρωπος, μὴ ὧν ὑπὸ τὴν πρόνοιαν αὐτοῦ, καὶ μάλιστα ἐπὶ τοὺς ἐξελθόντας ζητῆσαι αὐτὸν καὶ βαστάζοντας τὰ πάθη ὑπὲρ αὐτοῦ, δακτυλοειδώς θεωρεῖ λαμπρῶς.

Ὅταν δὲ ἡ στέρησις τῆς χάριτος πληθυνθῇ ἐν ἀνθρώπῳ, τότε πάντα τὰ ῥηθέντα ἐναντία εὑρίσκονται πλησίον καὶ ἡ γνῶσις μείζων τῆς πίστεως διὰ τὴν ἐξέτασιν καὶ ἡ πεποίθησις τοῦ Θεοῦ οὐκ ἐν παντὶ πράγματι ἐπιτυγχάνει καὶ οὕτως οὐδὲ ἡ πρόνοια τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον νομίζεται, ἀλλὰ ὑπὸ τῶν ἐνεδρευόντων τοῦ ἐν σκοτομήνῃ κατατοξεῦσαι αὐτῶν τὰ βέλη ἐνδελεχῶς ἐνεδρεύεται ἐν τούτοις ὁ τοιοῦτος.

Ἀρχὴ τῆς ἀληθινῆς ζωῆς τοῦ ἀνθρώπου, ὁ φόβος τοῦ Θεοῦ, καὶ οὗτος σὺν τῷ μετεωρισμῷ τίνων ἐν τῇ ψυχὴ διαμεῖναι οὐ πείθεται. Διασκεδάζεται γὰρ ἡ καρδία ἐκ τῆς ἡδονῆς τοῦ Θεοῦ ἐν τῇ διακονίᾳ τῶν αἰσθήσεων. Δέδενται γάρ, φησίν, αἱ ἔσω ἔννοιαι ἐν τῇ αἰσθήσει αὐτῶν ἐν τοῖς αἰσθητηρίοις τοῖς διακονοῦσιν αὐταῖς. Δισταγμὸς καρδίας ἐπεισάγει τῇ ψυχῇ δειλίαν, ἡ δὲ πίστις καὶ ἐν τῇ ἐκκοπῇ τῶν μελῶν δύναται κρατύναι τὴν προαίρεσιν. Ἐν ὅσῳ ὁ πόθος τῆς σαρκὸς ὑπερισχύει ἐν σοί, εὔθραυστος καὶ ἀπτόητος οὐ δυνήσῃ γενέσθαι ἐκ τῶν πολλῶν ἐναντιωμάτων τῶν διαμενόντων πλησίον τοῦ ποθούμενου.

Ὁ ἐφιέμενος τῆς τιμῆς, οὐ δύναται στερηθῆναι τῶν αἰτιῶν τῆς λύπης. Οὐδεὶς ἐστὶν ἄνθρωπος ἐν τῇ ἀλλοιώσει τῶν πραγμάτων, ὅστις οὐ κτᾶται ἐν τῇ διανοίᾳ αὐτοῦ ἀλλοίωσιν πρὸς τὸ προκείμενον πρᾶγμα. Ἐὰν ἡ ἐπιθυμία, φησί, γέννημα τῶν αἰσθήσεων ὑπάρχῃ, σιωπησάτωσαν λοιπὸν οἱ μετὰ περισπασμοῦ τὴν εἰρήνην τῆς διανοίας φυλάττειν ὁμολογοῦντες.

Σώφρων ἐστίν, ὅστις οὐκ ἐν τῷ κόπῳ καὶ τῷ καιρῷ τῆς πάλης καὶ τοῦ ἀγῶνος λέγει, ὅτι παύονται ἐξ αὐτοῦ οἱ αἰσχροὶ λογισμοί, ἀλλ’ ὃς τῇ ἀληθείᾳ τῆς καρδίας αὐτοῦ σωφρονίζει τὴν θεωρίαν τῆς διανοίας αὐτοῦ, τοῦ μὴ ἀτενίσαι ἀναιδῶς τοῖς ἀκολάστοις λογισμοῖς. Καὶ ὅτε ἡ σεμνότης τῆς συνειδήσεως αὐτοῦ μαρτυρεῖ ἐκ τῆς θέας τῶν ὀφθαλμῶν αὐτοῦ τὸ πιστόν, ἡ αἰδὼς ὥσπερ καταπέτασμα ἐστὶ κρεμάμενη ἐν τῷ κρυπτῷ χώρῳ τῶν λογισμῶν. Καὶ ὁ σώφρων παρθένος γίνεται, καὶ ἡ ἁγνεία αὐτοῦ τηρούμενη ἐν πίστει τῷ Χριστῷ.

Οὐκ ἐστὶ τι οὕτως ἱκανὸν πρὸς ἀποτροπὴν τῶν προλήψεων τῆς ἀκολασίας ἐκ τῆς ψυχῆς καὶ ἀποδιώκειν τὰς κινουμένας μνήμας τὰς ἐπανισταμένας ἐν τῇ σαρκὶ καὶ ποιούσας ταραχώδη φλόγα, ὡς τὸ βαπτισθῆναι ἐν τῷ ποθῶ τῆς μαθήσεως καὶ καταδιώκειν ὀπίσω τοῦ βάθους τῶν νοημάτων τῆς θείας Γραφῆς. Ὅτε οἱ λογισμοὶ καταβαπτισθώσι τῇ ἡδονῇ τῆς καταδιώξεως ὀπίσω τῆς σοφίας τῆς τεθησαυρισμένης ἐν τοῖς λόγοις, ἐν τῇ δυνάμει ἐν ἡ ἀπομάσσεται ἐξ αὐτῶν τὴν φανέρωσιν, καταλιμπάνει ὀπίσω τοῦ νώτου αὐτοῦ ὁ ἄνθρωπος τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ λανθάνει καὶ πάσας τὰς μνήμας, τὰς ἐνεργούσας εἰκόνας τῆς σωματώσεως τοῦ κόσμου, ἐξαλείφει ἐκ τῆς ψυχῆς καὶ πολλάκις καὶ ἐκ τῆς χρείας τῶν ἐξ ἔθους λογισμῶν, τῶν ἐπισκεπτόντων τὴν φύσιν. Καὶ αὕτη ἡ ψυχὴ ἐν ἐκστάσει διαμένει ἐν ταῖς καιναῖς ἀπαντήσεσι, ταῖς ἐκ τῆς θαλάσσης τῶν μυστηρίων τῶν Γραφῶν.

Καὶ πάλιν ἐὰν ὁ νοῦς νήχηται ἐπὶ τὴν ἐπιβολὴν τῶν ὑδάτων, ἤτοι τῆς θαλάσσης τῶν θείων Γραφῶν, καὶ μὴ δυνηθῇ εἰς ὅλον τὸ βάθος βυθίσαι τὰ νοήματα αὐτοῦ, τοῦ κατανοῆσαι ὅλους τοὺς θησαυροὺς τοὺς ἐν τῷ βυθῷ αὐτῆς, ἀρκετὸν αὐτῷ αὕτη ἡ μελέτη ἐν τῷ πόθῳ αὐτῆς, τοῦ ἐμποδίσαι αὐτοὺς μὴ δραμεῖν πρὸς τὴν φύσιν τοῦ σώματος, καθὼς τὶς τῶν θεοφόρων ἔφησε. Διότι ἡ ἀρδία χαύνη ἐστὶ καὶ οὐ δύναται ὑποφέρειν τὰς κακίας τὰς ἀπαντώσας ἀπὸ τῶν ἔξω καὶ τῶν ἔσω πολέμων. Καὶ οἴδατε, ὅτι ὁ κακὸς λογισμὸς βαρὺς ἐστί, καὶ ἐὰν ἡ καρδία μὴ ἀσχοληθῇ ἐν τῇ γνώσει, οὐ δύναται ὑπομεῖναι τὴν ταραχὴν τῆς ὁρμῆς τοῦ σώματος.

Καὶ καθάπερ τὸ βάρος τοῦ σταθμοῦ τῇ ὀξύτητι τῆς ῥοπῆς τοῦ ζυγοῦ πρὸς τὴν ταραχὴν τῶν ἀνέμων, οὕτως ἡ αἰδὼς καὶ ὁ φόβος τῇ ῥοπῇ τῆς διανοίας. Καὶ κατὰ τὴν ἀναλογίαν τῆς λείψεως τοῦ φόβου καὶ τῆς αἰδοῦς αἰτία γίνεται τῷ νοῖ ῥέμβεσθαι ἀεὶ καὶ ἐνταῦθα ὥσπερ τὸ αὐτεξούσιον κατὰ τὴν ἀναλογίαν τῆς ἀποστάσεως τὸν φόβον ἐκ τῆς ψυχῆς, ταράσσεται ὁ ζυγὸς τῆς διανοίας ὧδε κἀκεῖσε. Λοιπόν, ὥσπερ αἱ πλάστιγγες τοῦ ζυγοῦ, ὑπὸ τοῦ βαρυτάτου σταθμίου βαρυνθεῖσαι, οὐκ εὐχερῶς ὑπὸ τῆς τοῦ πνεύματος πνεύσεως ὁ ζυγὸς σαλεύεται, οὕτω καὶ ἡ διάνοια, βαρυνθεῖσα ὑπὸ τοῦ φόβου τοῦ Θεοῦ καὶ τῆς αἰδοῦς, οὐ ῥᾳδίως τρέπεται ὑπὸ τῶν σαλευόντων αὐτήν. Καὶ καθ’ ὅσον ἡ λείψις τοῦ φόβου ἐν τῇ διανοίᾳ γένηται, κατὰ τοσοῦτον κυριεύεται ὑπὸ τῆς τροπῆς καὶ τῆς ἀλλοιώσεως. Σοφίσθητι τοῦ εἶναι θεμέλιον ἐν τῇ ὁδοιπορία σου τὸν φόβον τοῦ Θεοῦ, καὶ ἐν ὀλίγαις ἡμέραις ἀποκαθίστασαι ἐν τῇ πύλη τῆς βασιλείας χωρὶς κυκλεύσεως ὁδοῦ.

Ἐν πᾶσι τοῖς συναντῶσι σοὶ ἐν ταῖς Γραφαῖς ἀνάκρινον τὸν σκοπὸν τοῦ λόγου, τοῦ βαθῦναι σεαυτὸν καὶ κατανοῆσαι ἐν μεγάλῃ διαγνώσει τὸ βάθος τῶν νοημάτων τῶν ἅγιων. Οἱ ἐκ τῆς θείας χάριτος ἐν τῇ πολιτείᾳ αὐτῶν ὁδηγούμενοι τοῦ φωτισθῆναι, ἀεὶ αἰσθάνονται ὡς ἀκτῖνος τίνος νοητῆς διαπορευομένης ἐν μέσῳ τῶν στίχων τῶν γεγραμμένων καὶ διακρινούσης ἔμπροσθεν τῆς διανοίας τῶν ψιλῶν λόγων ἐκ τῶν πραγμάτων τῶν λεγομένων ἐν μεγάλη διανοίᾳ τῇ ψυχικὴ συνέσει.

Ἄνθρωπος ἀναγινώσκων ἐν μεγάλοις στίχοις ψιλῶς, ψιλοῦται καὶ ἡ καρδία αὐτοῦ καὶ σβέννυται ἐκ τῆς ἁγίας δυνάμεως τῆς παρεχούσης τῇ καρδίᾳ γλυκυτάτην γεῦσιν ἐν κατανοήσει ψυχῆς θαυμαστή. Ἕκαστόν τι πρὸς τὸ συγγενὲς αὐτοῦ τρέχειν εἴωθε. Καὶ ψυχή, ἔχουσα μέρος Πνεύματος, ὅταν ἀκούσῃ ῥήματος τοῦ ἔχοντος ἐγκεκρυμμένην ἐν ἑαυτῷ δύναμιν πνευματικήν, διαπύρως ἕλκει τὴν ὑπόθεσιν αὐτοῦ. Οὐ πάντα ἄνθρωπον ἐξυπνίζει εἰς τὸ θαυμάζειν πρᾶγμα πνευματικῶς λεγόμενον καὶ ἔχον ἐν ἑαυτῷ ἐγκεκρυμμένην δύναμιν μεγάλην. Ὁ λόγος ὁ περὶ ἀρετῆς χρῄζει καρδίας σχολαζούσης ἀπὸ τῆς γῆς καὶ τῆς ὁμιλίας αὐτῆς. Ἀνθρώπου δέ, οὗτινος ἡ διάνοια μοχθεῖ ἐν τῇ φροντίδι τῶν παρερχομένων, τὰ τῆς ἀρετῆς πράγματα οὐκ ἐξυπνίζουσι τὸν λογισμὸν αὐτοῦ πρὸς πόθον καὶ ζήτησιν τῆς κτήσεως αὐτῶν. Ἡ λύσις ἡ ἐκ τῆς ὕλης προτερεύει τῇ γενέσει αὐτῆς τοῦ πρὸς Θεὸν δεσμοῦ, εἰ καὶ πολλάκις ἐν τῇ οἰκονομίᾳ τῆς χάριτος εὑρίσκεται προλαμβάνων οὗτος ἐκείνης ἐν τισίν, ὡς πόθος καλύπτει πόθον. Ἡ τάξις τοῦ ἔθους τῆς οἰκονομίας ἄλλη ἐστὶ παρὰ τὴν τάξιν τὴν κοινότητος τῶν ἀνθρώπων. Σὺ δὲ τὴν κοινὴν τάξιν φύλαξον. Ἐὰν δὲ προλάβῃ ἐν σοὶ ἡ χάρις, αὐτῆς ἐστὶ τοῦτο εἰ δὲ μή, ἐν τῇ ὁδῷ τῶν πάντων ἀνθρώπων, ἐν ἡ ὥδευσαν κατὰ τὴν ἀναλογίαν τῆς διαδοχῆς, ἀνάβηθι εἰς τὴν ἀνάβασιν τοῦ πνευματικοῦ πύργου.

Ἕκαστον τὶ ἐνεργούμενον ἐν τῇ θεωρίᾳ καὶ πληρούμενον δι’ ἐντολῆς τῆς ὑπὲρ αὐτοῦ, ἀθεώρητόν ἐστιν ὅλον τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Καὶ ἕκαστον τι ἐν τῇ πράξει ἐνεργούμενον, σύνθετον ἐστίν, ὅτι ἡ ἐντολὴ ἡ μία μόνῃ, ἤγουν ἡ πρᾶξις, τῶν ἀμφοτέρων δεῖται, τῆς θεωρίας καὶ τῆς πράξεως, ἕνεκα τῶν σωματικῶν καὶ τῶν ἀσωμάτων. Ἡ σύνθεσις γὰρ τῶν ἑκατέρων μία ἐστί. Τὰ ἔργα τὰ φροντίζοντα τῆς καθαρότητος οὐκ ἀναχαιτίζουσι τὴν αἴσθησιν τῆς μνήμης τῶν παρελθόντων ἐγκλημάτων, ἀλλὰ τὴν λύπην τῆς μνήμης ἐκ τῆς διανοίας λαμβάνουσι, καὶ γίνεται ἀπὸ τοῦ νῦν ἡ τῆς μνήμης διάβασις ἐν τῇ διανοίᾳ ἐπωφελῶς. Πλεονεκτεῖ ἡ πλεονεξία τῆς ψυχῆς ἐν τῇ κτήσει τῆς ἀρετῆς τὸ μέρος τῆς ὁρατῆς ἐπιθυμίας τοῦ ὁμοζύγου σώματος. Πᾶν πρᾶγμα τὸ μέτρον κοσμεῖ. Χωρὶς γὰρ μέτρου, καὶ τὰ νομιζόμενα καλὰ εἶναι, εἰς βλάβην μεθίστανται.

Θέλεις κοινωνῆσαι τῷ Θεῷ ἐν τῷ νοΐ σοῦ ἐν τῇ λήψει τῆς αἰσθήσεως ἐκείνης τῆς ἡδονῆς, τῆς μὴ καταδεδουλωμένης ταῖς αἰσθήσεσιν; Ἀκολούθησον τῇ ἐλεημοσύνῃ, ἥτις, ὅταν εὑρέθη ἔνδον σοῦ, εἰκονίζεται ἐν σοὶ ἐκεῖνο τὸ κάλλος τὸ ἅγιον, ἐν ᾧ ὡμοιώθης. Τὸ καθολικὸν τοῦ πράγματος τῆς ἐλεημοσύνης, ἐν οὐ καιρῷ τινι μεσιτευομένῳ πρὸς τὴν ἑνότητα τῆς δόξης τῆς λαμπρότητος, τῆς θεότητος κοινωνίαν ἐμποιεῖ τῇ ψυχῇ.

Ἡ ἕνωσις ἡ πνευματικὴ ἐστὶ μνήμη ἀσφράγιστος, ἥτις ἐν διαπύρῳ πόθῳ ἀδιαστάτως ἐν τῇ καρδίᾳ πυρσεύεται, ἐκ τῆς διαμονῆς τῆς πρὸς τὰς ἐντολὰς δύναμιν λαμβάνουσα πρὸς τὸν δεσμόν, οὐ καταχρηστικῶς, οὐδὲ φυσικῶς. Ἐκεῖ γὰρ εὑρίσκει ὕλην τῇ ψυχικῇ θεωρίᾳ ἐπιστηριχθῆναι ὕπ’ αὐτὴν ὑποστατικῶς. Διὰ τοῦτο ἔρχεται εἰς ἔκπληξιν ἡ καρδία τοῦ καμμύσαι τὰς δίπλας αἰσθήσεις αὐτῆς, τὰς σαρκικὰς καὶ τὰς ψυχικάς. Οὐκ ἐστὶν ἄλλη τρίβος πρὸς τὴν πνευματικὴν ἀγάπην, ἥτις εἰκονίζει τὴν ἀόρατον εἰκόνα, ἐὰν μὴ πρῶτον ἄρξηταί τις τοῦ οἰκτειρῆσαι, καθὼς εἴρηκεν ὁ Κύριος ἡμῶν, πρὸς τὴν τελειότητα τοῦ Πατρός. Καὶ γὰρ οὕτως ἐνετείλατο τοῖς ὑπακούουσιν αὐτῷ, τοῦ θεῖναι τοῦτο θεμέλιον.

Ἄλλος ἐστὶν ὁ λόγος τῆς πράξεως, καὶ ἄλλος ὁ καλὸς λόγος. Καὶ χωρὶς πείρας τῶν πραγμάτων, οἶδεν ἡ σοφία κοσμῆσαι τοὺς λόγους αὐτῆς καὶ τοῦ λαλῆσαι ἀλήθειαν μὴ γινώσκουσα αὐτὴν καὶ τοῦ φανερῶσαι περὶ τῆς ἀρετῆς, καὶ αὐτὸς μηδέποτε λαβὼν πεῖραν τοῦ ἔργου αὐτῆς. Ὁ λόγος ὁ ἐκ τῆς πράξεως, ταμεῖον τῆς ἐλπίδος, καὶ ἡ ἄπρακτος σοφία, παραθήκη αἰσχύνης.

Ὥσπερ τεχνίτης ἐστὶ ζωγραφῶν τὸ ὕδωρ ἐν τοῖς τοίχοις καὶ οὐ δύναται τὸ ὕδωρ ἐκεῖνο τὴν δίψαν αὐτοῦ ἀναψύξαι, καὶ ὥσπερ ἄνθρωπος θεωρῶν ἐνύπνια καλά, οὕτω καὶ ὁ ἄπρακτος λόγος. Ὁ ἐκ τῆς πείρας τοῦ ἔργου αὐτοῦ λάλων περὶ ἀρετῆς, μεταδίδωσι τῷ ἀκούοντι αὐτοῦ, ὥσπερ τὶς μεταδίδωσιν ἐκ τοῦ χρήματος τῆς πραγματείας αὐτοῦ, καὶ ὥσπερ ἐκ τῶν κτημάτων αὐτοῦ σπείρει τὴν διδασκαλίαν εἰς τὰ ὦτα τῶν ἐνωτιζόντων αὐτὸν καὶ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν παῤῥησίᾳ μετὰ τῶν πνευματικῶν αὐτοῦ τέκνων, καθὼς ὁ γηραιὸς Ἰακὼβ τῷ σώφρονι Ἰωσὴφ ἔφη «Ἰδού, δέδωκά σοὶ ἐν μέρος περισσότερον τῶν ἀδελφῶν σοῦ, ὅπερ ἔλαβον ἐκ τῶν Ἀμοῤῥαίων τῷ ξίφει μου καὶ τῷ τόξῳ μου».

Ἑκάστῳ ἀνθρώπῳ, ἔχοντι πολιτείαν μεμολυσμένην, ἡ πρόσκαιρος ζωὴ ποθεινὴ αὐτῷ ἐστὶ καὶ τῷ τούτου δευτέρῳ, τῷ ἐστερημένῳ γνώσεως. Καλῶς εἴρηκέ τις, ὅτι ὁ φόβος τοῦ θανάτου λυπεῖ ἄνδρα καταγινωσκόμενον ὑπὸ τῆς συνειδήσεως αὐτοῦ, ὁ δὲ ἔχων μαρτυρίαν ἀγαθὴν ἐν ἑαυτῷ, οὗτος ἐφίεται τοῦ θανάτου ὥσπερ ζωῆς. Μὴ ψήφισης τινὰ σοφὸν ἀληθινόν, τὸν ὑπὲρ ταύτης τῆς ζωῆς τῇ δειλίᾳ καὶ τῷ φόβῳ καταδουλούντα αὐτοῦ τὴν διάνοιαν. Ὅλα τὰ ἀγαθὰ καὶ τὰ κακά, τὰ συμβαίνοντα τῇ σαρκί, ἐνύπνια λογίζου εἶναι οὐ ἐν τῷ θανάτῳ γὰρ μόνῳ ἔχεις λυθῆναι ἐξ αὐτῶν, ἀλλὰ πολλάκις πρὸ τοῦ θανάτου καταλιμπάνουσι σε καὶ ἀπέρχονται. Ἐὰν δὲ τίνα ἐξ αὐτῶν ἔχωσί τινα κοινωνίαν ἐν τῇ ψυχῇ σου, αὐτὰ νόμιζε ἔχειν κτήματα σου εἰς τὸν αἰῶνα τοῦτον καὶ εἰς τὸν μέλλοντα μετὰ σοῦ ὑπάγουσι. Καὶ ἐὰν ὦσι καλά, εὐφραίνου καὶ εὐχαρίστησον τῷ Θεῷ ἐν τῇ διανοίᾳ σοῦ, ἐὰν δὲ ὦσι κακά, ἕσο περίλυπος καὶ στέναξον καὶ ζήτησον τὴν ἀπαλλαγὴν ἐξ αὐτῶν, ἐν ὅσῳ εἶ ἐν τῷ σώματι. Ἕκαστον ἀγαθὸν ἐνεργούμενον ἐν σοὶ νοητῶς καὶ ἐν τῷ κρύπτω, ἔχε αὐτὸ ἀκριβῶς. Ὅτι τὸ βάπτισμα καὶ ἡ πίστις γεγόνασι σοὶ μεσῖται πρὸς αὐτό, ἐν οἷς ἐκλήθης ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρίστου εἰς τὰ ἀγαθὰ ἔργα αὐτοῦ,σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι.

ᾯ ἡ δόξα καὶ τιμὴ καὶ εὐχαριστία καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Β’ - Περὶ Ἀποταγῆς Κόσμου καὶ Ἀποχῆς τῆς πρὸς Ἀνθρώπους Παῤῥησίας
Προηγούμενο: Βίος καὶ ἔργα τοῦ Ἀββᾶ Ἰσαὰκ τοῦ Σύρου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος