Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Η’ - Περὶ Τάξεως Λεπτῆς τῆς Διακρίσεως
Προηγούμενο: ΛΟΓΟΣ ΣΤ’ - Περὶ Ὠφελείας τῆς ἐκ τῆς Φυγῆς τοῦ Κόσμου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Ζ’ – Περὶ Τάξεως τῶν Ἀρχαρίων καὶ Καταστάσεως καὶ τῶν Ἀνηκόντων αὐτοῖς

Αὕτη ἐστὶν ἡ τάξις ἡ σώφρων καὶ Θεῷ προσφιλής, τὸ μὴ περιβλέπειν τοῖς ὀφθαλμοῖς ὧδε κἀκεῖσε, ἀλλὰ πάντοτε τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι καὶ μὴ ἀργολογείν, ἀλλὰ τὰ μόνα ἀναγκαῖα λαλεῖν καὶ ἐνδύμασι πενιχροῖς αὐταρκεῖσθαι πρὸς τὴν χρείαν τοῦ σώματος, καὶ οὕτω τοῖς βρώμασι τοῖς συνιστάνουσι τὸ σῶμα κεχρῆσθαι καὶ μὴ τῇ γαστριμαργίᾳ. Μεταλαμβάνειν ἀπὸ πάντων πρὸς ὀλίγον καὶ μὴ τὰ μὲν ἐκφαυλίζειν, τὰ δὲ ἐκλέγεσθαι καὶ ἐκ τούτων θέλειν ἐμπλῆσαι τὴν γαστέρα. Μείζων πάσης ἀρετῆς ἡ διάκρισις. Οἴνου δέ, χωρὶς ἑτέρων ἢ ἐκτὸς ἀσθενείας ἢ ἀδυναμίας, μὴ μεταλαμβάνης. Μὴ ἐκκόψῃς τὸν λόγον τοῦ λαλοῦντος καὶ ὡς ἀπαίδευτος ἀντιφθέγξῃ, ἀλλ’ ὡς σοφὸς πάγιος ἴσο. Καὶ ὅπου δ’ ἂν εὑρέθης, μικρότερον σεαυτὸν λογίζου καὶ ὑπηρέτην τῶν ἀδελφῶν σου.

Μὴ γύμνωσης ἔμπροσθεν τινὸς τι τῶν μελῶν σου, μὴ δὲ προσέγγισης σώματι τίνος, ἐκτὸς ἀναγκαίας αἰτίας- μηδὲ τῷ σώματι τῷ σῷ τίνα προσεγγίσαι ἐάσῃς, χωρὶς εὔλογου, ὡς ἔφην, αἰτίας. Ἔκκλινον ἀπὸ τῆς παῤῥησίας, ὡς ἀπὸ θανάτου. Κτῆσαι δὲ σώφρονα τάξιν τῷ ὕπνῳ σου, ἵνα μὴ ἀπομακρυνθή ἀπὸ σοῦ ἡ δύναμις ἡ περιφρουροῦσα σε, ὅπου δ’ ἂν κοιμηθῇς, εἰ δυνατὸν μηδεὶς σὲ θεάσηται. Πτύελον ἔμπροσθεν τίνος μὴ ρίψης, ἐὰν δὲ σοὶ βὴξ ἐπέλθῃ καθημένῳ, στρέψον σοῦ τὸ πρόσωπον εἰς τοὐπίσω, καὶ οὕτω βήξον. Μετὰ σωφροσύνης φάγε καὶ πίε, ὡς πρέπει τέκνοις Θεοῦ.

Μὴ ἐκτείνῃς σὴν χεῖρα τοῦ λαβεῖν τι ἄπ’ ἔμπροσθεν τῶν ἑταίρων σου ἀναιδῶς. Ἐὰν δὲ καθίσῃ μετὰ σοῦ ξένος, πρότρεψον αὐτὸν ἅπαξ καὶ δὶς εἰς τὸ φαγεῖν καὶ εὐτάκτως παράθες τῇ τραπέζῃ καὶ μὴ τεταραγμένως. Εὐτάκτως κάθισον καὶ συνεσταλμένως, μὴ γυμνῶν τὶ τῶν μελῶν σοῦ. Ὅταν χασμᾶσαι, σκέπαζε σου τὸ στόμα, τοῦ μὴ θεαθῆναι, κρατήσαντος γὰρ τὰς ἀναπνοὰς σου, παρελεύσεται. Ἐὰν εἰσέλθῃς εἰς τὸ κελλίον τοῦ σοῦ ἐπιστάτου ἢ φίλου ἢ μαθητοῦ, παραφυλάττου τοὺς σοὺς ὀφθαλμούς, τοῦ μὴ ἰδεῖν τὶ τῶν ὄντων ἐκεῖ, ἐὰν δὲ ἀναγκασθῇς ὑπὸ τοῦ λογισμοῦ, πρόσχες, ἵνα μὴ ὑπακούσῃς καὶ ποίησης τοῦτο· ὁ γὰρ ἐν τούτοις ἀναιδῶς διακείμενος, ξένος ἐστὶ τοῦ μοναχικοῦ σχήματος καὶ τοῦ Χριστοῦ, τοῦ τοῦτο τὸ σχῆμα χαρισαμένου ἡμῖν. Μὴ πρόσχῃς τοῖς τόποις, ἐν οἷς κέκρυπται τὰ σκεύη τοῦ κελλίου τοῦ φίλου σοῦ. Μετὰ γαλήνης ἄνοιξον σὴν θύραν καὶ κλεῖσον, καὶ τὴν τοῦ ἑταίρου σου. Μὴ αἰφνιδίως πρὸς τίνα εἰσέλθῃς, ἀλλά, κρούσας ἔξωθεν καὶ προτραπείς, τότε εἴσελθε εὐλαβῶς.

Μὴ σπουδάσῃς ἐν τῷ σῷ βαδίσματι, ἐκτὸς ἀναγκαίας χρείας κατεπειγούσης σε. Γενοῦ τοῖς πᾶσιν ὑπήκοος ἐν παντὶ ἔργῳ ἀγαθῷ, ἵνα μὴ γένηται ἔργον διαβολικόν. Ἐν πραότητι πᾶσι διαλέγου καὶ μετὰ σωφροσύνης πρὸς πάντας ἀτένισον καὶ μὴ ἐμπλήσῃς σοὺς ὀφθαλμοὺς ἀπὸ προσώπου τινός. Πορευόμενος ἐν τῇ ὁδῷ, μὴ προκαταλάβῃς τοὺς μείζονάς σου, ἐὰν δὲ προκαταληφθῇ ὁ ἑταῖρος σου, μικρὸν προλαβών, ἔκδεξαι τοῦτον. Ὁ γὰρ μὴ ποιῶν οὕτως, ἄφρων ἐστὶ καὶ χοίρῳ μὴ ἔχοντι νόμον παραπλήσιος. Ἐὰν λαλήσῃ ὁ ἑταῖρος σου τισὶν ἀπαντήσασιν, ἐκδέχου αὐτὸν καὶ μὴ κατεπείγης τοῦτον. Ὁ ὑγιὴς λεγέτω τῷ ἀσθενοῦντι πρὸ τοῦ καιροῦ, ποιήσωμεν τὴν χρείαν.

Μὴ ἐλέγξῃς τινὰ ἐν τίνι παραπτώματι, ἀλλὰ σεαυτὸν ἤγου πᾶσιν ὑπεύθυνον καὶ τοῦ πταίσματος αἴτιον. Πᾶν ἔργον εὐτελὲς ποιεῖν μετὰ ταπεινοφροσύνης μὴ ἀπαναίνου μήτε μὴν παραιτοῦ. Ἐὰν δὲ παραβιασθῆς γελάσαι, μὴ ἀπαναίνου, μὴ φανῶσι σου οἱ ὀδόντες. Ἐὰν δὲ ἀναγκασθῇς λαλῆσαι γυναιξί, στρέψον σου τὸ πρόσωπον ἐκ τῆς θέας αὐτῶν, καὶ οὕτως αὐταῖς διαλέγου. Ἀπὸ δὲ κανονικῶν ἀπέχου, ὡς ἀπὸ πυρὸς καὶ ὡς ἀπὸ παγίδος διαβόλου, ἐκ τὲ τῆς ἀπαντήσεως αὐτῶν καὶ συνομιλίας καὶ θέας, ἵνα μὴ ψυχρανθὴ ἡ καρδία σου ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ χράνῃς σου τὴν καρδίαν τῷ βορβόρῳ τῶν παθῶν, κἂν ὦσι σου ἀδελφαὶ κατὰ σάρκα, ὡς ἀπὸ ξένων σαυτὸν παρατήρησαι. Ἐκ τῆς μίξεως τῆς μετὰ τῶν ἴδιων σου παραφυλάττου, ἵνα μὴ ψυχρανθὴ ἡ καρδία σου ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ. Τὰς μετὰ νεωτέρων παῤῥησίας καὶ συντυχίας φεῦγε ὡς φιλίαν διαβόλου. Ἕνα ἔχε συνόμιλον καὶ συμμύστην, τὸν φοβούμενον τὸν Θεὸν καὶ ἑαυτῷ προσέχοντα πάντοτε, πτωχὸν μὲν ὄντα ἐν τῷ κατασκηνώματι αὐτοῦ, πλούσιον δὲ ἐν τοῖς τοῦ Θεοῦ μυστηρίοις.

Ἀπὸ παντὸς κρύψον τὰ σὰ μυστήρια καὶ τὰς σὰς πράξεις καὶ τοὺς σοὺς πολέμους. Μὴ καθίσῃς ἄνευ ἐπιρριπταρίου ἔμπροσθεν τίνος, ἐκτὸς ἀνάγκης μετὰ δὲ σωφροσύνης εἷς τὴν ἀναγκαίαν χρείαν ἔξελθε, ὡς εὐλαβούμενος τὸν διατηροῦντά σε ἄγγελον, καὶ μετὰ φόβου Θεοῦ διατέλεσον καὶ ἀνάγκασον σεαυτὸν ἕως θανάτου, κἂν ἡ καρδία σου ἀπαρέσκηται.

Κρεῖσσον σοι φαγεῖν ἰὸν θανάσιμον ἢ μετὰ γυναικὸς ἐσθίειν, κἂν γένηταί σου μήτηρ ἢ ἀδελφή. Κρεῖσσόν σοι συνοικῆσαι δράκοντι ἢ συγκαθεύδειν νεωτέρῳ και συσκεπασθήναι, κἂν γένηταί σου ἀδελφὸς κατὰ σάρκα. Ἐὰν εἴπῃ σοι πορευομένῳ ἐν ὁδῷ τὶς σου μείζων, «Ἔρχου ἵνα ψάλωμεν», μὴ παρακούσῃς αὐτοῦ. Ἐὰν δὲ μὴ εἴπῃ, τῇ μὲν γλώττῃ σιώπησον, τῇ δὲ σῇ καρδίᾳ τὸν Θεὸν δοξολόγησον. Μὴ ἀντιστῇς τινὶ περὶ τίνος μήτε μαχεσθής μήτε ψεύσῃ μήτε ὀμνύῃς ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου. Καταφρονήθητι, καὶ μὴ καταφρόνησης. Ἀδικήθητι, καὶ μὴ ἀδικήσῃς. Κρεῖσσον διαφθαρῆναι τὰ σωματικὰ μετὰ τοῦ σώματος, ἢ ζημιωθῆναι τι τῶν τῆς ψυχῆς. Ἐν κρίσει μετὰ τίνος μὴ εἰσέλθῃς, ἀλλ’ ὑπόμεινον κατακριθείς, ἀκατάκριτος ὧν. Μὴ ἀγαπήσῃς τῇ σῇ ψυχῇ τὶ τῶν κοσμικῶν, ἀλλ’ ὑποτάγηθι τοῖς ἡγεμόσι καὶ ἄρχουσι, καὶ τῆς μέτ’ αὐτῶν μίξεως ἀπέχου. Αὕτη γὰρ παγὶς ἐστί, παγιδεύουσα τοὺς ἀμελεστέρους εἰς ἀπώλειαν.

Ὦ γαστρίμαργε, ὁ τὴν ἰδίαν ζητῶν θεραπεῦσαι γαστέρα, κρεῖσσον σοι βαλεῖν ἐν τῇ σῇ κοιλίᾳ ἄνθρακα πυρός, ἢ τὰ τηγανίσματα τῶν ἡγουμένων καὶ ἀρχόντων. Ἐπίχεέ σου ἐπὶ πάντας τὸ ἔλεος καὶ γενοῦ συνεσταλμένος ἀπὸ πάντων. Ἐκ τῆς πολυλογίας σαυτὸν παρατήρησον αὕτη γὰρ σβέννυσι ἐκ τῆς καρδίας τὰς νοερᾶς κινήσεις τὰς ἐκ Θεοῦ φυομένας. Φεῦγε τοῦ δογματίσαι ὡς ἀπὸ λέοντος ἀτάκτου μήτε μὴν μετὰ τῶν τροφίμων τῆς ἐκκλησίας εἰς τοῦτο συνεισέλθῃς μήτε μετὰ τῶν ἀλλότριων. Καὶ εἰς τὰς πλατείας τῶν ἀργίλων ἢ μαχίμων μὴ περάσῃς, ἵνα μὴ ἐμπλησθῇ σου ἡ καρδία θυμοῦ καὶ κατακυρίευση τῆς ψυχῆς σου τὸ τῆς πλάνης σκότος. Ὑπερηφάνῳ μὴ συνοίκησης, ἵνα μὴ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια ἀρθῇ ἀπὸ τῆς ψυχῆς σου καὶ γένηται οἰκητήριον παντὸς πονηροῦ πάθους.

Ταύτας τὰς παραφυλακὰς ἐὰν φύλαξης, ᾧ ἄνθρωπε, καὶ ἀσχολήσης σεαυτὸν διαπαντὸς ἐν τῇ μελέτῃ τοῦ Θεοῦ, ἐν ἀλήθειᾳ ὄψεταί σου ἡ ψυχὴ ἐν ἑαυτῇ τὸ φῶς τοῦ Χριστοῦ καὶ εἰς τὸν αἰῶνα μὴ σκοτάσῃ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Η’ - Περὶ Τάξεως Λεπτῆς τῆς Διακρίσεως
Προηγούμενο: ΛΟΓΟΣ ΣΤ’ - Περὶ Ὠφελείας τῆς ἐκ τῆς Φυγῆς τοῦ Κόσμου
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος