Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ε’ - Περὶ τοῦ Μακρύνεσθαι τοῦ Κόσμου καὶ Πάντων τῶν Θολούντων τὸν Νοῦν
Προηγούμενο: ΛΟΓΟΣ Γ’ - Περὶ Ἀναχωρήσεως καὶ ὅτι οὐ δεῖ δειλίαν καὶ φοβεῖσθαι, ἀλλὰ στηρίζεσθαι τὴν καρδίαν τῇ εἰς Θεὸν πεποιθήσει καὶ θαῤῥεῖν τῇ ἀδιστάκτῳ πίστει ὡς ἔχοντας φρουρὸν καὶ φύλακα τὸν Θεὸν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Δ’ - Περὶ Τοῦ Πόθου τοῦ Κόσμου

Ὁ λόγος τοῦ Κυρίου ὁ ἀληθινός, ὃν εἴρηκεν, ὅτι οὐ δύναταί τις μετὰ τοῦ πόθου τοῦ κόσμου τὴν ἀγάπην κτήσασθαι τοῦ Θεοῦ, οὐδὲ μετὰ τῆς κοινωνίας αὐτοῦ δυνατὸν κοινωνίαν κεκτῆσθαι πρὸς τὸν Θεόν, οὐδὲ σὺν τῇ μερίμνῃ αὐτοῦ ἔχειν τὴν μέριμναν τοῦ Θεοῦ. Ὅταν ταῦτα τὰ τοῦ Θεοῦ καταλείψωμεν διὰ τὴν κενοδοξίαν, ἢ πολλάκις διὰ τὴν ἔνδειαν τῆς χρείας τοῦ σώματος, κλίνουσι πολλοὶ ἐξ ἡμῶν εἰς ἄλλα, οἵτινες ἐξωμολογήσαντο ἐργάσασθαι τὰ τῆς βασιλείας τῶν οὐρανῶν καὶ οὐ μνημονεύουσι τῆς ἐπαγγελίας τοῦ Κυρίου, ἧς εἴρηκεν· Ἐὰν πᾶσαν μέριμναν ὑμῶν ποιήσητε περὶ τῆς βασιλείας τῶν οὐρανῶν, οὐ στερήσω ὑμᾶς τῶν τῆς χρείας τῆς φύσεως τῆς ὁρωμένης, ἀλλ’ ἔρχεται ὑμῖν πάντα μετὰ τῶν λοιπῶν. Οὐ γὰρ ἀφήσω ὑμᾶς μεριμνῆσαι περὶ αὐτῶν. Περὶ τῶν ἀψύχων πετεινῶν τῶν δι’ ἡμᾶς κτισθέντων μεριμνᾶ, καὶ ἡμῶν ἀμελήσειεν; Οὐδαμῶς. Τῷ μεριμνῶντι εἰς τὰ πνευματικά, ἢ περὶ τίνος ἐξ αὐτῶν, τὰ σωματικὰ εὐτρεπίζονται αὐτῷ χωρὶς τῆς περὶ αὐτὰ μερίμνης πρὸς τὴν στενοχωρίαν αὐτῶν καὶ πρὸς τὸν καιρόν, ὁ δὲ ἐν τοῖς σωματικοῖς μεριμνῶν πέραν τοῦ δέοντος, ἀκουσίως ἐκπίπτει καὶ τοῦ Θεοῦ. Ἐὰν δὲ ἡμεῖς σπουδάσωμεν μεριμνῆσαι εἰς ταῦτα, τὰ διὰ τὸ ὄνομα τοῦ Κυρίου, αὐτὸς μεριμνᾶ καὶ περὶ τῶν ἀμφοτέρων, κατὰ τὸ μέτρον τοῦ ἀγῶνος ἡμῶν.

Ὅμως ἡμεῖς τὴν πεῖραν τοῦ Θεοῦ, μὴ ἐν τοῖς σωματικοῖς ζητήσωμεν, ἀντὶ τῶν ἔργων τῶν ψυχῶν ἡμῶν, ἀλλὰ περὶ τῆς ἐλπίδος τῶν μελλόντων τρέψωμεν πάντα τὰ ἔργα ἡμῶν. Ὁ γὰρ προσάπαξ ἐξ ἀγάπης τῆς ψυχῆς ἑαυτοῦ ἐκδοὺς ἑαυτὸν εἰς ἀρετὴν καὶ ἐπιθυμήσας τὴν ἐργασίαν αὐτῆς τελειῶσαι, οὐ μεριμνᾷ πάλιν περὶ τῶν σωματικῶν, εἴτε εἶσίν, εἴτε καὶ μή, περὶ ὧν πολλάκις παραχωρεῖ πειραθῆναι ἐν τοῖς τοιούτοις τοὺς ἐναρέτους καὶ ἐκ παντὸς τόπου ἀφίησιν ἐξυπνισθῆναι κάτ’ αὐτῶν καὶ πλήττει αὐτοὺς ἐν τῷ σώματι αὐτῶν, κατὰ τὸν Ἰώβ, καὶ εἰσφέρει αὐτοὺς εἰς πτωχείαν καὶ εἰς ἀποστασίαν τῆς ἀνθρωπότητος, καὶ πλήττει αὐτοὺς εἰς ἅπερ κέκτηνται, μόνον δὲ ταῖς ψυχαῖς αὐτῶν οὐ προσεγγίζει βλάβη.

Οὐ δυνατὸν γάρ, ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης ὅταν ὁδεύωμεν, μὴ ἀπαντῆσαι ἡμῖν στυγνότητα, καὶ τὸ σῶμα ἐν νόσοις μὴ κάμνειν καὶ πόνοις, καὶ ἀναλλοίωτον μένειν, εἴπερ ἐν τῇ ἀρετῇ ζῆν ἀγαπήσομεν. Ἄνθρωπος δὲ διάγων ἐν τῷ ἑαυτοῦ θελήματι, ἐν φθόνῳ ἢ ἐν ἀφανισμῷ τῆς ψυχῆς αὐτοῦ ἢ ἐν τινι ἄλλῳ τῶν βλαπτόντων αὐτόν, κατάκρισιν ἔχει. Ἐὰν δέ, ὅτε πορευθείη ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης καὶ ποιεῖται τὴν πορείαν αὐτοῦ πρὸς τὸν Θεόν, πολλοὺς τε τοὺς ὁμοίους αὐτῷ κέκτηται καὶ ἀπαντήσῃ τι τῶν τοιούτων, οὐ πρέπει αὐτῷ ἐκκλῖναι ἐξ αὐτῆς, ἀλλὰ μετὰ χαρᾶς ὑποδέξασθαι δεῖ ἀνεξετάστως καὶ εὐχαριστῆσαι τῷ Θεῷ, ὅτι ἔπεμψεν αὐτῷ τὴν χάριν ταύτην, καὶ ἠξιώθη δι’ αὐτὸν εἰς πειρασμὸν ἐμπεσεῖν καὶ κοινωνὸς γενέσθαι τῶν παθημάτων τῶν Προφητῶν τε καὶ Ἀποστόλων καὶ τῶν λοιπῶν Ἁγίων, τῶν ὅπερ τῆς ὁδοῦ ταύτης ὑπομεινάντων τὰς θλίψεις, εἴτε ἐξ ἀνθρώπων ἔλθωσιν, εἰτ’ ἐκ δαιμόνων, εἰτ’ ἐκ τοῦ σώματος. Χωρὶς γὰρ νεύματος Θεοῦ ἐλθεῖν ταῦτα καὶ παραχωρηθῆναι οὐκ ἐνδέχεται, ἵνα γένηται αὐτῷ ἀφορμὴ εἰς δικαιοσύνην.

Οὐ δυνατὸν γὰρ ἄλλως πως ποιῆσαι τὸν Θεὸν εὐεργετηθῆναι τὸν ἐπιθυμήσαντα εἶναι πρὸς αὐτόν, ἢ ἐνέγκαι αὐτῷ πειρασμοὺς ὑπὲρ τῆς ἀληθείας, διὰ τὸ μὴ δύνασθαι τοῦτον ποιῆσαι ἑαυτὸν ἀξιωθῆναι τῆς μεγαλωσύνης ταύτης, ἀντὶ τῶν θείων τούτων εἰσελθεῖν εἰς πειρασμοὺς καὶ χαρῆναι χωρὶς χαρίσματος παρὰ τοῦ Χριστοῦ. Μαρτυρεῖ δὲ τοῦτο ὁ ἅγιος Παῦλος. Τοσοῦτον γὰρ τοῦτο τὸ πρᾶγμα μέγα ἐστίν, ὡς φανερῶς καλεῖν αὐτὸ χάρισμα, τὸ παρασκευάζεσθαι τίνα ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος παθεῖν. Λέγει γὰρ «τοῦτο ἐκ τοῦ Θεοῦ ἐδόθη ἡμῖν, τό, οὐ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τό, ὑπὲρ αὐτοῦ πάσχειν». Καὶ ὥσπερ ὁ ἅγιος Πέτρος ἔγραψεν ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ, ὅτι «ὅταν πάσχητε ὑπὲρ τῆς δικαιοσύνης, μακάριοι ἐστέ, ὅτι κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ γεγόνατε». Λοιπὸν οὒχ ὅταν γένη ἐν πλατυσμῷ χαίρειν σε δέον, ἐπὶ δὲ ταῖς θλίψεσι τῷ προσώπῳ ἐπιστυγνάζειν καὶ ὡς ἀλλοτρίας τῆς ὁδοῦ τοῦ Θεοῦ ταύτας λογίζεσθαι. Ἐξ αἰῶνος γὰρ καὶ ἀπὸ γενεῶν ἐν σταυρῷ καὶ θανάτῳ πατεῖται ἡ τρίβος αὐτοῦ. Πόθεν δὲ σοι τοῦτο; Ἵνα μάθηση, ὡς ἔξωθεν τῆς ὁδοῦ τοῦ Θεοῦ εἰ καὶ ἐξ αὐτῆς λείπῃ οὐχὶ κατ’ ἴχνος τῶν ἁγίων ἐθέλεις ὁδεῦσαι ἢ ἄλλην ὁδὸν ἰδίαν ἑαυτῷ βούλει σκευάσαι καὶ ἀπαθῶς διατρίψαι ἐν αὐτῇ.

Ἡ ὁδὸς τοῦ Θεοῦ σταυρὸς καθημερινὸς ἐστίν. Οὐδεὶς γὰρ ἐν τῷ οὐρανῷ ἀνῆλθε μετὰ ἀνέσεως. Τὴν γὰρ ταύτης ὁδὸν γινώσκομεν ὅποι καὶ καταλύει. Τὸν ἐν ὅλη καρδίᾳ ἐκδύντα ἑαυτὸν τῷ Θεῷ, οὐδέποτε βούλεται ὃ Θεὸς ἀμέριμνον εἶναι.Τοῦτο δὲ μεριμνᾶν ὑπὲρ τῆς ἀληθείας. Ἀλλὰ καὶ ἐκ τούτου γινώσκεται, ὅτι ἐκ τοῦ Θεοῦ προνοεῖται, ὅταν πέμψῃ αὐτῷ ἀεὶ λύπας.

Οἱ ἐν πειρασμοῖς διάγοντες, οὐδέποτε παραχωροῦνται ὑπὸ τῆς προνοίας ἐλθεῖν εἰς τὰς χεῖρας τῶν δαιμόνων. Μάλιστα ἐὰν τοὺς πόδας καταφιλώσι τῶν ἀδελφῶν καὶ σκεπάζωσι τὰς αἰτίας αὐτῶν καὶ κρύπτωσιν αὐτάς, ὡς τὰς ἑαυτῶν. Ὁ θέλων ἐν τῷ κόσμῳ τούτῳ εἶναι ἀμέριμνος καὶ τοῦτο ἐπιθυμῶν καὶ τῇ ἀρετῇ διατρίβειν ἐπιποθῶν, οὗτος κενὸς ἐστὶν ἐκ ταύτης τῆς ὁδοῦ. Οἱ δίκαιοι γὰρ οὐ μόνον τῷ ἑαυτῶν θελήματι ἀγωνίζονται ἐν τοῖς ἀγαθοῖς ἔργοις, ἀλλὰ καὶ ὑπὸ τῶν πειρασμῶν ἀκουσίως ἐν μεγάλῳ ἀγῶνι τυγχάνουσι, πείρας ἕνεκεν τῆς ὑπομονῆς αὐτῶν. Ψυχὴ γὰρ ἡ κατέχουσα τὸν φόβον τοῦ Θεοῦ, οὐ φοβεῖται ἐκ τίνος βλάπτοντος αὐτὴν σωματικῶς. Ὅτι ἐν αὐτῷ ἐλπίζει ἀπὸ τοῦ νῦν, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Ε’ - Περὶ τοῦ Μακρύνεσθαι τοῦ Κόσμου καὶ Πάντων τῶν Θολούντων τὸν Νοῦν
Προηγούμενο: ΛΟΓΟΣ Γ’ - Περὶ Ἀναχωρήσεως καὶ ὅτι οὐ δεῖ δειλίαν καὶ φοβεῖσθαι, ἀλλὰ στηρίζεσθαι τὴν καρδίαν τῇ εἰς Θεὸν πεποιθήσει καὶ θαῤῥεῖν τῇ ἀδιστάκτῳ πίστει ὡς ἔχοντας φρουρὸν καὶ φύλακα τὸν Θεὸν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος