Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Θ’ - Περὶ Τάξεως τῆς Μοναχικῆς Πολιτείας Συντομίας τε καὶ Διαφορᾶς καὶ πῶς τε καὶ ποίῳ Τρόπῳ Τίκτονται αἱ Ἀρεταὶ ἐξ Ἀλλήλων
Προηγούμενο: ΛΟΓΟΣ Ζ’ – Περὶ Τάξεως τῶν Ἀρχαρίων καὶ Καταστάσεως καὶ τῶν Ἀνηκόντων αὐτοῖς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Η’ - Περὶ Τάξεως Λεπτῆς τῆς Διακρίσεως

Πρόσεχε σεαυτῷ, ᾧ ἀγαπητέ, ἀεὶ καὶ ἴδε ἐν τῇ συνεχείᾳ τῶν ἔργων σου καὶ τὰς θλίψεις τὰς συναντώσας σοι καὶ τὴν χωρᾶν τῆς ἐρήμου τῆς διαγωγῆς σου καὶ τὴν λεπτότητα τοῦ νοὸς σου μετὰ τῆς στρυφνότητος τῆς γνώσεως σου καὶ τὸ μῆκος τὸ πολὺ τῆς ἡσυχίας σου μετὰ τῶν φαρμάκων τῶν πολλῶν, ἤτοι τῶν πειρασμῶν, τῶν ἐκ τοῦ ἀληθινοῦ ἰατροῦ ἐπαγομένων πρὸς ὑγείαν ἐκείνου τοῦ ἔσω ἀνθρώπου, ἐν καιρῷ δή, ἐκ τῶν δαιμόνων καὶ ἐν καιρῷ ἐν νόσοις καὶ ἐν πόνοις τοῦ σώματος καὶ ἐν καιρῷ, ἐν πτοήσει τῶν νοημάτων τῆς ψυχῆς σου ἐν ταῖς μνήμαις ταῖς δειναῖς ταῖς μελλούσαις εἶναι εἰς τὰ ἔσχατα ἐν καιρῷ δέ, ἐν τῷ κεντρισμῷ καὶ περιδέσμῳ τῆς χάριτος τῆς θερμῆς καὶ τῶν γλυκέων δακρύων καὶ τῆς χαρᾶς τοῦ πνεύματος μετὰ τῶν λοιπῶν, ἵνα μὴ πληθύνω τοὺς λόγους.

Ἄρα ἐν πᾶσι τούτοις ἐντελῶς καθορᾷς, ὅτι τὸ ἕλκος σου ἤρξατο ὑγιαίνειν καὶ σφραγίζεσθαι; Τοῦτο δὲ ἐστίν, ἄρα τὰ πάθη ἤρξαντο ἀσθενεῖν; Θοῦ τεκμήριον καὶ εἴσελθε ἐν ἑαυτῷ διαπαντὸς καὶ ἴδε ποίᾳ μὲν τῶν παθῶν ὁρᾷς, ὅτι ἠσθένησαν κατενώπιον σον, ποίᾳ δὲ ἐξ αὐτῶν ἀπώλοντο καὶ ἀπέστησαν παντελῶς, καὶ ποίᾳ ἐξ αὐτῶν ἤρξαντο σιωπᾷν ἐκ τῆς ὑγιείας τῆς ψυχῆς σου καὶ οὐχὶ ἐκ τῆς ἀποστάσεως τῶν πτοούντων, καὶ ποίᾳ ἐκ τῆς διανοίας ἔμαθε κραταιοῦσθαι καὶ οὐχὶ ἐκ τῆς στερήσεως τῶν αἰτιῶν. Καὶ πρόσεχε πάλιν εἰ ἄρα βλέπεις παντελῶς ἐντὸς τῆς σήψεως τοῦ ἕλκους σου, ὅτι ἤρξατο σὰρξ ζῶσα ἀνέρχεσθαι, ὅπερ ἐστὶν ἡ εἰρήνη τῆς ψυχῆς καὶ ποίᾳ μὲν τῶν παθῶν ἀκολούθως καὶ ἠπειγμένως ἐκβιάζονται, καὶ ἐν ποίῳ καιρῷ καὶ καιρῷ καὶ εἰ εἰσὶ ταῦτα σωματικὰ ἢ ψυχικὰ ἢ σύνθετα καὶ σύμμικτα, καὶ εἰ ὡς ἀσθενῆ ἐν τῇ μνήμῃ κινοῦνται σκοτεινῶς ἢ ἰσχυρῶς κατὰ τῆς ψυχῆς ἐπανίστανται, καὶ εἰ ἄρα ὡς ἐξουσιάζοντα ἢ κλεψιμαίῳ τρόπῳ, καὶ πῶς προσέχει αὐτοῖς ὁ νοῦς ὁ βασιλεύς, ὁ ἐξουσιάζων τῶν αἰσθήσεων. Ὅταν κύψωσι καὶ συνάψωσι πόλεμον, πολεμεῖ μέτ’ αὐτῶν καὶ ἐξατονείν αὐτὰ ποιεῖ ἐν τῇ ἰσχύϊ ἑαυτοῦ ἢ οὐδὲ πάλιν ἐν ὁράσει καθορᾷ αὐτὰ καὶ ψηφίζει αὐτά; Καὶ ποίᾳ μὲν αὐτῶν ἀπηλείφησαν ἐκ τῶν παλαιῶν, ποίᾳ δὲ νεωστὶ ἐπλάσθησαν; Καὶ τὰ πάθη δὲ ἐν εἰκονισμῷ κινοῦνται ἢ ἐν αἰσθήσει χωρὶς εἰκονισμῶν, καὶ ἐν μνήμῃ χωρὶς πάθους καὶ διαλογισμῷ ἐκτὸς ἐρεθισμοῦ; Καὶ ἐκ τούτων πάλιν δυνατὸν γνῶναι τὸ μέτρον τῆς ψυχῆς, πῶς ἵσταται.

Ἐκεῖνα μὲν τὰ πρῶτα κατάστασιν οὐ πεφθάκασι. Διότι ἀκμὴν ἄγων ἐπίκειται τῇ ψυχῇ, κἂν καὶ ἰσχυρότητα κατ’ αὐτῶν δεικνύει. Ταῦτα δέ, καθὼς εἶπεν ἡ Γραφή, ἐν χρήσει «ἐκάθισε, λέγουσα, Δαβὶδ ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἀνέπαυσεν αὐτὸν ὁ Θεὸς ἐκ τῶν περικύκλῳ αὐτοῦ πάντων». Ταῦτα οὐ περὶ ἑνὸς τῶν παθῶν νοήσεις, ἀλλὰ καὶ μετὰ τῶν παθῶν τῶν φυσικῶν, τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ, καὶ τὰ πάθη τῆς φιλοδοξίας τῆς εἰκονιζούσης τὰ πρόσωπα καὶ φανταζούσης καὶ εἰς ἐπιθυμίαν καὶ ἔφεσιν διεγειρούσης καὶ τὸ πάθος τῆς φιλαργυρίας αὖθις, ὅταν κοινωνῇ αὐτῷ ἡ ψυχὴ κρυπτῶς, κἂν καὶ οὐ πείθηται εἰς ἔργον ἐλθεῖν, ἀλλὰ τὰ εἴδωλα τῶν τῆς φιλαργυρίας πραγμάτων ἐν τῇ ὅλῃ τῆς συναγωγῆς τοῦ πλούτου εἰκονίζη ἐν τῷ νοῒ καὶ τὴν ψυχὴν πείθῃ μελετῆσαι ἐν αὐτοῖς καὶ πόθον ἐμποιῇ κτήσασθαι αὐτὰ μετὰ τῶν λοιπῶν.

Οὐχὶ πάντα τὰ πάθη ἐν προσβολῇ πολεμοῦσιν. Ἔστι γὰρ πάθη, τὰς θλίψεις μόνον δεικνύοντα τῇ ψυχῇ ἀμελείᾳ καὶ ἀκηδίᾳ καὶ λύπῃ, οὐκ ἐν προσβολῇ οὐδὲ ἐν ἀνέσει προσβάλλουσιν, ἀλλὰ βάρος μόνον ἐπιτιθέασι τῇ ψυχῇ. Ἡ δὲ ἰσχὺς τῆς ψυχῆς ἐν νίκη κατὰ τῶν ἐν προσβολῇ πολεμούντων δοκιμάζεται, καὶ τούτων πάντων γνῶσιν λεπτὴν καὶ τεκμήρια χρὴ τῷ ἀνθρώπῳ ἔχειν, ὅπως αἰσθηθή εἰς ἕκαστον βῆμα, ὁ τίθησι, ποῦ ἔφθασε καὶ ἐν ποίᾳ χώρᾳ ἤρξατο ἡ ψυχὴ αὐτοῦ πατῆσαι, ἐν τῇ γῇ τοῦ Χαναᾶν ἢ ἔξωθεν τοῦ Ἰορδάνου.

Πρόσεχε δὲ καὶ τοῦτο. Ἐὰν διὰ τοῦ φωτὸς τῆς ψυχῆς ἱκανὴ ἡ γνῶσις πρὸς διάκρισιν τούτων ἢ ἐν σκότει διακρίνῃ αὐτὰ ἢ παντελῶς ἐστέρηται ἐκ τῶν τοιούτων, εὑρίσκεις ἄρα παντελῶς, ὅτι ἤρξατο ὁ λογισμὸς καθαρεύεσθαι; Δίδωσι τόπον ὁ μετεωρισμὸς ἐν τῇ διανοίᾳ κατὰ τὴν ὥραν τῆς προσευχῆς; Καὶ ποῖον ἄρα πάθος ταράσσει ἐν τῷ προσεγγίσαι τῇ προσευχῇ τὴν διάνοιαν; Αἰσθάνῃ ἐν σεαυτῷ, ὅτι ἡ δύναμις τῆς ἡσυχίας ἐπεσκίασεν ἐπὶ τὴν ψυχὴν ἐν ἐπιεικεῖς καὶ γαλήνῃ καὶ εἰρήνη, ἦν παρὰ τὸ ἔθος εἴωθε γεννᾷν τῇ διανοίᾳ; Ἁρπάζεται ὁ νοῦς ἀεὶ ἔξωθεν τοῦ θελήματος εἰς τὰς ἐννοίας τῶν ἀσωμάτων, εἰς ἅπερ οὐκ ἐπετράπησαν αἳ αἰσθήσεις ἑρμηνεῦσαι αὐτά; Ἐξάπτεται ἐν σοι ἐξαίφνης χαρά, ἡ κατασιγάζουσα τὴν γλῶσσαν; Ἐν τῇ ἀνομοίω τρυφὴ ἑαυτῆς βρύει ἐκ τῆς καρδίας ἀεὶ ἡδονὴ τις καὶ ἕλκει τὸν νοῦν ὅλον ἐξ ὅλου;

Ἀνεπαισθήτως κατὰ καιρὸν καὶ καιρὸν ἐμπίπτει εἰς ὅλον τὸ σῶμα τρυφὴ τις καὶ ἀγαλλίασις, ἅπερ γλῶσσα σαρκίνη ου δύναται αὐτὰ ἐξειπεῖν, ἕως ἂν πάντα τὰ ἐπίγεια σποδὸν καὶ σκύβαλα ἡγήσηται, ἐν τῇ μνήμη ταύτῃ. Ἐκείνῃ γὰρ ἡ πρώτη ἡ τῆς καρδίας ἐν καιρῷ ἐν ὥρᾳ τῆς προσευχῆς καὶ ἐν καιρῷ ἐν τῇ ἀναγνώσει καὶ ἐν καιρῷ πάλιν ἐκ τῆς διηνεκοῦς μελέτης καὶ τοῦ μήκους τῆς διανοίας θερμαίνεται ὁ νοῦς. Αὕτη δὲ ἡ ἐσχάτη, ὡς τὰ πολλὰ ἔξωθεν τούτων καὶ ποσάκις ἐν ἔργῳ παρέργῳ, καὶ εἰς τὰ πολλὰ τῶν νυκτῶν ἐν τῷ αὐτῷ τρόπῳ ὅτε μεταξὺ τοῦ ὕπνου καὶ τῆς ἐγρηγόρσεως, ὡς ὑπνῶν καὶ ὡς μὴ ὑπνῶν καὶ ὡς ἐγρηγορὼς καὶ οὐκ ἐγρηγορὼς ἐπισυμβαίνει. Ὅταν δὲ ἐπιδημήσῃ τῷ ἀνθρώπῳ ἐκείνη ἡ τρυφὴ ἡ σφύζουσα ἐν ὅλῳ τῷ σώματι αὐτοῦ, οὕτω νομίζει ὅτι ὁ τοιοῦτος ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὡς οὐκ ἐστὶν ἄλλο τὶ ἢ τῶν οὐρανῶν βασιλεία ἡ τοῦτο.

Βλέπε πάλιν εἰ ἡ ψυχὴ ἐκτήσατο δύναμιν ψιλοῦσαν τὰς μνήμας τὰς αἰσθητὰς ἐν τῇ δυνάμει τῆς ἐλπίδος τῆς κατακρατούσης τῆς καρδίας, καὶ κραταιούσαν τὰς αἰσθήσεις τὰς ἐσωτικάς ἐν ἀνερμηνεύτω πληροφορίας πείθοι καὶ εἰ ἐξυπνίσθη ἡ καρδία, χωρὶς τῆς περὶ αὐτῆς προνοίας αἰχμαλωτισθῆναι τῶν ἐπιγείων, ἐν τῇ ἀπαύστῳ διηγήσει μετὰ τῆς ἐργασίας αὐτῆς τῆς ἀδιαλείπτου, τῆς οὔσης μετὰ τοῦ Σωτῆρος ἡμῶν.

Κτῆσαι γνῶσιν τῆς διαφορᾶς τῆς κλήσεως αὐτῆς καὶ τῆς διηγήσεως, ὅταν ἀκούσῃς. Ταχέως δὲ γεύσασθαι τούτων ποιεῖ τῇ ψυχῇ ἡ μὴ διακοπτόμενη ἡσυχία ἐν τῇ ἀδιαλείπτῳ ἐργασίᾳ αὐτῆς καὶ διαμενούσῃ. Ἀπόλλυνται γὰρ πάλιν μετὰ τὴν εὕρεσιν αὐτῶν ἐκ τῆς ἀμελείας τῶν δεχόμενων, καὶ ἐν μακρῷ χρόνῳ αὖθις οὒχ εὑρίσκονται. Ἐν τούτοις γὰρ τολμᾷ τις τοῦ εἰπεῖν, τεθαῤῥηκὼς τῇ μαρτυρίᾳ τῆς συνειδήσεως αὐτοῦ, ὅπερ εἶπεν ὁ μακάριος Παῦλος φάσκων, «Πέπεισμαι, ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε τὰ λοιπὰ ἄλλα, χωρίσαι με τῆς ἀγάπης δύνανται τοῦ Χριστοῦ»· οὔτε γὰρ θλίψεις αἳ τοῦ σώματος καὶ μέτ’ αὐτῶν αἱ τῆς ψυχῆς, οὔτε λιμός, οὐ διωγμός, οὐ γυμνότης, οὐ μόνωσις, οὐκ ἐγκλεισμός, οὐ κίνδυνος, οὐ μάχαιρα, ἀλλ’ οὐδὲ οἱ ἄγγελοι τοῦ Σατανᾶ, οὔτε αἱ δυνάμεις αὐτοῦ ἐν τοῖς κακοῖς τρόποις τῶν μηχανημάτων, οὔτε ἡ καταργουμένη δόξα ἐν τῇ ἑαυτῆς προσβολῇ, τῇ προσβαλλούσῃ αὐτῷ, οὔτε συκοφαντίαι καὶ μέμψεις ἐν κολαφισμῷ δωρεὰν καὶ μάτην γινόμεναι.

Ἐὰν δὲ ταῦτα, ᾧ ἀδελφέ, κατὰ τινα τρόπον πλεονάζειν ἢ ὑστερεῖν, θεωρεῖσθαι ἐν τῇ ψυχῇ σου οὐκ ἤρξαντο, οἱ κάματοι σὸν καὶ αἱ θλίψεις καὶ ἡ ἡσυχία σου ἅπασα μόχθος ἐστὶν ἀνόνητος καὶ οὐδέ, ἐὰν θαυμάσια ἐν ταῖς χερσὶ σου ἐργάζωνται καὶ τοὺς νεκροὺς ἀνιστῶσιν, εἰς ὁμοίωσιν τούτων λογίζονται. Καὶ δὴ ἀρτίως κίνησον τὴν ψυχὴν σου καὶ ἐν δάκρυσι πεῖσον τὸν σώζοντα τὰ πάντα ἀφαιρεῖν τὸν βῆλον τῆς θύρας τῆς καρδίας σου καὶ τὴν σκότωσιν τῆς καταιγίδος τῶν παθῶν ἐκτίλαι τοῦ ἔνδοθεν στερεώματος, τοῦ ἀξιωθῆναι σε ἰδεῖν τὴν ἀκτῖνα τῆς ἡμέρας, ἵνα μὴ γένῃ ὡς νεκρὸς καθήμενος ἐν σκοτώσει εἰς τοὺς αἰῶνας.

Ἀγρυπνία διηνεκὴς μετὰ ἀναγνώσεως καὶ μετάνοιαι συνεχεῖς ἐκ διαδοχῆς γινόμεναι ὑπὸ τινος οὐ χρονίζουσι δοῦναι ταῦτα τὰ ἀγαθὰ τοῖς οὖσι σπουδαίοις. Καὶ ὁ εὔρων, ἐν τούτοις εὗρεν αὐτά. Καὶ οἱ θέλοντες πάλιν ταῦτα εὑρεῖν, χρῄζουσιν ἐμμείναι τῇ ἡσυχίᾳ, συνάμα τῇ ἐργασίᾳ τούτων, καὶ πρὸς τούτοις μὴ δεσμευθῆναι τὴν αὐτῶν διάνοιαν ἐν τίνι, μηδὲ ἐν ἀνθρώπῳ ἐκτὸς τῆς ψυχῆς ἑαυτῶν, ἐν τῇ ἐργασίᾳ δὲ αὐτῆς τῇ ἔνδον ἑδράζεσθαι. Ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἔργοις, ἐπ’ ἐνίοις τούτων εὑρίσκομεν μερικῶς ἐγγὺς ἡμῶν αἴσθησιν ἀκριβῆ, δι’ ἧς καὶ περὶ τῶν λοιπῶν βεβαιούμεθα. Ὁ ἐν τῇ ἡσυχίᾳ καθήμενος καὶ πεῖραν τῆς χρηστότητος λαβὼν τοῦ Θεοῦ, οὐ χρῄζει πολλῆς πιθανότητας, ἀλλ’ οὐδὲ κατὰ τίνα τρόπον ἀπιστίας νοσεῖ ἡ ψυχὴ αὐτοῦ, ὡς οἱ διστάζοντες τῇ ἀληθείᾳ. Ἡ μαρτυρία γὰρ τῆς ἑαυτοῦ διανοίας ἱκανοὶ πεῖσαι ἑαυτὸν ὑπὲρ ἀπείρους λόγους, πείρας ὄντας χωρίς.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Θ’ - Περὶ Τάξεως τῆς Μοναχικῆς Πολιτείας Συντομίας τε καὶ Διαφορᾶς καὶ πῶς τε καὶ ποίῳ Τρόπῳ Τίκτονται αἱ Ἀρεταὶ ἐξ Ἀλλήλων
Προηγούμενο: ΛΟΓΟΣ Ζ’ – Περὶ Τάξεως τῶν Ἀρχαρίων καὶ Καταστάσεως καὶ τῶν Ἀνηκόντων αὐτοῖς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος