Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΕ’ - Περὶ Τῶν Ἡσυχαζόντων πότε ἄρχονται νοεῖν, ποῦ ἔφθασαν ἐν τοῖς ἔργοις αὐτῶν ἐν τῇ ἀπεράντῳ θαλάσσῃ, ἤτοι τῇ διαγωγῇ τῆς ἡσυχίας, καὶ πότε δύνανται ἐλπίσαι μικρόν, ὅτι ἤρξαντο διδόναι αὐτοῖς οἱ κόποι αὐτῶν καρποὺς
Προηγούμενο: ΛΟΓΟΣ ΙΓ’ – Περὶ τοῦ ὅτι ὠφέλιμος τοῖς ἡσυχασταῖς ἡ ἀργίᾳ τῶν φροντίδων καὶ ἐπιζήμιος ἡ εἴσοδος καὶ ἡ ἔξοδος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΔ’ - Περὶ τῆς ἐναλλαγῆς καὶ τροπῆς τῆς γινομένης τοῖς ὁδεύουσιν ἐν τῇ ὁδῷ τῆς ἡσυχίας τῇ ὑπὸ τοῦ Θεοῦ τεταγμένη

Ὁ συνελθὼν τῷ νῷ αὐτοῦ ἐν τῇ ἡσυχίᾳ πολιτεύεσθαι, ῥυθμιζέτω ἑαυτὸν καὶ ἐν τῇ γεωργίᾳ καὶ τάξει τῆς ἡσυχίας διεξαγαγέτω τὸ ἐπίλοιπον τῶν ἡμερῶν αὐτοῦ. Ὅταν συμβῇ σοι, ὡς ἐστὶ σύνηθες τῇ τάξει τῆς ἡσυχίας τῇ ὡρισμένῃ ὑπὸ τῆς θείας χάριτος, ἔνδοθεν συγκεχύσθαι τῷ σκότει τὴν ψυχήν, καὶ ὥσπερ τὰς ἡλιακὰς ἀκτῖνας τὰς καλυπτομένας ἀπὸ τῆς γῆς ἐκ τῆς ἀχλύος τῶν νεφελῶν, πρὸς ὀλίγον χρόνον στερηθῆναι τῆς πνευματικῆς παρακλήσεως καὶ τοῦ φωτὸς τῆς χάριτος, διὰ τὸ ἐπισκιάζον νέφος τῶν παθῶν, καὶ συσταλῆναι ἀπὸ σοῦ μικρὸν τὴν χαροποιὸν δύναμιν καὶ ἐπισκιάσαι τῷ νῷ ἀσυνήθη ἀχλύν, μὴ ταραχθῇς τῇ διανοίᾳ καὶ χεῖρα προτείνῃς τῇ ἀγνοίᾳ τῆς ψυχῆς, ἀλλ’ ὑπόμεινον καὶ ἀνάγνωθι εἰς τὰς βίβλους τῶν διδασκάλων, καὶ βίασαι σαυτὸν ἐν τῇ εὐχῇ καὶ ἐκδέχου τὴν βοήθειαν.

Ὥσπερ γὰρ ἀποκαλύπτεται τὸ πρόσωπον τῆς γῆς ταῖς ἀκτῖσι τοῦ ἡλίου ἐκ τῆς κατασχούσης σκοτίας τοῦ ἀέρος, οὕτω δύναται καὶ ἡ εὐχὴ λῦσαι καὶ διασκεδάσαι ἐκ τῆς ψυχῆς τὰ νέφη τῶν παθῶν καὶ διαυγάσαι τὸν νοῦν τῷ φωτὶ τῆς εὐφροσύνης καὶ τῆς παρακλήσεως ὅπερ τίκτειν εἴωθεν ἐν τοῖς ἐνθυμήμασιν ἡμῶν, καὶ μάλιστα ὅταν σχῇ ὕλην ἐκ τῶν θείων Γραφῶν καὶ ἐγρήγορσιν στίλβουσαν τὸν νοῦν. Ἡ γὰρ διηνεκὴς μελέτη ἐν ταῖς γραφαῖς τῶν ἁγίων θαύματος ἀκατάληπτου καὶ θείας εὐφροσύνης τὴν ψυχὴν ἐμπίπλησι.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἷς τοὺς αἰῶνας.