Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΒ’ - Περὶ τοῦ πῶς ὀφείλει ὁ διακριτικὸς καθέζεσθαι ἐν τῇ ἡσυχίᾳ
Προηγούμενο: ΛΟΓΟΣ Ι’ – Περὶ τοῦ ἐν τίνι Διαφυλάττεται τὸ κάλλος τῆς Μοναχικῆς Πολιτείας καὶ κὶς ὁ τρόπος τῆς τοῦ Θεοῦ Δοξολογίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΑ’ - Περὶ Τοῦ Μὴ Δεῖν τὸν δοῦλον τοῦ Θεοῦ τὸν πτωχεύσαντα ἀπὸ τῶν κοσμικῶν καὶ ἐξεληλυθότα εἰς ἀναζήτησιν αὐτοῦ, διὰ τὸ μὴ ἐφθακέναι τὴν κατάληψιν τῆς ἀληθείας, φόβῳ τούτου παύσασθαι τῆς ἀναζητήσεως καὶ ψυχρανθῆναι τῆς θέρμης τῆς τικτομένης ἀπὸ τοῦ πόθου τῶν θείων καὶ τῆς ἐρευνήσεως τῶν μυστηρίων αὐτῶν. Δι’ ὧν τρόπων πέφυκεν ὁ νοῦς φύρεσθαι ἐν τῇ μνήμῃ τῶν παθῶν

Τρεῖς εἰσὶ τάξεις, ἐν αἷς προκύπτει ὁ ἄνθρωπος. Ἡ τάξις τῶν ἀρχαρίων, καὶ ἡ μέση, καὶ ἡ τῶν τελείων. Καὶ ὁ μὲν ἐν τῇ πρώτῃ τάξει ὧν, εἰ καὶ τὸ φρόνημα αὐτὸν εἷς τὸ ἀγαθὸν ῥέπει, ἀλλ’ οὖν ἡ κίνησις τῆς διανοίας αὐτοῦ ἐν τοῖς πάθεσιν ἐστίν. Ἡ δὲ δευτέρᾳ, μέση τὶς ἐστὶν ἐμπάθειας καὶ ἀπάθειας. Καὶ οἱ δεξιοὶ λογισμοὶ καὶ οἱ ἐξ εὐωνύμων ἐξίσης κινοῦνται ἐν αὐτῷ, καὶ οὐ παύεται ὅλως βρύων τὸ φῶς καὶ τὸ σκότος, ὡς ἤδη εἴρηται. Ἐὰν δὲ παύσηται πρὸς ὀλίγον ἀπὸ τῆς συνεχοῦς ἀναγνώσεως τῶν θείων Γραφῶν καὶ τῆς φαντασίας τῶν θείων νοημάτων, ἐν οἷς φανταζόμενος ἐξάπτεται ἐν τοῖς τρόποις τῆς ἀληθείας κατὰ τὴν ἑαυτοῦ δύναμιν, μετὰ τῆς παραφυλακῆς τῆς ἔξωθεν, ἐξ ἧς γίνεται καὶ ἡ ἐνδοτάτη φυλακὴ καὶ τὸ ἔργον τὸ ἱκανόν, μέλλει ἀνθέλκεσθαι εἰς τὰ πάθη.

Ἐὰν δὲ θρέψη τὴν φυσικὴν αὐτοῦ θέρμην ἐν οἷς ἔφην, καὶ μὴ ἐάσῃ τὴν ἀναζήτησιν καὶ τὴν ἔρευναν καὶ τὸν πρὸς αὐτὰ πόθον μακρόθεν, κἂν οὒχ ἑώρακεν αὐτά, ἀλλ’ ἐκ τοῦ νεύματος τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν τρέφων τοὺς λογισμοὺς αὐτοῦ καὶ συνέχων, ἵνα μὴ κλίνωσιν εἰς τὰ ἀριστερά, καὶ μὴ δέξηται σπόρον τινὰ διαβολικὸν ἐν σχήματι ἀληθείας, φύλαξη δὲ μᾶλλον τὴν ἑαυτοῦ ψυχὴν μετὰ πόθου καὶ αἰτήσηται τὸν Θεὸν μετὰ ἐμπόνου προσευχῆς καὶ ὑπομονῆς, αὐτὸς παρέξει αὐτῷ τὴν αἴτησιν αὐτοῦ καὶ ἀνοίξει αὐτῷ τὴν θύραν αὐτοῦ, καὶ μάλιστα διὰ τὴν ταπείνωσιν αὐτοῦ. Τὰ γὰρ μυστήρια τοῖς ταπεινόφροσιν ἀποκαλύπτονται.

Ἐὰν δὲ ἀποθάνῃ ἐπὶ ταύτῃ τῇ ἐλπίδι, εἰ καὶ μηδαμοῦ θεάσηται τὴν γῆν ἐκείνην ἐκ τοῦ σύνεγγυς, ἀλλ’ οἶμαι, ὅτι ἡ κληρονομία αὐτοῦ μετὰ τῶν ἀρχαίων δικαίων ἔσται, τῶν ἐλπισάντων φθάσαι τὴν τελειότητα καὶ μὴ θεασαμένων αὐτήν, κατὰ τὸ ἀποστολικὸν λόγιον, ὅτι «ἐπ’ ἐλπίδι εἰργάσαντο πάσας τὰς ἡμέρας αὐτῶν καὶ ἐκοιμήθησαν». Ἀλλὰ τὶ εἴπωμεν, ἐὰν μὴ φθάσῃ ὁ ἄνθρωπος εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἥτις ἐστὶ τύπος τῆς τελειώσεως, τουτέστιν καταλαβεῖν τὴν ἀλήθειαν φανερῶς, κατὰ τὸ μέτρον τῆς φυσικῆς δυνάμεως; Ἄρα διὰ τοῦτο κωλύεται ἀπὸ τούτου καὶ μένει ἐν τῇ ἐσχάτῃ τάξει, ἧς πᾶσα ἡ πρόθεσις ἐπὶ τὰ ἀριστερὰ κέκλικεν· ἢ καὶ διὰ τὸ μὴ καταλαβεῖν πᾶσαν τὴν ἀλήθειαν, ἄρα ἐμμένει τῇ ἀγενότητι τῆς ἐσχάτης τάξεως, ἥτις οὐ γινώσκει, οὐδὲ ἐπιθυμεῖ τούτων; ἢ πρέπει αὐτὸν ὑψωθῆναι πρὸς ταύτην τὴν μέσην ὁδόν, ἦν ἔφην;

Κἂν γὰρ οὐκ ἐθεάσατο αὐτήν, εἰ μὴ ὡς δι’ ἐσόπτρου, ἀλλὰ ἤλπισε μακρόθεν καὶ διὰ ταύτης τῆς ἐλπίδος συνετέθη τοῖς πατράσιν αὐτοῦ. Καὶ εἰ οὐκ ἠξιώθη τῆς τελείας χάριτος ἐνταῦθα, ἀλλὰ διὰ τὸ πάντοτε αὐτῇ ὁμιλεῖν καὶ ὅλῳ τῷ νῷ ἐν αὐτῇ ἀναστρέφεσθαι καὶ διὰ τὸ κεῖσθαι ἐν τῇ ἐπιθυμία αὐτῆς ὅσον ζῇ, ἐδύνατο ἐκκόψαι τοὺς λογισμοὺς τοὺς πονηρούς, καὶ ὅτι ἐν τῇ ἐλπίδι ταύτῃ ἡ καρδία αὐτοῦ πεπληρωμένη ἐκ τοῦ Θεοῦ ἐξέρχεται ἐκ τοῦ κόσμου τούτου.

Ἐὰν ὁτιοῦν ἔχον ταπείνωσιν εὐπρεπὲς πέφυκεν. Ἡ γὰρ ἀδολεσχίᾳ τοῦ νοὸς ἡ ἀσώματος εἰς τὸν πόθον τοῦ Θεοῦ, ἥτις ὁδηγεῖται ἐκ τῆς κατανοήσεως τῶν θείων Γραφῶν, περιφράττει τὴν ψυχὴν ἔσωθεν ἄπ’ ἔμπροσθεν τῶν πονηρῶν λογισμῶν καὶ τηρεῖ τὴν διάνοιαν ἐν τῇ μνήμῃ τῶν μελλόντων ἀγαθῶν, ἵνα μὴ χαυνωθῇ ὁ νοῦς ἐν τῇ ἀμελείᾳ, αὐτοῦ καὶ σχολάσῃ ἀντὶ τῶν κρειττόνων εἰς τὴν μνήμην τῶν κοσμικῶν πραγμάτων. Διότι ἐκ τούτων κατ’ ὀλίγων ψυχραίνονται αἱ θερμότητες τῶν θαυμαστῶν κινήσεων αὐτοῦ, καὶ ἐμπίπτει εἰς ἐπιθυμίας ματαίας τε καὶ ἀλόγους.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΒ’ - Περὶ τοῦ πῶς ὀφείλει ὁ διακριτικὸς καθέζεσθαι ἐν τῇ ἡσυχίᾳ
Προηγούμενο: ΛΟΓΟΣ Ι’ – Περὶ τοῦ ἐν τίνι Διαφυλάττεται τὸ κάλλος τῆς Μοναχικῆς Πολιτείας καὶ κὶς ὁ τρόπος τῆς τοῦ Θεοῦ Δοξολογίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος