Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΑ’ - Περὶ Τοῦ Μὴ Δεῖν τὸν δοῦλον τοῦ Θεοῦ τὸν πτωχεύσαντα ἀπὸ τῶν κοσμικῶν καὶ ἐξεληλυθότα εἰς ἀναζήτησιν αὐτοῦ, διὰ τὸ μὴ ἐφθακέναι τὴν κατάληψιν τῆς ἀληθείας, φόβῳ τούτου παύσασθαι τῆς ἀναζητήσεως καὶ ψυχρανθῆναι τῆς θέρμης τῆς τικτομένης ἀπὸ τοῦ πόθου τῶν θείων καὶ τῆς ἐρευνήσεως τῶν μυστηρίων αὐτῶν. Δι’ ὧν τρόπων πέφυκεν ὁ νοῦς φύρεσθαι ἐν τῇ μνήμῃ τῶν παθῶν
Προηγούμενο: ΛΟΓΟΣ Θ’ - Περὶ Τάξεως τῆς Μοναχικῆς Πολιτείας Συντομίας τε καὶ Διαφορᾶς καὶ πῶς τε καὶ ποίῳ Τρόπῳ Τίκτονται αἱ Ἀρεταὶ ἐξ Ἀλλήλων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Ι’ – Περὶ τοῦ ἐν τίνι Διαφυλάττεται τὸ κάλλος τῆς Μοναχικῆς Πολιτείας καὶ κὶς ὁ τρόπος τῆς τοῦ Θεοῦ Δοξολογίας

Δεῖ τὸν μοναχὸν εἶναι ἐν πᾶσι τοῖς ἑαυτοῦ σχήμασι καὶ πράγμασι τύπον ὠφελείας τοῖς ὁρῶσιν αὐτόν, ὅπως ἐκ τῶν πολλῶν ἀρετῶν αὐτοῦ τῶν διαλαμπουσῶν ὡς ἀκτίνων, βλέποντες οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ μὴ βουλόμενοι, ὁμολογήσωσιν, ὅτι ἐστὶ τοῖς Χριστιανοῖς ἐλπὶς σωτηρίας βεβαία καὶ ἀμετάπτωτος, πανταχόθεν τε ἐπιδράμωσι πρὸς αὐτὸν ὡς καταφυγῶν ὄντα, ὥστε ὑψωθῆναι τὸ κέρας τῆς Ἐκκλησίας κατὰ τῶν ἐχθρῶν αὐτῆς καὶ πολλοὺς κινηθῆναι πρὸς ζῆλον τῆς αὐτοῦ ἀρετῆς καὶ τοῦ κόσμου ἐξελθεῖν, καὶ γενέσθαι αὐτὸν αἰδέσιμον ἐν πᾶσιν ἐκ τοῦ κάλλους τῆς πολιτείας αὐτοῦ. Καύχημα γὰρ τῆς Χριστοῦ Ἐκκλησίας ἡ μοναχικὴ πολιτεία.

Δεῖ οὖν τὸν μοναχὸν ἔχειν σχήματα ὡραία ἐκ πάντων τῶν μερῶν αὐτοῦ, ἤγουν ὑπεροψίαν τῶν ὁρωμένων, ἀκριβῆ ἀκτημοσύνην, καταφρόνησιν τελείαν τῆς σαρκός, νηστείαν ὑψηλήν, διαμονὴν ἐν τῇ ἡσυχίᾳ, εὐταξίαν τῶν αἰσθήσεων, ὁράσεως παραφυλακήν, πάσης ἔριδος περὶ πράγματος τοῦ αἰῶνος τούτου ἐκκοπήν, τὴν ἐν λόγοις βραχύτητα, τὴν ἐκ μνησικακίας καθαρότητα, τὴν μετὰ διακρίσεως ἁπλότητα, ἀκεραιότητα καὶ ἀφελότητα καρδίας μετὰ συνέσεως καὶ ἐντρεχείας καὶ ἀγχινοίας.

Τὸ γινώσκειν, ὅτι περιττὴ ἡ παροῦσα ζωὴ καὶ εὐπετής, καὶ ὅτι ἐγγὺς ἐστὶν ἡ ζωὴ ἐκείνῃ ἡ ἀληθινὴ καὶ πνευματική. Τὸ μὴ γινώσκεσθαι ὑπὸ τῶν ἀνθρώπων ἢ καταγινώσκεσθαι. Τὸ μὴ δεσμεύειν ἑαυτὸν ἐν ἑταιρίᾳ καὶ ἑνώσει τίνος τῶν ἀνθρώπων. Τὸ ἔχειν τὸν τόπον τῆς οἰκήσεως ἥσυχον. Τὸ φεύγειν ἀεὶ τοὺς ἀνθρώπους καὶ ἀδιαλείπτως ἐγκαρτερεῖν ταῖς προσευχαῖς καὶ ταῖς ἀναγνώσεσι. Τὸ μὴ ἀγαπᾶν τὴν τιμήν, μηδὲ χαίρειν ξενίοις. Τὸ μὴ δευσμεύειν ἑαυτὸν τῇ ζωῇ ταύτῃ. Τὸ ὑπομένειν γενναίως τοὺς πειρασμούς. Τὸ ἀπαλλαγῆναι τῶν κοσμικῶν ἐφέσεων καὶ τῆς ἐξερευνήσεως καὶ μνήμης τῶν πραγμάτων αὐτῶν. Τὸ διηνεκῶς φροντίζειν καὶ μελετᾶν εἰς τὴν χώραν τὴν ἀληθινήν. Τὸ ἔχειν τὸ πρόσωπον στυγνὸν καὶ ἐῤῥικνωμένον. Τὸ δακρύειν διηνεκῶς νυκτὸς καὶ ἡμέρας. Καὶ τὸ πάντων τούτων πλέον, τὸ φυλάσσειν τὴν ἰδίαν σωφροσύνην καὶ καθαρεύειν ἀπὸ τῆς γαστριμαργίας καὶ ἀπὸ τῶν μικρῶν καὶ ἀπὸ τῶν μεγάλων. Αὗται γὰρ εἰσὶν αἱ ἀρεταὶ τοῦ μοναχοῦ, ὡς συντόμῳ εἰπεῖν, αἱ μαρτυροῦσαι αὐτῷ τὴν ἀπὸ τοῦ κόσμου παντελῆ θνῆσιν καὶ τὴν πρὸς τὸν Θεὸν ἐγγύτητα.

Δεῖ οὖν ἡμᾶς φροντίζειν αὐτῶν ἐν παντὶ καιρῷ καὶ κτήσασθαι αὐτάς. Ἐὰν δὲ τὶς εἴπῃ, «Τὶς ἦν ἡ χρεία τοῦ κατὰ μέρος ὁρίζειν αὐτὰ καὶ μὴ καθόλου καὶ ἐν συντόμῳ περὶ αὐτῶν εἰπεῖν»· ἐρῶ, ὅτι τοῦτο ἀναγκαίως γέγονεν, ἵνα, ὅταν ζήτηση ἐν τι τῶν εἰρημένων ἐν τῇ ψυχῇ αὐτοῦ ὁ ἐπιμελούμενος τῆς ζωῆς αὐτοῦ καὶ εὕρῃ ὅτι ἐνδεὴς ἐστὶν ἑνὸς τούτων τῶν ὡρισμένων, γνώσεται ἐντεῦθεν τὸ ἐλάττωμα αὐτοῦ ἐν πάσῃ ἀρετῇ, καὶ ἔσται αὐτῷ αὕτη ἡ τάξις ἐν μέρει ὑπομνήματος. Ὅταν δὲ κτήσηται τὰ ὡρισμένα ἅπαντα ἐν ἑαυτῷ, τότε καὶ ἡ γνῶσις τῶν λοιπῶν, ὧν οὐκ ἐμνήσθην, δοθήσεται αὐτῷ. Καὶ ἔσται τοῖς ἀνθρώποις τοῖς ἁγίοις αἴτιος δοξολογίας τῆς εἰς Θεόν. Κἀντεῦθεν ἑτοιμάσει τῇ ψυχῇ αὐτοῦ τόπον ἀνέσεως πρὸ τοῦ ἐξελθεῖν αὐτὸν ἐκ τοῦδε τοῦ βίου.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΑ’ - Περὶ Τοῦ Μὴ Δεῖν τὸν δοῦλον τοῦ Θεοῦ τὸν πτωχεύσαντα ἀπὸ τῶν κοσμικῶν καὶ ἐξεληλυθότα εἰς ἀναζήτησιν αὐτοῦ, διὰ τὸ μὴ ἐφθακέναι τὴν κατάληψιν τῆς ἀληθείας, φόβῳ τούτου παύσασθαι τῆς ἀναζητήσεως καὶ ψυχρανθῆναι τῆς θέρμης τῆς τικτομένης ἀπὸ τοῦ πόθου τῶν θείων καὶ τῆς ἐρευνήσεως τῶν μυστηρίων αὐτῶν. Δι’ ὧν τρόπων πέφυκεν ὁ νοῦς φύρεσθαι ἐν τῇ μνήμῃ τῶν παθῶν
Προηγούμενο: ΛΟΓΟΣ Θ’ - Περὶ Τάξεως τῆς Μοναχικῆς Πολιτείας Συντομίας τε καὶ Διαφορᾶς καὶ πῶς τε καὶ ποίῳ Τρόπῳ Τίκτονται αἱ Ἀρεταὶ ἐξ Ἀλλήλων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος