Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΔ’ - Περὶ τῆς ἐναλλαγῆς καὶ τροπῆς τῆς γινομένης τοῖς ὁδεύουσιν ἐν τῇ ὁδῷ τῆς ἡσυχίας τῇ ὑπὸ τοῦ Θεοῦ τεταγμένη
Προηγούμενο: ΛΟΓΟΣ ΙΒ’ - Περὶ τοῦ πῶς ὀφείλει ὁ διακριτικὸς καθέζεσθαι ἐν τῇ ἡσυχίᾳ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΓ’ – Περὶ τοῦ ὅτι ὠφέλιμος τοῖς ἡσυχασταῖς ἡ ἀργίᾳ τῶν φροντίδων καὶ ἐπιζήμιος ἡ εἴσοδος καὶ ἡ ἔξοδος

Ἄνθρωπος πολυμέριμνος, πρᾶος καὶ ἡσύχιος γενέσθαι οὐ δύναται. Διότι αἱ ἀναγκαῖαι αἰτίαι τῶν πραγμάτων, ἐν αἷς ταλαιπωρεῖ, ἀναγκάζουσιν αὐτὸν κινεῖσθαι ἐν αὐταῖς καὶ ἀσχολεῖσθαι εἰς αὐτὰ ἄκοντα καὶ μὴ βουλόμενον, καὶ διασκορπίζουσι τὴν γαλήνην αὐτοῦ καὶ ἡσυχίαν. Δεῖ οὖν τὸν μοναχὸν κατέναντι τοῦ προσώπου τοῦ Θεοῦ στῆσαι ἑαυτὸν καὶ ἀεὶ πρὸς αὐτὸν τὸ ὄμμα αὐτοῦ τεῖναι ἀμετατρεπτί, εἰ ἀληθῶς βούλεται φρουρῆσαι τὸν νοῦν αὐτοῦ καὶ τὰς μικρᾶς κινήσεις τὰς ἑρπούσας ἐν αὐτῷ καθαρίσαι καὶ μεταβαλεῖν, καὶ μαθεῖν μετὰ γαλήνης διαλογισμῶν διακρῖναι τὰ εἰσερχόμενα καὶ ἐξερχόμενα αἱ γὰρ πολλαὶ ἀσχολίαι τῶν μοναχῶν τεκμήριον εἰσὶ τῆς χαυνότητος αὐτῶν πρὸς ἑτοιμότητα τῆς γεωργίας τῶν ἐντολῶν τοῦ Χριστοῦ καὶ ἐκφαίνουσιν αὐτῶν τὰ ἐλαττώματα πρὸς τὰ θεῖα.

Χωρὶς ἀμεριμνίας φῶς ἐν τῇ ψυχῇ σου μὴ ζήτησης μήτε γαλήνην καὶ ἡσυχίαν ἐν τῇ χαυνότητι τῶν αἰσθήσεων σου καὶ ὅπου ἀσχολίαι πραγμάτων μὴ πληθύνῃς τὰς ἀσχολίας σου, καὶ οὐ μὴ εὕρῃς ῥεμβασμὸν ἐν τῷ νῷ σου ἢ ἐν τῇ εὐχῇ σου. Ἄνευ γὰρ ἀδιάλειπτου προσευχῆς προσεγγίσαι τῷ Θεῷ οὐ δύνασαι. Τὸ δὲ μετὰ τὸν κόπον τῆς προσευχῆς ἑτέραν μέριμναν ἐμποιῆσαι τῷ νῷ, σκορπισμὸν τῇ διανοίᾳ ἀπεργάζεται.

Τὰ δάκρυα καὶ ὁ ῥαπισμὸς τῆς κεφαλῆς ἐν τῇ προσευχῇ καὶ τὸ κυλινδεῖσθαι μετὰ θερμότητας, ἐξυπνίζουσι τὴν θέρμην τῆς γλυκύτητος αὐτῶν ἔνδοθεν τῆς καρδίας, καὶ μετὰ ἐπαινουμένης ἐκστάσεως πετᾶται ἡ καρδία πρὸς τὸν Θεὸν καὶ βοᾷ, «ἐδίψησεν ἡ ψυχὴ μου πρὸς σὲ τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα. Πότε ἥξω καὶ όφθήσομαι τῷ πρόσωπῴ σου, Κύριε;». Ὁ ἐκ τοῦ οἴνου τούτου πιὼν καὶ μετὰ ταῦτα στερηθεὶς αὐτοῦ, αὐτὸς μόνος οἶδεν ἐν ποίᾳ ταλαιπωρίᾳ κατελείφθη καὶ τὶ ἀφῃρέθη ἄπ’ αὐτοῦ χάριν τῆς χαυνότητος αὐτοῦ.

Ὧ τὶ κακὴ ἡ θέα καὶ ἡ ὁμιλία τοῖς ἐν ἡσυχίᾳ διάγουσιν! Ἐν ἀληθείᾳ, ᾧ ἀδελφοί, πλέον τῶν λελυμένων τῆς ἡσυχίας. Ὅτι καθάπερ ἡ σφοδρότης τοῦ κρυστάλλου ἐξαίφνης ἐπιπεσοῦσα τοῖς ἀκροδρύοις τῶν φυτῶν ξηραίνει αὐτὰ καὶ ἀφανίζει, οὕτω καὶ αἱ συντυχίαι τῶν ἀνθρώπων, κἂν μικροὶ παντελῶς ὦσι καί, ὡς τὸ δοκοῦν, πρὸς τὸ ἀγαθὸν ἐξενηνεγμέναι, ξηραίνουσι τὰ ἄνθη τῶν ἀρετῶν τὰ νεωστὶ ἀνθήσαντα ἐκ τῆς συγκράσεως τῆς ἡσυχίας καὶ κυκλοῦντα μετὰ ἁπλότητος καὶ τρυφερότητος τῷ φυτῷ τῆς ψυχῆς, τῷ φυτευθέντι ἐπὶ τὰς διεξόδους τῶν ὑδάτων τῆς μετανοίας. Καὶ ὥσπερ ἡ σφοδρότης τῆς πάχνης, καταλαμβάνουσα τὰ νεωστὶ φυόμενα, κατακαίει αὐτά, οὕτω καὶ ἡ συντυχία τῶν ἀνθρώπων τὴν ῥίζαν τοῦ νοῦ, τὴν ἀρξαμένην χλοηφορεῖν τὴν τῶν ἀρετῶν χλόην. Καὶ εἰ ἡ ὁμιλία τῶν κατὰ τι μὲν ἐγκρατευομένων κατὰ τι δὲ ἐλαττώματα μικρὰ ἐχόντων βλάπτειν εἴωθε τὴν ψυχήν, πόσῳ μᾶλλον ἡ λαλιὰ καὶ ἡ θέα τῶν ἰδιωτῶν καὶ μωρῶν, ἵνα μὴ εἴπω τῶν κοσμικῶν. Ὥσπερ γὰρ εὐγενὴς ἄνθρωπος καὶ ἔντιμος, ὅταν μεθυσθῇ ἐπιλανθάνεται τῆς ἰδίας εὐγενείας καὶ ἀτιμάζεται αὐτοῦ ἡ κατάστασις καὶ καταγελᾶται αὐτοῦ τὸ τίμιον ἐκ τῶν ἀλλότριων λογισμῶν, τῶν ἐπεισελθόντων αὐτῷ ἐκ τῆς δυνάμεως τοῦ οἴνου, οὕτω καὶ ἡ σωφροσύνη τῆς ψυχῆς θολοῦται ὑπὸ τῆς θέας καὶ τῆς ὁμιλίας τῶν ἀνθρώπων καὶ ἐπιλανθάνεται τοῦ τρόπου τῆς παραφυλακῆς αὐτῆς καὶ ἀπαλείφεται ἀπὸ τῆς διανοίας αὐτῆς ὁ σκοπὸς τοῦ θελήματος αὐτῆς καὶ ἐκριζοῦται ἄπ’ αὐτῆς πασὰ βάσις καταστάσεως ἐπαινουμένης.

Εἰ οὖν ἡ συντυχία καὶ ὁ πλατυσμός, αἱ ἐν τῷ μετεωρισμῷ ἐπισυμβαίνουσαι τῷ ὄντι ἐν ἡσυχίᾳ, ἧ καὶ ἡ πλησίασις τούτων, ὥστε ἰδεῖν ἢ ἀκοῦσαι, ἐπαρκοῦσι μόνον τούτῳ, τὰ εἰσερχόμενα διὰ τῶν πυλῶν τῆς ὄψεως καὶ τῆς ἀκοῆς τὰ ἐπεισιόντα πρὸς ψυχρότητα καὶ θόλωσιν τῆς διανοίας ἀπὸ τῶν θείων αὐτῷ ἐμποιῆσαι καὶ εἰ ἧ μικρὰ ὥρᾳ τοσαύτην ζημίαν δύναται τῷ ἐγκρατεῖ μοναχῷ ποιῆσαι, τὶ φήσομεν περὶ τῆς διηνεκοῦς ἀπαντήσεως καὶ τοῦ πολλοῦ ἐν τούτοις ἐγχρονισμοῦ; Ἡ γὰρ ἀναθυμίασις, ἡ ἐκ τῆς γαστρὸς ἀνιοῦσα, τὸν νοῦν οὐκ ἐᾷ δέξασθαι τὴν θείαν ἐπίγνωσιν, ἀλλὰ σκοτίζει αὐτόν, ὃν τρόπον ἡ ἐκ τῆς ὑγρότητος τῆς γῆς ἀνιοῦσα ὁμίχλη καὶ σκοτοῦσα τὸν ἀέρα.

Καὶ ἡ ὑπερηφανία δὲ οὐ κατανοεῖ, ὅτι ἐν τῇ σκοτίᾳ διαπορεύεται καὶ τὴν ἔννοιαν τῆς σοφίας οὐκ οἶδε. Πῶς γὰρ καὶ γνῶναι ἔχει ἡ ἐν τῷ σκοτασμῷ αὐτῆς ὑπάρχουσα; Διὰ τοὶ τοῦτο καὶ τῷ ἐσκοτισμένῳ λογισμῷ αὐτῆς ἐπαίρεται ὑπεράνω πάντων, οὖσα εὐτελεστέρα καὶ ἀσθενεστέρα, καὶ τὰς ὁδοὺς Κυρίου μὴ δυναμένη μαθεῖν. Ὁ δὲ Κύριος κρύπτει ἐξ αὐτῆς τὸ θέλημα αὐτοῦ, καθότι ἐν τῇ ὁδῷ τῶν ταπεινῶν οὐκ ἠβουλήθη πορεύεσθαι.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΔ’ - Περὶ τῆς ἐναλλαγῆς καὶ τροπῆς τῆς γινομένης τοῖς ὁδεύουσιν ἐν τῇ ὁδῷ τῆς ἡσυχίας τῇ ὑπὸ τοῦ Θεοῦ τεταγμένη
Προηγούμενο: ΛΟΓΟΣ ΙΒ’ - Περὶ τοῦ πῶς ὀφείλει ὁ διακριτικὸς καθέζεσθαι ἐν τῇ ἡσυχίᾳ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος