Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΓ’ – Περὶ τοῦ ὅτι ὠφέλιμος τοῖς ἡσυχασταῖς ἡ ἀργίᾳ τῶν φροντίδων καὶ ἐπιζήμιος ἡ εἴσοδος καὶ ἡ ἔξοδος
Προηγούμενο: ΛΟΓΟΣ ΙΑ’ - Περὶ Τοῦ Μὴ Δεῖν τὸν δοῦλον τοῦ Θεοῦ τὸν πτωχεύσαντα ἀπὸ τῶν κοσμικῶν καὶ ἐξεληλυθότα εἰς ἀναζήτησιν αὐτοῦ, διὰ τὸ μὴ ἐφθακέναι τὴν κατάληψιν τῆς ἀληθείας, φόβῳ τούτου παύσασθαι τῆς ἀναζητήσεως καὶ ψυχρανθῆναι τῆς θέρμης τῆς τικτομένης ἀπὸ τοῦ πόθου τῶν θείων καὶ τῆς ἐρευνήσεως τῶν μυστηρίων αὐτῶν. Δι’ ὧν τρόπων πέφυκεν ὁ νοῦς φύρεσθαι ἐν τῇ μνήμῃ τῶν παθῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΒ’ - Περὶ τοῦ πῶς ὀφείλει ὁ διακριτικὸς καθέζεσθαι ἐν τῇ ἡσυχίᾳ

Ἄκουσον, ἀγαπητέ, ἐὰν θέλῃς, ἵνα μὴ γένωνται τὰ ἔργα σου μάταια καὶ αἱ ἡμέραι σου ἀργαὶ καὶ στερούμεναι τοῦ κέρδους τοῦ ἐλπιζομένου τοῖς διακριτικοῖς ἐν τῇ ἡσυχίᾳ. Η εἴσοδος σου ἐν αὐτῇ ἐν διακρίσει ἔστω ἀλλὰ μὴ ἐξ ὑποδοχῆς τινός, ἵνα μὴ γένη ὡς οἱ πολλοί, ἀλλὰ γενέσθω σκοπὸς τεθειμένος ἐν τῇ διανοίᾳ σου, ἵνα πρὸς αὐτὸν εὐθύνῃς τὰ ἔργα τῆς πολιτείας σου. Καὶ ἐρώτησον τοὺς ἐπὶ πλέον γινώσκοντας ἐκ πείρας καὶ οὐχὶ ἀπὸ γνώσεως μόνον, καὶ μὴ παύσῃ, ἕως ὧν γυμνασθής ἐν πάσαις ταῖς τρίβοις τῶν ἔργων αὐτῆς. Καὶ πᾶν βῆμα, ὅπερ τιθῇς, γίνου ἐξετάζων, εἰ ἐν τῇ ὁδῷ πορεύῃ, ἢ ἔξωθεν αὐτῆς ἐξέκλινας, εἰς μίαν τρίβον ἔξωθεν αὐτῆς πορευόμενος. Καὶ μὴ πιστεύσῃς ἐκ τῶν ἔργων μόνων τῶν φανερῶν ὅτι τελειοῦται ἡ ἀκριβὴς πολιτεία τῆς ἡσυχίας.

Ἐὰν ἐπιθυμῇς εὑρεῖν τι καὶ φθάσαι αὐτὸ ἐν τῇ ἑαυτοῦ πεῖρα, γενέσθω σοι σημεῖα καὶ τεκμήρια κρυπτῶς ἐν τῇ ψυχῇ σου εἰς ἕκαστον βῆμα, ὅπερ τιθῇς, καὶ ἐξ αὐτῶν μέλλεις γνῶναι τὴν ἀλήθειαν τῶν Πατέρων ἢ τὴν πλάνην τοῦ ἐχθροῦ.

Ἔστω δὲ σοι ταῦτα τὰ ὀλίγα, ἕως ἂν σοφισθείης ἐν τῇ ὁδῷ σοῦ. Ὅτε ἐν τῇ ἡσυχίᾳ βλέπεις ἐν τῷ νοΐ σου τὴν διάνοιαν σου δυναμένην ἐλευθερίως ἐνεργεῖν ἐν τοῖς λογισμοῖς τοῖς δεξιοῖς καὶ οὐκ ἔστι βίᾳ αὕτη ἐν τῇ ἐξουσίᾳ αὐτῆς περὶ τίνος αὐτῶν, γνῶθι ὅτι ἡ ἡσυχία σου ὀρθὴ ἐστί.

Καὶ πάλιν, ὅταν λειτουργής, ἐὰν ἐν τῇ διαφορᾷ τῆς λειτουργίας σου πόῤῥω τοῦ μετεωρισμοῦ κατὰ τὸ δυνατὸν ὑπάρχῃς καὶ ἐξαίφνης κόπτηται ὁ στίχος ἐκ τῆς γλώσσης σου καὶ ἐκχέῃ κατὰ τῆς ψυχῆς σου τὰς πέδας τῆς σιωπῆς ἔξωθεν τῆς ἐλευθερίας αὐτῆς καὶ αὗται ἐξακολουθοῦσι τῇ διαμονῇ, γνῶθι, ὅτι εἰς τοὔμπροσθεν ἔρχῃ ἐν τῇ ἡσυχίᾳ σου καὶ ἤρξατο ἡ πραότης διπλασιάζεσθαι ἐν σοι. Ἡ ἡσυχία γὰρ ἡ ἁπλῆ μεταξὺ τῆς δικαιοσύνης ψεκτὴ ἐστίν. Ἡ πολιτεία ἡ ἁπλῆ ὥσπερ μέλος μονογενὲς κεχωρισμένον ἐκ τῆς βοηθείας τῶν ἄλλων ψηφίζεται παρὰ τοῖς φιλοσόφοις καὶ διακριτικοῖς.

Καὶ ἐὰν πάλιν βλέπῃς τῇ ψυχῇ σου, ἐν ἑκάστῳ λογισμῷ κινουμένῳ ἐν αὐτῇ καὶ πάσῃ μνήμῃ καὶ ταῖς θεωρίαις ταῖς ἐν τῇ ἡσυχίᾳ σου, πληρουμένους τοὺς ὀφθαλμοὺς σου δακρύων καὶ βρέχοντας κατὰ τῶν παρειῶν σου χωρὶς βίας, γνῶθι, ὅτι ἤρξατο γενέσθαι ἔμπροσθεν σου ἄνοιγμα τοῦ φραγμοῦ, εἰς κατάλυμα τῶν ἐναντίων.

Καὶ ἐὰν εὑρίσκῃς ἐν ἑαυτῷ κατὰ καιρὸν καὶ καιρὸν βαπτιζομένην τὴν διάνοιάν σου ἐντὸς σου, χωρὶς προνοίας της περὶ αὐτὴν ἔξωθεν τῆς τάξεως τοῦ ἔθους καὶ διαμένῃ τι τῆς ὥρας ἡ ὅπερ ἐστί, καὶ μετὰ ταῦτα βλέπῃς τὰ μέλη σου ὡσανεὶ ἐν ἀσθενείᾳ πολλῇ καὶ βασιλεὺς ἡ εἰρήνη ἐπὶ τοὺς λογισμοὺς σου καὶ αὐτὸ σοι τοῦτο διαμένῃ ἀεί, γνῶθι, ὅτι ἤρξατο ἡ νεφέλη ἐπισκιάσαι ἐπὶ τὴν σκηνὴν σου.

Ἐὰν δέ, ὅταν καιρὸν ποίησης ἐν τῇ ἡσυχίᾳ, εὑρίσκῃς εἰς τὴν ψυχὴν σου λογισμούς, σχίζοντας καὶ ἐξουσιάζοντας αὐτῆς, καὶ ὡς ἐν βίᾳ παραλαμβάνηται ἐξ αὐτῶν ἐν πάσῃ ὥρᾳ καὶ ὁδηγῆται ἡ διάνοια αὐτῆς ἐν παντὶ καιρῷ εἰς ἅπερ ἐπράχθη ὕπ’ αὐτῆς ἢ ἐπιθυμῇ ἐξετάσαι τὰ μάταια, γνῶθι, ὅτι ματαίως κοπιᾷς ἐν τῇ ἡσυχίᾳ καὶ ἐν τῷ μετεωρισμῷ διάγει ἡ ψυχὴ σου. Καὶ γίνονται αὕτη αἰτίαι ἔξωθεν ἡ ἀπὸ ἀμελείας τῆς ἔνδον ἀπὸ τῶν καθηκόντων, μᾶλλον δὲ ἐκ τῆς ἀγρυπνίας καὶ τῆς ἀναγνώσεως, καὶ εὐθέως κατάστησον τὸ πρᾶγμα σου.

Ἐὰν δέ, ὅταν εἰσέλθῃς ἐν ταῖς ἡμέραις αὐταῖς, οὒχ εὑρίσκῃς εἰρήνην ἐκ τῆς ὀχλήσεως τῶν παθῶν, μὴ θαυμάσῃς. Ἐὰν γὰρ ὁ κόλπος τοῦ κόσμου, διαδραμουσῶν ἐξ αὐτοῦ τῶν ἀκτίνων τοῦ ἡλίου, μετὰ ὥραν μακρὰν ἐν θερμότητι διατελῆ, καὶ ἡ ὀσμὴ πάλιν τῶν φαρμάκων καὶ ὁ καπνὸς τοῦ μύρου, ὁ ἐκχεόμενος ἐν τῷ ἀέρι, ὥραν μακρὰν διαμένει πρὸ τοῦ διασκεδασθῆναι καὶ ἀφανισθῆναι, πόσῳ μᾶλλον τὰ πάθη, τὰ ὡς δίκην κυνῶν εἰωθότων ἐν μακέλλῳ λεῖξαι τὸ αἷμα, ἡνίκα κωλυθείη τῆς ὕλης τοῦ ἔθους αὐτῶν, ἵστανται πρὸ τῶν θυρῶν ὑλακτοῦντα, ἕως ἂν διασκεδασθῇ ἡ δύναμις τῆς προτέρας αὐτῶν συνηθείας;

Ὅτε ἄρξεται ἡ ἀμέλεια κλοπιμαίῳ τρόπῳ εἰσελθεῖν ἐν τῇ ψυχῇ σου καὶ εἰς τὰ ὀπίσω στρέφεται ἑαυτῆς ἐν σκοτώσει καὶ ἐπλησίασεν ὁ οἶκος πληρωθῆναι σκοτώσεως, ταῦτα τὰ τεκμήρια πλησιάζουσιν αἰσθάνῃ ἐν ἑαυτῷ κρυπτῶς, ὅτι ἐν τῇ πίστει σου ἀσθενεῖς καὶ ἐν τοῖς ὁρατοῖς πλεονεκτεῖς καὶ ἡ πεποίθησις σου μειοῦται καὶ ἐν τῷ πλησίον σου ζημιοῦσαι καὶ ὅλη ἡ ψυχὴ σου πληροῦται μέμψεως ἐν στόματι καὶ καρδίᾳ κατὰ παντὸς ἀνθρώπου καὶ πράγματος καὶ ἐν οἷς πράγμασιν ἀπαντᾶς ἐν τε λογισμοῖς καὶ αἰσθήσεσι καὶ κατ’ αὐτοῦ τοῦ Ὑψηλοῦ καὶ πτοῇ ἐκ τῆς βλάβης τοῦ σώματος, δι’ ἧς ἡ μικροψυχία κατακυριεύσει σου ἐν πάσῃ ὥρᾳ, καὶ κατὰ καιρὸν καὶ καιρὸν κινεῖται ἡ ψυχὴ σου ἐν τῷ φόβῳ, ὡς καὶ ἀπὸ τῆς σκιᾶς σου δειλιᾶν καὶ κατεπείγεσθαι. Τὴν πίστιν γάρ, οὐχὶ τὴν ὡς θεμέλιον τῆς ὁμολογίας τῶν πάντων λέγομεν, ἀλλὰ τὴν δύναμιν ἐκείνην τὴν νοητήν, τὴν ἐν τῷ φωτὶ τῆς διανοίας στηρίζουσαν τὴν καρδίαν καὶ ἐν τῇ μαρτυρία τῆς συνειδήσεως κινοῦσαν ἐν τῇ ψυχῇ πολλὴν πεποίθησιν πρὸς τὸν Θεόν, ἵνα μὴ αὕτη φροντίζῃ ἑαυτῆς, ἀλλ’ ἐπὶ τὸν Θεὸν ἐπιῤῥίψῃ τὴν φροντίδα αὐτῆς ἀμερίμνως ἐν παντί, ἐκάλυψας ἐν τῇ ἀπιστία.

Ὅταν δὲ εἰς τὸ ἔμπροσθεν σου ἔλθῃς, ταῦτα τὰ φανερὰ σημεῖα ἐν τῇ ψυχῇ σου εὑρήσεις πλησίον. Ἐν τῇ ἐλπίδι κραταιούσαι ἐν πᾶσι καὶ ἐν τῇ εὐχῇ πλουτήσεις, καὶ οὒχ ὑστερῇ ὕλη κέρδους ποτὲ ἐν τῇ διανοίᾳ σοῦ, ἐν οἷς ἀπαντᾶς ἅπασι, καὶ αἰσθάνῃ τῆς ἀσθενείας τῆς ἀνθρωπινῆς φύσεως καὶ ἐξ ἑνὸς τούτων ἐκ τῆς ὑπερηφανίας φυλάττεσαι, καὶ ἐν τῷ μέρει δὲ τῷ ἄλλῳ τὰ ἐλαττώματα καταφρονοῦντα τοῦ πλησίον ἐν τοῖς ὀφθαλμοῖς σου. Καὶ γίγνῃ ἐν ἐπιθυμίᾳ τοῦ ἐξελθεῖν ἐκ τοῦ σώματος ἐν τῇ ἐφέσει, ἐν ἡ μέλλομεν ἔσεσθαι ἐν τῷ μέλλοντι. Καὶ πάντα τὰ συμβαίνοντα ἡμῖν θλιβερά, τὰ συναντῶντα σοι φανερῶς καὶ κρυπτῶς, εὑρίσκεις ἐν δικαιοσύνῃ. Τὰ πάντα ἐγγὺς σοῦ ἐν πάσῃ ἀκριβείᾳ, τῇ ἀπεχούσῃ ἀπὸ τῆς οἰήσεως. Καὶ ὑπὲρ πάντων ἐξομολόγησιν ἀποδώσεις καὶ εὐχαριστίαν. Ταῦτα τὰ σημεῖα τῶν νηφόντων καὶ παραφυλαττομένων καὶ ἐν τῇ ἡσυχίᾳ διαμενόντων καὶ τὴν ἀκρίβειαν τῆς πολιτείας ἐπιθυμούντων φθάσαι.

Οἱ χαῦνοι δὲ οὐ χρήζουσι τούτων τῶν τεκμηρίων τῶν λεπτῶν τῶν ἐνέδρων τῶν πτώσεων, διὰ τὸ ἀπέχειν αὐτοὺς ἀπὸ τῶν κρυπτῶν ἀρετῶν. Ὅτε μία ἐκ τούτων παρακύψαι ἄρξεται ἐν τῇ ψυχῇ σου, νόησον αὐτῇ τῇ ὥρᾳ ἐν ποίῳ μέρει ἤρξω ἐκκλίνειν. Εὐθὺς γὰρ γινώσκεις ποίας συνοδίας ἐστίν. Ὁ Θεὸς δώῃ ἡμῖν γνῶσιν ἀληθῆ. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΓ’ – Περὶ τοῦ ὅτι ὠφέλιμος τοῖς ἡσυχασταῖς ἡ ἀργίᾳ τῶν φροντίδων καὶ ἐπιζήμιος ἡ εἴσοδος καὶ ἡ ἔξοδος
Προηγούμενο: ΛΟΓΟΣ ΙΑ’ - Περὶ Τοῦ Μὴ Δεῖν τὸν δοῦλον τοῦ Θεοῦ τὸν πτωχεύσαντα ἀπὸ τῶν κοσμικῶν καὶ ἐξεληλυθότα εἰς ἀναζήτησιν αὐτοῦ, διὰ τὸ μὴ ἐφθακέναι τὴν κατάληψιν τῆς ἀληθείας, φόβῳ τούτου παύσασθαι τῆς ἀναζητήσεως καὶ ψυχρανθῆναι τῆς θέρμης τῆς τικτομένης ἀπὸ τοῦ πόθου τῶν θείων καὶ τῆς ἐρευνήσεως τῶν μυστηρίων αὐτῶν. Δι’ ὧν τρόπων πέφυκεν ὁ νοῦς φύρεσθαι ἐν τῇ μνήμῃ τῶν παθῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος