Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ι’ – Περὶ τοῦ ἐν τίνι Διαφυλάττεται τὸ κάλλος τῆς Μοναχικῆς Πολιτείας καὶ κὶς ὁ τρόπος τῆς τοῦ Θεοῦ Δοξολογίας
Προηγούμενο: ΛΟΓΟΣ Η’ - Περὶ Τάξεως Λεπτῆς τῆς Διακρίσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Θ’ - Περὶ Τάξεως τῆς Μοναχικῆς Πολιτείας Συντομίας τε καὶ Διαφορᾶς καὶ πῶς τε καὶ ποίῳ Τρόπῳ Τίκτονται αἱ Ἀρεταὶ ἐξ Ἀλλήλων

Ἐκ τῆς ἐργασίας τῆς βιαίας τίκτεται ἡ θέρμη ἡ ἄμετρος, ἡ πυρπολουμένη ἐν τῇ καρδίᾳ ἐκ θερμῶν ἐνθυμήσεων, τῶν καινῶς ἐπιπολευουσῶν τῇ διανοίᾳ. Αὕτη δὲ ἡ ἐργασίᾳ καὶ ἡ φυλακῇ λεπτύνουσι τὸν νοῦν ἐν τῇ θέρμη αὐτῶν καὶ παρέχουσιν αὐτῷ ὅρασιν, καὶ αὕτη ἡ ὅρασις τίκτει τοὺς θερμοὺς λογισμούς, οὓς προεῖπον, ἐν τῷ βάθει τῆς ὁράσεως τῆς ψυχῆς, ἥτις καλεῖται θεωρία. Αὕτη δὲ ἡ θεωρία τίκτει τὴν θέρμην καὶ ἐκ τῆς θέρμης ταύτης, τῆς ἐκ τῆς χάριτος τῆς θεωρίας ἐπιγινομένης, γεννᾶται ἡ ἐπιῤῥοῇ τῶν δακρύων.

Ἐξ ἀρχῆς μὲν μικρὸν κέρδος, τουτέστιν ἐν μία ἡμέρᾳ πολλάκις ἐπέρχεται τῷ ἀνθρώπῳ δάκρυα καὶ αὖθις ἐλλείπει, καὶ ἐκ τούτου ἄρχεται τὸ ἄπαυστον δάκρυον καὶ ἐκ τῶν ἀπαύστων δακρύων δέχεται ἡ ψυχὴ τὴν εἰρήνην τῶν λογισμῶν, ἐκ δὲ τῆς εἰρήνης τῶν λογισμῶν ὑψοῦται εἰς τὴν καθαρότητα τοῦ νοῦ, διὰ δὲ τῆς τοῦ νοῦ καθαρότητας ἔρχεται ὁ ἄνθρωπος εἰς τὸ βλέπειν τὰ μυστήρια τοῦ Θεοῦ. Διότι ἡ καθαρότης ἐν τῇ ἀπὸ τῶν πολέμων εἰρήνη κεκρυμμένη ἐστί. Μετὰ δὲ ταῦτα φθάνει ὁ νοῦς ἰδεῖν ἀποκαλύψεις καὶ σημεῖα, ὡς εἶδεν Ἰεζεκιὴλ ὁ προφήτης, ἅπερ εἰκονίζει τὰς τρεῖς τάξεις, δι’ ἃς προσεγγίζει τῷ Θεῷ ἡ ψυχή. Τούτων ἁπάντων ἀρχὴ ἡ πρὸς Θεὸν ἀγαθὴ πρόθεσις καὶ τὰ εἴδη τῶν ἔργων τῆς ἡσυχίας, τὰ ἀμετάτρεπτα, ἅπερ τίκτεται ἐκ τῆς πολλῆς ἐκκοπῆς καὶ τοῦ μακρυσμοῦ τῶν βιωτικῶν. Οὐ τοσοῦτον δὲ ἀναγκαῖον ἐστὶ τὰ εἴδη τούτων τῶν ἔργων καθ’ ἕκαστον εἰπεῖν, διότι τοῖς πᾶσιν εἰσὶν ἐγνωσμένα. Ὅμως, ἐπειδὴ ἀζήμιος πέφυκεν ἡ τούτων ἔκθεσις τοῖς ἐντυγχάνουσιν, ἐπικερδὴς δὲ μᾶλλον, ὡς ἔγωγε φημί, οὐκ ὀκνητέον ἐκθέσθαι ταῦτα.

Ἅτινά εἰσὶν ἡ πείνα, ἡ ἀνάγνωσις, ἡ ὁλονύκτιος καὶ νήφουσα ἀγρυπνία, κατὰ τὴν ἑκάστου δύναμιν, καὶ τὸ πλῆθος τῶν μετανοιῶν, ὅπερ ποιεῖν χρειῶδες ἐν τὲ ταῖς ὥραις τῆς ἡμέρας καὶ ἐν νυκτὶ πολλάκις. Ἔστω δὲ τὸ ἐλάχιστον τριάκοντα ποιῆσαι μετανοίας ἐφάπαξ καὶ μετέπειτα προσκυνῆσαι τὸν τίμιον σταυρὸν καὶ ἀναχωρῆσαι. Εἰσι δὲ τινες, οἵτινες προστιθέασι τῷ μετρῶ τούτῳ κατὰ τὴν ἑαυτῶν δύναμιν. Ἄλλοι ἐν μιᾷ εὐχῇ ποιοῦσι τρεῖς ὥρας, ἔχοντες τὸν νοῦν νήφοντα καὶ ῥίπτοντες ἑαυτοὺς χωρὶς βίας καὶ μετεωρισμοῦ λογισμῶν ἐπὶ πρόσωπον. Καὶ ταῦτα τὰ δύο εἴδη δηλοῦσι καὶ ἐμφαίνουσι τοῦ πλούτου τὸ πλῆθος τῆς χρηστότητας, ἤτοι τῆς χάριτος, ἥτις ἑκάστῳ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν ἀξίαν διαιρεῖται.

Τὶς δὲ ὁ τρόπος τῆς ἑτέρας προσευχῆς καὶ τῆς ἐν αὐτῇ τε διαμονῆς τῆς ἐλευθέρας ἀπὸ τῆς βίας, οὐ δίκαιον ἐλογισάμην ἐμφανίσαι, οὐδὲ λόγοις γλώττης καὶ χαραγμαῖς ἐκφέρειν αὐτῆς τὴν τάξιν, ἵνα μή, ὁ ἀναγινώσκων καὶ μηδὲν εὑρεθεὶς καταλαβὼν ὧν ἀναγινώσκει, νομίσῃ ἀνόνητα εἶναι τὰ γεγραμμένα, ἤ, ἐὰν εὑρέθη, εἰδὼς ταῦτα, γένηται ἐξευτελίζων τὸν μὴ εἰδότα τὴν τῶν πραγμάτων τάξιν. Καὶ ἐκ τούτου μὲν μέμψις, ἐκ δὲ τοῦ ἑτέρου γέλως. Καὶ εὑρεθήσομαι βάρβαρος ἐν τοῖς τοιούτοις πράγμασι, κατὰ τὸ τοῦ Ἀποστόλου λόγιον, ὅπερ περὶ τοῦ προφητεύοντος εἴρηκεν.

Ὁ οὖν ἐπιθυμῶν μαθεῖν ταῦτα, διοδευέτω ἐν τῇ ὁδῷ τῇ προγεγραμμένη καὶ ἀκόλουθον ποιείτω τὴν ἐργασίαν τῇ διανοίᾳ. Καὶ ὅταν ἐν τούτοις γένηται ἐν ἔργῳ, αὐτὸς ἀφ’ ἑαυτοῦ μαθήσεται καὶ οὐ δεηθήσεται πάντως τοῦ διδάξοντος. Καθέζου, γὰρ φησίν, ἐν τῷ κελλίῳ σοῦ, καὶ αὐτὸ καθ’ αὐτὸ πάντα σε διδάξει.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Ι’ – Περὶ τοῦ ἐν τίνι Διαφυλάττεται τὸ κάλλος τῆς Μοναχικῆς Πολιτείας καὶ κὶς ὁ τρόπος τῆς τοῦ Θεοῦ Δοξολογίας
Προηγούμενο: ΛΟΓΟΣ Η’ - Περὶ Τάξεως Λεπτῆς τῆς Διακρίσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος