Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Δ’ - Περὶ Τοῦ Πόθου τοῦ Κόσμου
Προηγούμενο: ΛΟΓΟΣ Β’ - Περὶ Ἀποταγῆς Κόσμου καὶ Ἀποχῆς τῆς πρὸς Ἀνθρώπους Παῤῥησίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Γ’ - Περὶ Ἀναχωρήσεως καὶ ὅτι οὐ δεῖ δειλίαν καὶ φοβεῖσθαι, ἀλλὰ στηρίζεσθαι τὴν καρδίαν τῇ εἰς Θεὸν πεποιθήσει καὶ θαῤῥεῖν τῇ ἀδιστάκτῳ πίστει ὡς ἔχοντας φρουρὸν καὶ φύλακα τὸν Θεὸν

Ἐὰν ποτὲ εὑρέθης τῆς ἀναχωρήσεως ἄξιος, τῆς ἐχούσης ἐλαφρὰ τὰ φορτία ἐν τῇ βασιλείᾳ τῆς ἐλευθερίας αὐτῆς, μὴ κατεπείξῃ σε ὁ λογισμὸς τοῦ φόβου κατὰ τὴν συνήθειαν αὐτοῦ ἐν πολλοῖς τρόποις τῆς ἀλλοιώσεως τῶν λογισμῶν καὶ τῆς ἀναστροφῆς αὐτῶν, ἄλλα μᾶλλον ἕσο πιστεύων, ὅτι ὁ φύλαξ σου μετὰ σεαυτοῦ ἐστί, καὶ πληροφορήθητι ἐν τῇ σοφίᾳ σου ἀκριβῶς, ὅτι σὺ μετὰ πάσης τῆς κτίσεως ὑπὸ ἑνὶ Δεσπότῃ ἐστέ, ἑνὶ νεύματι τὰ πάντα κινοῦντι καὶ σαλεύοντι καὶ πραύνοντι καὶ οἰκονομοῦντι, καὶ οὐδεὶς σύνδουλος δύναται βλάψαι τινὰ τῶν συνδούλων αὐτοῦ, δίχα τῆς ἐπιτροπῆς τοῦ προνοοῦντος τῶν πάντων καὶ διϊθύνοντος, καὶ εὐθέως ἀνάστα καὶ θάρσει. Καὶ ἐὰν ἐδόθη ἡ ἐλευθερία τισίν, ἀλλ’ οὒκ ἐν παντὶ πράγματι. Οὔτε γὰρ οἱ δαίμονες, οὔτε τὰ θηρία φθαρτικά, οὔτε οἱ ἐν κακία ἄνθρωποι δύνανται πληρῶσαι τὸ θέλημα αὐτῶν εἰς φθορὰν καὶ ἀπώλειαν, εἰ μὴ τὸ τοῦ κυβερνῶντος ἐπιτρέψειε βούλημα καὶ δοίη τόπον ποσότητος; Οὐ γὰρ τὴν ἐλευθερίαν ἐπιτρέπει ἐλθεῖν εἰς ἐνέργειαν ἅπασαν. Εἰ γὰρ τοῦτο ἦν, οὐκ εἶχε ζῆσαι πᾶσα σάρξ. Οὐκ ἐᾷ γὰρ ὁ Κύριος τὴν κτίσιν αὐτοῦ, ἵνα πλησίαση αὕτη ἡ τῶν δαιμόνων ἐξουσία καὶ τῶν ἀνθρώπων καὶ ἐνεργήσῃ ἐν αὐτῇ τὸ θέλημα αὐτῶν. Διὰ τοῦτο λέγε ἀεὶ τῇ ψυχὴ σου, Ἔχω φύλακα φυλάσσοντά με καὶ οὐ δύναται τι τῶν κτισμάτων φανῆναι ἐνώπιον μου μόνον, εἰ μὴ ἄνωθεν γένηται κέλευσμα. Πίστευσον δέ, ὡς οὐδὲ θεαθῆναι τοῖς ὀφθαλμοῖς σου καὶ τοῖς ὦσιν ἀκουτίσαι σου τὰς αὐτῶν ἀπειλὰς τολμῶσιν. Εἰ γὰρ εἶχον ἐπιτροπὴν ἄνωθεν ἐκ τοῦ ἐπουρανίου, οὐκ ἦν ἀνάγκη λόγου καὶ λόγων, ἀλλὰ τῷ ἑαυτῶν θελήματι καὶ τὸ ἔργον ἐπηκολούθει.

Πάλιν δὲ λέγε σεαυτῷ, ὅτι, εἰ τὸ θέλημα ἐστὶ τοῦ Δεσπότου μου τὸ κατεξουσιάσαι τοὺς πονηροὺς τοῦ πλάσματος, οὐδὲ ἐγὼ τουτὶ δέχομαι δυσχερῶς, ὥσπερ τὶς μὴ θέλων καταργῆσαι τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ. Καὶ οὕτως ἐν τοῖς πειρασμοῖς σοῦ χαρᾶς πλησθήσῃ, ὡς τὶς γνοὺς καὶ ἀκριβῶς αἰσθηθείς, ὅτι τὸ νεῦμα τοῦ Δεσπότου διακυβερνῶν σε καὶ διευθύνει σε. Λοιπὸν στήριξον τὴν καρδίαν σου ἐν τῷ πεποιθέναι πρὸς Κύριον καὶ μὴ φοβηθῇς, μήτε ἀπὸ φόβου νυκτερινοῦ μήτε ἀπὸ βέλους πετωμένου ἡμέρας. Ἡ πίστις γάρ, φησί, τοῦ δικαίου, ἡ πρὸς τὸν Θεόν, ἐξημεροῖ τὰ θηρία τὰ ἄγρια, ὡς τὰ πρόβατα. Οὐκ εἰμί, φησί, δίκαιος, ἵνα πεποιθὼς ὦ ἐπὶ Κύριον. Ἀλλὰ σὺ ἀληθῶς διὰ τὴν ἐργασίαν τῆς δικαιοσύνης ἐξῆλθες εἰς τὴν ἔρημον τὴν πλήρη θλίψεων καὶ διὰ τοῦτο ὑπήκοος ἐγένου τῷ θελήματι τοῦ Θεοῦ. Λοιπὸν ματαίως κοπιᾷς, ὅταν βαστάζῃς τούτους τοὺς κόπους, οὒχ ὅτι ὁ Θεὸς θέλει τὸν κόπον τῶν ἀνθρώπων, εἰ μὴ σὺ προσφέρῃς αὐτῷ θυσίαν ἀγάπης τὴν σεαυτοῦ θλῖψιν. Ταύτην τὴν διάκρισιν δεικνύουσι πάντες οἱ ἀγαπῶντες τὸν Θεόν, θλίβοντες ἑαυτοὺς ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης. Οἱ γὰρ εὐδοκοῦντες ἐν τῷ φόβῳ τοῦ Θεοῦ ζῆσαι ἐν Χριστῷ Ἰησοῦ, θλῖψιν αἴρουσι καὶ διωγμὸν ὑπομένουσι. Κἀκεῖνος ἐν ἐξουσίᾳ γενέσθαι ποιεῖ αὐτοὺς τῶν ἑαυτοῦ κρυπτῶν θησαυρῶν.

Περὶ προκοπῆς τῆς ἐκ τῶν πειρασμῶν γινομένης τοῖς μετὰ εὐχαριστίας καὶ ἀνδρείας αὐτοὺς ὑπομένουσιν.

Εἶπε γὰρ τὶς τῶν ἁγίων, ὅτι ἦν τὶς τῶν ἀναχωρητῶν γέρων τίμιος, καὶ ἀπῆλθον πρὸς αὐτὸν ἅπαξ καὶ ἤμην ἐν λύπῃ ἐκ τῶν πειρασμῶν. Αὐτὸς δὲ ἦν ἀσθενῶν κατακείμενος, καὶ ὅτε ἠσπασάμην αὐτόν, ἐκάθισα πρὸς αὐτὸν καὶ εἶπον αὐτῷ: Εὖξαι ὑπὲρ ἐμοῦ, πάτερ, ὅτι πάνυ λυποῦμαι ἐκ τῶν πειρασμῶν τῶν δαιμόνων.

Ὃ δὲ ἀνοίξας τοὺς ὀφθαλμοὺς αὐτοῦ, προσέσχε μοι και εἶπε. «Τέκνον, σὺ νεώτερος εἶ καὶ οὐκ ἀφίησιν ὁ Θεὸς ἐπὶ σὲ πειρασμούς».

Καγώ είπον αὐτῷ. Καὶ νεώτερος εἰμί, πειρασμοὺς δὲ ἰσχυρῶν ἔχω ἀνδρῶν. Κἀκεῖνος πάλιν εἶπε. «Λοιπὸν θέλει σὲ ὁ Θεὸς σοφίσαι».

Κἀγὼ εἶπον. «Πῶς σοφίσει με; ἐγὼ γὰρ καθ’ ἡμέραν γεύομαι τοῦ θανάτου». Κἀκεῖνος αὖθις.

«Ὁ Θεός, εἶπε, ἀγαπᾷ σε, σιώπα. Μέλλει ὁ Θεὸς δοῦναι σοι τὴν χάριν αὐτοῦ». Έφη δε πάλιν. «Γνῶθι, τέκνον, ὅτι τριάκοντα χρόνους πόλεμον μετὰ τῶν δαιμόνων ἐποίησα, καὶ τὸν εἰκοστὸν παραδρομῶν, οὐ ἐβοηθήθην τὸ σύνολον. Ἡνίκα δὲ καὶ τὸν πέμπτον τοῦτον παρελάσας ἐτύγχαναν, ἠρξάμην εὑρίσκειν ἀνάπαυσιν καί, ὁδῷ τοῦ χρόνου βαδίζοντος, ἐπληθύνετο. Τοῦ δὲ ἑβδόμου παραῤῥυέντος καὶ τοῦ μέτ’ αὐτὸν ἐπιστάντος ὀγδόου, εἰς πλῆθος ἐπετείνετο πλεῖον. Παρατρέχοντος δὲ καὶ τοῦ τριακοστοῦ καὶ πρὸς τὸ τέλος καταφθάνοντος, ἤδη, οὕτως ἐκραταιώθη ἡ ἀνάπαυσις, ὡς μηδὲ τὸ μέτρον αὐτῆς εἰς ὅσον προέβη γινώσκειν με. Καὶ ἐπέφερεν ὅτι ὅτε ἀναστῆναι θελήσω εἰς τὴν λειτουργίαν μου, μίαν δόξαν λειτουργῆσαι ἀφίεμαι, εἰς δὲ τὰ λοιπά, ἐὰν στῶ τρεῖς ἡμέρας, εἰς ἔκπληξιν μετὰ τοῦ Θεοῦ γίνομαι καὶ τοῦ κόπου οὐδ’ ὅλως αἰσθάνομαι». Ἰδοὺ τὸ ἔργον τοῦ πολλοῦ καιροῦ, ποίαν ἀνάπαυσιν ἀπλήρωτον ἀπεγέννησεν. Ὅτι ἡ φυλακῇ τῆς γλώσσης οὐ μόνον ἐξυπνίζει τὸν νοῦν πρὸς τὸν Θεόν, ἀλλὰ καὶ τῇ ἐγκρατείᾳ συμβάλλεται.

Ἦν τὶς τῶν πατέρων καὶ ἦν ἐσθίων δεύτερον τῆς ἑβδομάδος, καὶ εἶπεν ἡμῖν, ὅτι ἐν τῇ ἡμέρᾳ, ἐν ἡ λαλῶ τινι, τὸν κανόνα τῆς νηστείας κατὰ τὴν συνήθειαν μοὺ οὐ δυνατὸν μοι φυλάξαι, ἀλλ’ ἀναγκάζομαι καταλῦσαι. Καὶ ἐνοήσαμεν, ὅτι ἡ φυλακὴ τῆς γλώττης οὐ μόνον ἐξυπνίζει τὸν νοῦν πρὸς τὸν Θεόν, ἀλλὰ καὶ τοῖς ἔργοις τοῖς φανεροῖς, τοῖς διὰ τοῦ σώματος ἐνεργουμένοις, ἰσχὺν μεγάλην κρυπτῶς παρέχει εἰς τὸ τελεσθῆναι αὐτά, φωτίζει τε καὶ ἐν τῇ κρυπτῇ ἐργασίᾳ, καθὼς εἶπον οἱ Πατέρες ὅτι ἡ φυλακὴ τοῦ στόματος ἐξυπνίζει τὴν συνείδησιν πρὸς τὸν Θεόν, ἐὰν ἐν γνώσει τὶς σιωπᾶ.

Οὗτος ὁ ἅγιος συνήθειαν εἶχε πολλὴν εἰς τὴν ἀγρυπνίαν τῆς νυκτός. Ἔλεγε γάρ, ὅτι τὴν νύκτα ἐκείνην, καθ’ ἦν ἵσταμαι ἕως πρωί, μετὰ τὴν ψαλμωδίαν ἀναπαύομαι, μετὰ δὲ τὸ τοῦ ὕπνου ἐξυπνισθῆναί με, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γίνομαι οὕτως, ὡς ἄνθρωπος τὶς μὴ ὧν ἐν τῷ κόσμῳ τούτῳ, καὶ λογισμοὶ γήινοι ἐν τῇ καρδίᾳ μου οὐδαμῶς ἀναβαίνουσιν, οὐδὲ τῶν ὡρισμένων κανόνων χρείαν ἔχω, ἀλλ’ ἐν τῇ ἐκπλήξει γίνομαι ὅλην τὴν ἡμέραν ἐκείνην.

Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἤμην ἐσθίων, τεσσάρων παρελθουσῶν πρότερον, μηδενὸς τὸ παράπαν γευσάμενος, καὶ ὅτε ἀνέστην εἰς τὴν τῶν ἑσπερινῶν λειτουργίαν καὶ οὕτως ἵνα γεύσωμαι, ἔστην ἐν τῇ αὐλῇ τοῦ κελλίου μου, ὅτε ἦν ἥλιος πολὺς καὶ ἀρξάμενος μόνον εἰς μίαν δόξαν, ᾐσθήθην τῆς λειτουργίας μου, καὶ ἔκτοτε ἔμεινα μὴ γινώσκων ὅποι τυγχάνω καὶ ἤμην οὕτως, ἕως τοῦ ἀνατεῖλαι πάλιν τὸν ἥλιον εἰς τὴν ἐπιοῦσαν ἡμέραν καὶ θερμᾶναι τὸ πρόσωπόν μου. Καὶ τότε, ὅτε ὁ ἥλιος ἐπὶ πλεῖον ἐβάρυνέ μου καὶ κατέκαυσέ μου τὸ πρόσωπον, ἐστράφη ὁ νοῦς μου πρὸς ἐμέ, καὶ ἰδοὺ εἶδον, ὅτι ἄλλη ἡμέρα ἐστί, καὶ ηὐχαρίστησα τῷ Θεῷ, ὅτι πόσον ἡ χάρις αὐτοῦ ὑπερεκχεῖται ἐπὶ τὸν ἄνθρωπον. Καὶ εἰς ποίαν μεγαλωσύνην ἀξιοῖ τοὺς καταδιώκοντας αὐτὸν

Λοιπὸν αὐτῷ μόνῳ πρέπει ἡ δόξα καὶ ἡ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



Ἑπόμενο: ΛΟΓΟΣ Δ’ - Περὶ Τοῦ Πόθου τοῦ Κόσμου
Προηγούμενο: ΛΟΓΟΣ Β’ - Περὶ Ἀποταγῆς Κόσμου καὶ Ἀποχῆς τῆς πρὸς Ἀνθρώπους Παῤῥησίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος