Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Γ’ - Περὶ Ἀναχωρήσεως καὶ ὅτι οὐ δεῖ δειλίαν καὶ φοβεῖσθαι, ἀλλὰ στηρίζεσθαι τὴν καρδίαν τῇ εἰς Θεὸν πεποιθήσει καὶ θαῤῥεῖν τῇ ἀδιστάκτῳ πίστει ὡς ἔχοντας φρουρὸν καὶ φύλακα τὸν Θεὸν
Προηγούμενο: ΛΟΓΟΣ Α’ - Περὶ Ἀποταγῆς καὶ Μοναχικῆς Πολιτείας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Β’ - Περὶ Ἀποταγῆς Κόσμου καὶ Ἀποχῆς τῆς πρὸς Ἀνθρώπους Παῤῥησίας

Ὅταν ἀγαπήσωμεν φυγεῖν ἐκ τοῦ κόσμου καὶ ξένοι τῶν κοσμικῶν γενέσθαι, οὐδὲν οὕτως ἡμᾶς χωρίζει ἐκ τοῦ κόσμου, οὐδὲ θάνατοι τὰ πάθη ἐξ ἡμῶν καὶ διεγείρει καὶ ζωογονεῖ ἡμᾶς εἰς τὰ πνευματικά, ὡς τὸ πένθος καὶ ὁ καρδιακὸς πόνος ὁ μετὰ διακρίσεως. Πρόσωπον γὰρ αἰδήμονος, μιμεῖται τὴν ταπείνωσιν τοῦ ἠγαπημένου. Καὶ πάλιν οὐδὲν ἡμᾶς ποιεῖ συναναστραφῆναι τῷ κοσμῶ καὶ τοῖς ἐν τῷ κοσμῶ καὶ τοῖς ἐν αὐτῷ μεθυσταίς καὶ ἀσώτοις, καὶ οὐδὲν ἡμᾶς χωρίζει τῶν θησαυρῶν τῆς σοφίας καὶ τῆς γνώσεως τῶν Θεοῦ μυστηρίων, ὡς ὁ γελοιασμὸς καὶ ὁ μετὰ παῤῥησίας μετεωρισμός, καὶ τοῦτο ἐστὶ τὸ ἐπιτήδευμα τοῦ δαίμονος τῆς πορνείας.

Ἐπειδὴ δὲ σου πεπείραμαι τῆς φιλοσοφίας, ᾧ ἀγαπητέ, παρακαλῶ σὲ ἐν ἀγάπη, παραφυλάττεσθαι ἐκ τῆς ἐπήρειας τοῦ ἐχθροῦ, ἵνα μὴ ἐν τῇ εὐτραπελείᾳ τῶν λόγων ψυχράνης τὴν ψυχὴν σοῦ ἐκ τῆς θέρμης τῆς ἀγάπης τοῦ Χριστοῦ, τοῦ διὰ σὲ χολῆς γευσαμένου ἐπὶ τοῦ ξύλου τοῦ Σταυροῦ, καὶ ἀντὶ τῆς γλυκείας ἐκείνης μελέτης καὶ τῆς πρὸς Θεὸν παῤῥησίας ἐμπλήσῃ αὐτὴν φαντασιῶν πολλῶν καὶ σοῦ ἐγρηγορότος, καθεύδοντος δέ, αἰχμαλώτιση αὐτὴν τοῖς ἀτόποις ἐνυπνίοις, ὧν τὴν δυσοσμίαν οἱ ἅγιοι Ἄγγελοι τοῦ Θεοῦ οὐκ ἀνέχονται, Καὶ γένῃ ἄλλοις ὀλίσθημα καὶ σεαυτῷ σκόλοψ. Παραβίασε οὖν σεαυτὸν μιμήσασθαι τὴν ταπείνωσιν τοῦ Χριστοῦ, ἵνα μᾶλλον ἐξαφθῇ τὸ πῦρ τὸ ἐν σοὶ πάρ’ αὐτοῦ καταβληθέν, ἐν ᾧ ἐκριζοῦνται πᾶσαι αἱ κινήσεις τοῦ κόσμου, αἱ ἀποκτείνουσαι τὸν καινὸν ἄνθρωπον καὶ μιαίνουσαι τὰς αὐλὰς τοῦ Κυρίου τοῦ ἁγίου καὶ δυνατοῦ.

Ἐγὼ γὰρ θαῤῥῶ λέγειν, κατὰ τὸν ἅγιον Παῦλον, «ὅτι ναὸς Θεοῦ ἔσμεν». Ἁγνίσωμεν οὖν τὸν αὐτοῦ ναόν, ὡς αὐτὸς ἁγνὸς ἐστίν, ἵνα ἐπιθυμήσῃ κατασκηνῶσαι ἐν αὐτῷ. Ἁγιάσωμεν αὐτόν, ὡς καὶ αὐτὸς ἅγιος ἐστί, καὶ κοσμήσωμεν αὐτὸν ἐν ἄσιν ἔργοις ἀγαθοῖς καὶ τιμίοις. Θυμιάσωμεν αὐτὸν τῷ θυμιάματι τῆς ἀναπαύσεως τοῦ θελήματος αὐτοῦ διὰ καθαρᾶς καὶ καρδιακῆς προσευχῆς, ἦν τῇ κοινωνίᾳ τῶν κοσμικῶν συνεχῶν κινήσεων κτήσασθαι ἀδύνατον) καὶ οὕτως ἐπισκιάσει τῇ ψυχῇ ἡ νεφέλη τῆς δόξας αὐτοῦ καὶ διαυγάσει τὸ φῶς τῆς μεγαλωσύνης αὐτοῦ ἔνδοθεν τῆς καρδίας. Καὶ ἐμπλησθήσονται χαρᾶς καὶ εὐφροσύνης πάντες οἱ οἰκήτορες τοῦ σκηνώματος τοῦ Θεοῦ, οἱ δὲ ἀναιδεῖς καὶ ἀναίσχυντοι τῇ φλογὶ τοῦ ἁγίου Πνεύματος ἐκλείψουσιν.

Ὀνείδιζε οὖν σαυτόν, ἀδελφέ, διαπαντὸς καὶ λέγε. «Οὐαὶ μοι, ᾧ ἀθλίᾳ ψυχῇ, ἤγγικὲ σου ἡ ἐκ τοῦ σώματος διάλυσις.Ἵνα τὶ εὐφραίνῃ εἰς ταῦτα ἃ σήμερον μέλλεις καταλεῖψαι καὶ ὧν τῆς θέας στερηθήσῃ εἰς τοὺς αἰῶνας; Πρόσεχε τοῖς ἔμπροσθέν σου καὶ διαλογίζου ἃ ἔπραξας, πῶς καὶ τίνα εἰσί, καὶ μετὰ τίνος διήνυσας τὰς ἡμέρας τῆς ζωῆς σοῦ, ἢ τὶς ἐδέξατο τὸν κόπον τῆς ἐργασίας τῆς γεωργίας σοῦ, καὶ τίνα εὔφρανας ἐν τῇ σῇ παλαίστρᾳ, ἵνα πρὸς ἀπάντησιν σου ἐξέλθῃ ἐν τῷ καιρῷ τῆς ἐξόδου σου. Τίνα δὲ ἔτερψας ἐν τῷ σῷ δρόμῳ, ἵνα ἐν τῷ λιμένι αὐτοῦ ἀναπαυθῇς. Τίνος δὲ χάριν ἐταλαιπώρησας κοπιῶσα, ἵνα φθάσῃς εἰς αὐτὸν ἐν χαρᾷ, τίνα τε ἐκτήσω φίλον ἐν τῷ μέλλοντι αἰῶνι, ἵνα σὲ ἄρτι ὑποδέξηται ἐν τῇ ἐξόδῳ σοῦ, ἐν ποίῳ ἀγρῷ ἐθητεύσω, Καὶ τὶς ὁ μέλλων σοι παρασχεῖν τὸ μίσθωμα ἐν τῇ δύσει τοῦ ἡλίου τοῦ χωρισμοῦ σοῦ.

Σὺ ἐξέτασαν σαυτήν, ᾧ ψυχή, καὶ βλέπε πρὸς ποίαν γῆν ἡ μερὶς σου καί, εἲ διεπέρασας τὸν ἀγρὸν τὸν καρποφοροῦντα πικρίαν τοῖς γεωργοῦσιν αὐτόν, κράξον καὶ βόησον ἐν στεναγμῷ καὶ ἀδημονίᾳ, τὰ ἀναπαύοντα τὸν Θεὸν σοῦ ὅπερ τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα. Βρυέτω τὸ στόμα σοῦ ὀδυνηρᾶς φωνάς, αἷς οἱ ἅγιοι Ἄγγελοι ἐπιτέρπονται. Βάψον σοῦ τὰς παρειᾶς ἐν τῷ κλαυθμῷ τῶν ὀμμάτων σου, ἵνα ἐπαναπαύσηταί σοι τὸ ἅγιον Πνεῦμα καὶ ἀπολούσῃ σὲ τοῦ ῥύπου τῆς κακίας σου.

Ἐξιλέωσαι σοῦ τὸν Κύριον ἐν δάκρυσιν, ἵνα πρὸς σὲ παραγένηται. Ἐπικάλεσαι Μαρίαν καὶ Μάρθαν διδάξαι σε πενθικὰς φωνάς, βόησον τῷ Κυρίῳ.

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, Ὁ ἐπὶ Λαζάρου κλαύσας καὶ δάκρυα λύπης καὶ συμπαθείας στάξας ἐπ’ αὐτῷ, δέξαι δάκρυα πικρίας μου. Τοῖς πάθεσί σοῦ, τὰ πάθη μου θεράπευσαν. Τοῖς τραύμασί σου, τὰ τραύματά μου ἰάτρευσον τῷ αἵματί σου, τὸ αἷμα μου καθάγνισον καὶ συγκέρασον τῷ σώματί μου τὴν ὀσμὴν τοῦ ζωοποιοῦ σου σώματος. Ἡ χολή, ἦν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, γλυκάναι μου τὴν ψυχὴν ἀπὸ τῆς πικρίας, ἧς με ὁ ἀντίδικος ἐπότισε. Τὸ σῶμα σου τὸ ἐπὶ ξύλου Σταυροῦ τανυθέν, διαπέτασαί μου τὸν νοῦν πρὸς σε, τὸν ὑπὸ τῶν δαιμόνων κάτω ἑλκυσθέντα. Ἡ κεφαλὴ σου, ἦν ἐπὶ τοῦ Σταυροῦ ἔκλινας, ὑψῶσαι μου τὴν κεφαλὴν τὴν κολαφισθείσαν ὑπὸ τῶν ἀντιπάλων. Αἱ πανάγιοι σου χεῖρες αἱ καθηλωθείσαι ὑπὸ ἀπίστων ἐν τῷ Σταυρῷ, ἀναγαγέτωσάν μὲ πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπώλειας, ὡς ὑπέσχετο τὸ πανάγιόν σου στόμα.

Τὸ πρόσωπον σοῦ τὸ δεξάμενον ῥαπίσματα καὶ ἐμπτύσματα ὑπὸ τῶν καταράτων, στιλβωσάτω μου τὸ πρόσωπον τὸ χρανθὲν ἐν ταῖς ἀνομίαις. Ἡ ψυχὴ σου, ἦν ἐπὶ τοῦ σταυροῦ ὧν τῷ Πατρὶ σου παρέδωκας, ὁδηγησάτω με πρὸς Σὲ ἐν τῇ χάριτί σου.

Οὒκ ἔχω καρδίαν ὀδυνηρὰν πρὸς ἀναζήτησίν σου, οὐκ ἔχω μετάνοιαν, οὐδὲ κατάνυξιν, τὰ ἐπανάγοντα τὰ τέκνα πρὸς τὴν ἰδίαν κληρονομίαν. Οὐκ ἔχω, Δέσποτα, δάκρυον παρακλητικόν. Ἐσκότισταί μου ὁ νοῦς ἐν τοῖς βιωτικοῖς καὶ οὐκ ἰσχύει ἀτενίσαι πρὸς σὲ ἐν ὀδύνη. Ἔψυκταί μου ἡ καρδία ἐκ τοῦ πλήθους τῶν πειρασμῶν, καὶ οὐ δύναται θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς σὲ ἀγάπης. Ἀλλὰ σύ, Κύριε Ἰησοῦ Χρῖστε ὁ Θεός, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρόν καὶ καρδίαν ἐπίπονον, ἵνα ἐξέλθω ὁλοψύχως εἰς ἀναζήτησίν σου. Χωρὶς γὰρ σου, παντὸς ἀγαθοῦ ξενωθήσομαι. Χάρισαι οὖν μοι, ᾧ ἀγαθέ, τὴν χάριν σου. Ὁ Πατήρ, ὁ προαγαγὼν σε ἐκ τῶν κόλπων αὐτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἀνακαινισάτω ἐν ἐμοὶ τὰς μορφὰς τῆς σῆς εἰκόνος. Κατέλιπόν σε, μὴ με ἐγκαταλίπῃς. Ἐξῆλθον ἀπὸ σου, ἔξελθε εἰς ἀναζήτησίν μου καὶ εἰσάγαγέ με εἰς τὴν νομὴν σου καὶ συγκαταρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς σου ποίμνης καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων μυστηρίων σου, ὧν ἡ καθαρᾷ καρδίᾳ καταγώγιον σου ὑπάρχει καὶ καθορᾶται ἐν αὐτῇ ἡ ἔλλαμψις τῶν σῶν ἀποκαλύψεων, ἥτις ἐστὶ παράκλησις καὶ ἀναψυχὴ τῶν κοπιασάντων διὰ Σὲ ἐν ταῖς θλίψεσι καὶ ταῖς παντοδαπαῖς αἰκίαις».

Ἧς τίνος ἐλλάμψεως καὶ ἡμεῖς ἀξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ Σοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Γ’ - Περὶ Ἀναχωρήσεως καὶ ὅτι οὐ δεῖ δειλίαν καὶ φοβεῖσθαι, ἀλλὰ στηρίζεσθαι τὴν καρδίαν τῇ εἰς Θεὸν πεποιθήσει καὶ θαῤῥεῖν τῇ ἀδιστάκτῳ πίστει ὡς ἔχοντας φρουρὸν καὶ φύλακα τὸν Θεὸν
Προηγούμενο: ΛΟΓΟΣ Α’ - Περὶ Ἀποταγῆς καὶ Μοναχικῆς Πολιτείας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος