Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ζ’ – Περὶ Τάξεως τῶν Ἀρχαρίων καὶ Καταστάσεως καὶ τῶν Ἀνηκόντων αὐτοῖς
Προηγούμενο: ΛΟΓΟΣ Ε’ - Περὶ τοῦ Μακρύνεσθαι τοῦ Κόσμου καὶ Πάντων τῶν Θολούντων τὸν Νοῦν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΣΤ’ - Περὶ Ὠφελείας τῆς ἐκ τῆς Φυγῆς τοῦ Κόσμου

Ἰσχυρὸς ἐστὶν ἀληθῶς καὶ δυσχερὴς καὶ δύσκολος ὁ ἀγὼν γινόμενος ἐν τοῖς πράγμασι, καὶ ὅσον ἐὰν δύνηται ὁ ἄνθρωπος γενέσθαι ἀήττητος καὶ ἰσχυρός, ὅταν πλησιάσωσιν αὐτῷ αἱ τῶν προσβολῶν αἰτίαι, τῶν πολέμων καὶ τῶν ἀγώνων, φόβος προσκολλᾶται αὐτῷ καὶ ταχὺς εἰς πτῶσιν γίνεται, πολὺ πλέον τῆς ἀπαντήσεως τοῦ φανεροῦ πολέμου τοῦ διαβόλου. Διότι, ὅσον οὐ μακρύνεται ὁ ἄνθρωπος ἐξ ὧν ἡ καρδία αὐτοῦ πτοεῖται, ἀεὶ γίνεται τῷ ἐχθρῷ αὐτοῦ τόπος κατ’ αὐτοῦ, καὶ ἐὰν μικρὸν νυστάξῃ, εὐχερῶς ἀπόλλυσιν αὐτόν. Ὅταν γὰρ ἡ ψυχὴ κρατηθῇ ἐν ταῖς βλαβεραῖς ἀπαντήσεσι τοῦ κόσμου, αὗται αἱ ἀπαντήσεις γίνονται αὐτῇ σκόλοπες, καὶ ὡσανεὶ φυσικῶς ἡττᾶται, ὅταν αὐταῖς ὑπαντήσῃ.

Καὶ τοίνυν οἱ Πατέρες ἡμῶν οἱ ἀρχαῖοι, οἱ πορευθέντες ἐν ταύταις ταῖς τρίβοις, ἐπιστάμενοι ὡς οὐκ ἐν παντὶ καιρῷ ὁ νοῦς ἔῤῥωται, οὐδὲ δύναται ἵστασθαι ἐν τάξει μιᾷ ἀκλινῶς καὶ τηρεῖν τὴν ἑαυτοῦ φρουράν, γίνεται δὲ ἐν καιρῷ μὴ δύνασθαι κατιδεῖν εἰς τὰ βλάπτοντα αὐτόν, διεσκέψαντο ἐν σοφίᾳ καὶ ἠμφιάσαντο τὴν ἀκτημοσύνην ὡς ὅπλον, τὴν ἐκ πολλῶν ἀγώνων ἐλευθέραν ὑπάρχουσαν, καθὼς γέγραπται, ἵνα οὕτω διὰ τῆς ἐνδείας αὐτοῦ ὁ ἄνθρωπος ἐξειλῆσαι δυνηθείη ἐκ πολλῶν παραπτωμάτων. Καὶ ἀπῆλθον εἰς τὴν ἔρημον, ἐν ἧ οὐκ ἔστι πράγματα, ἅπερ εἰσὶν αἰτίαι τῶν παθῶν, ἵνα μηδὲ ὅταν ὥρα γένηται αὐτοὺς ἀσθενῆσαι, εὕρωσι τὰς αἰτίας τῶν πτώσεων, λέγω δὴ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας καὶ τῆς μνησικακίας καὶ τῆς δόξης, ἀλλ’ ἵνα ταῦτα τε καὶ τὰ λοιπὰ τούτων ἐλαφρὰ γένωνται, διὰ τὴν ἔρημον ἐκείνην. Ἐν αὐτῇ γὰρ ὠχύρωσαν ἑαυτοὺς καὶ ἐτείχισαν, ὡς πύργῳ ἀκαταμαχήτῳ, καὶ τότε ἠδυνήθησαν ἕκαστος αὐτῶν τελειῶσαι τὸν ἑαυτοῦ ἀγῶνα ἐν ἡσυχίᾳ, ὅπου αἱ αἰσθήσεις οὒχ εὗρον βοήθειαν συγγενέσθαι τῷ ἀντιπαλαίοντι ἡμᾶς ἐν τῇ ἀπαντήσει τῶν βλαπτόντων. Κρεῖσσον γὰρ ἡμῖν θάνατος ἐν τῷ ἀγῶνι, ἢ ζῆσαι ἐν τῷ πτώματι.



Ἑπόμενο: ΛΟΓΟΣ Ζ’ – Περὶ Τάξεως τῶν Ἀρχαρίων καὶ Καταστάσεως καὶ τῶν Ἀνηκόντων αὐτοῖς
Προηγούμενο: ΛΟΓΟΣ Ε’ - Περὶ τοῦ Μακρύνεσθαι τοῦ Κόσμου καὶ Πάντων τῶν Θολούντων τὸν Νοῦν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος