Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΣΤ’ - Περὶ τῶν τρόπων τῶν Ἀρετῶν
Προηγούμενο: ΛΟΓΟΣ ΙΔ’ - Περὶ τῆς ἐναλλαγῆς καὶ τροπῆς τῆς γινομένης τοῖς ὁδεύουσιν ἐν τῇ ὁδῷ τῆς ἡσυχίας τῇ ὑπὸ τοῦ Θεοῦ τεταγμένη
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΕ’ - Περὶ Τῶν Ἡσυχαζόντων πότε ἄρχονται νοεῖν, ποῦ ἔφθασαν ἐν τοῖς ἔργοις αὐτῶν ἐν τῇ ἀπεράντῳ θαλάσσῃ, ἤτοι τῇ διαγωγῇ τῆς ἡσυχίας, καὶ πότε δύνανται ἐλπίσαι μικρόν, ὅτι ἤρξαντο διδόναι αὐτοῖς οἱ κόποι αὐτῶν καρποὺς

Λέγω σοι πρᾶγμα, καὶ μὴ διστάσῃς τοῦτον, μηδὲ τοῖς λοιποῖς μοὺ λόγοις καταφρόνησης, ὡς ἐλαχίστου, διότι ἀληθεῖς οἱ παραδεδωκότες μοι εἰσίν. Ὅτι ἀλήθειαν λέγω σοι καὶ ἐν τούτοις τοῖς λόγοις μου καὶ ἐν ἅπασιν. Ἐὰν κρέμασης σαυτὸν ἀπὸ τῶν βλεφάρων τῶν ὀφθαλμῶν σοῦ, ἕως ἂν φθάσῃς τὰ δάκρυα, μὴ νομίσῃς, ὅτι ἔφθασάς τὶ ἐν τῇ διαγωγὴ τῆς πολιτείας σου. Μέχρι γὰρ τῆς ἄρτι τῷ κοσμῶ ὑπηρετοῦσι τὰ κρυπτὰ σοῦ, τουτέστιν ἐν τῇ διαγωγὴ τῶν κοσμικῶν ἵστασαι καὶ διὰ τοῦ ἔξω ἀνθρώπου ἐργάζῃ τὸ ἔργον τοῦ Θεοῦ, ὁ δὲ ἔσω ἄνθρωπος ἀκμὴν ἄκαρπος ἐστὶν ὁ γὰρ καρπὸς αὐτοῦ ἐκ τῶν δακρύων ἄρχεται. Ὅταν γὰρ εἰς τὴν χώραν αὐτῶν φθάσῃς, τότε γίνωσκε, ὅτι ἐξῆλθεν ἡ διάνοια σου ἐκ τῆς φυλακῆς τοῦ κόσμου τούτου καὶ τέθεικε τὸν πόδα αὐτῆς εἰς τὴν πορείαν τοῦ καινοῦ αἰῶνος καὶ ἤρξατο ὀσφραίνεσθαι τοῦ καινοῦ ἀέρος ἐκείνου τοῦ θαυμαστοῦ.

Καὶ τότε ἄρχεται καταφέρειν τὰ δάκρυα. Ήγγικε γὰρ ἡ κύησις τοῦ πνευματικοῦ νηπίου, διότι ἡ χάρις, ἡ κοινὴ πάντων μήτηρ, κατεπείγεται τεκεῖν τῇ ψυχῇ θεῖον τύπον μυστικῶς πρὸς τὸ φῶς τοῦ μέλλοντος αἰῶνος. Ὅταν δὲ φθάσῃ ὁ καιρὸς τοῦ τοκετοῦ, τηνικαῦτα ὁ νοῦς ἄρχεται κινεῖσθαι ἐν ἐνίοις τῶν ἐκεῖσε, ὥσπερ ἡ ἀναπνοή, ἦν ἀνιμᾶται τὸ βρέφος ἔσωθεν τῶν μελῶν, ἐν οἷς διατρέφεσθαι πέφυκε. Καὶ διὰ τὸ μὴ ὑπομένειν ὅπερ οὐκ ἐστὶν αὐτῷ σύνηθες, ἐξαίφνης ἄρχεται κινεῖν τὸ σῶμα εἰς κλαυθμόν, μεμιγμένον τῇ τοῦ μέλιτος γλυκύτητι. Καὶ καθ’ ὅσον τρέφεται τὸ ἔνδοθεν βρέφος, κατὰ τοσοῦτον καὶ ἡ προσθήκη τῶν δακρύων γίνεται. Καὶ αὕτη ἡ τάξις τῶν δακρύων, ἦν ἔφην, οὐκ ἐστὶν ἐκείνη, ἡ ἐκ διαλειμμάτων ἐπισυμβαίνουσα τοῖς ἡσυχάζουσι διότι αὕτη ἡ παράκλησις ἡ γινομένη ἀπὸ καιροῦ εἰς καιρόν, παντὶ ἐστὶ γινομένῳ ἐν ἡσυχίᾳ μετὰ Θεοῦ, καὶ πότε μὲν ὄντι ἐν τῇ θεωρίᾳ τῆς διανοίας, πότε δὲ ἐν τοῖς λόγοις τῶν Γραφῶν, πότε δὲ ἐν τῇ ὁμιλίᾳ τῆς δεήσεως. Ἀλλὰ περὶ ταύτης λέγω, τῆς οὔσης τῷ ἀδιαλείπτως δακρύοντι νυκτὸς καὶ ἡμέρας.

Ὅστις δὲ ἐν ἀληθείᾳ καὶ ἀκριβείᾳ εὗρε τὴν ἀλήθειαν τῶν τρόπων τούτων, ἐν τῇ ἡσυχίᾳ ταύτην εὗρε. Γίνονται γὰρ οἳ ὀφθαλμοὶ αὐτοῦ δίκην πηγῆς ὕδατος μέχρι διετοῦς χρόνου ἢ καὶ πλείω. Μετὰ δὲ ταῦτα εἰσέρχεται εἰς τὴν εἰρήνην τῶν λογισμῶν, ἀπὸ δὲ τῆς εἰρήνης τῶν λογισμῶν εἰσέρχεται εἰς ἐκείνην τὴν κατάπαυσιν, περὶ ἧς εἶπεν ὁ ἅγιος Παῦλος, καθὼς χωρεῖ ἡ φύσις μερικῶς, ἀπὸ δὲ τῆς εἰρηνικῆς καταπαύσεως ἄρχεται ὁ νοῦς θεωρεῖν τὰ μυστήρια. Καὶ τότε τὸ ἅγιον Πνεῦμα ἄρχεται ἀποκαλύπτειν αὐτῷ τὰ οὐράνια, καὶ ὁ Θεὸς οἰκεῖ ἐν αὐτῷ, καὶ τὸν καρπὸν τοῦ Πνεύματος διεγείρει ἐν αὐτῷ. Καὶ ἐκ τούτου αἰσθάνεται τῆς ἀλλοιώσεως τῆς μελλούσης ὑποδέξασθαι τὴν φύσιν τὴν ἐσωτέραν ἐν τῇ ἀνακαινίσει τῶν ὅλων, ἀμυδρῶς πῶς καὶ ὡς ἐν αἰνίγματι.

Ταῦτα ἔγραψα πρὸς ἀνάμνησιν ἐμὴν καὶ παντὸς ἐντυγχάνοντος τῷδε τῷ συγγράμματι, καθὼς κατείληφα ἀπὸ τε τῆς θεωρίας τῶν Γραφῶν καὶ τῶν ἀληθινῶν στομάτων, καὶ μικρὸν ἄπ’ αὐτῆς τῆς πείρας, ἵνα μοι γένηται βοήθεια, διὰ τῶν προσευχῶν τῶν ὠφελουμένων ἐξ αὐτῶν. Διότι οὐκ ὀλίγον μόχθον κατεβαλόμην εἰς αὐτά.

Ἄκουε δὲ πάλιν καὶ ὁ μέλλω σοι λέγειν νῦν, ὁ μεμάθηκα παρὰ ἀψευδοῦς στόματος. Ὅταν εἰσέλθῃς εἰς τὴν χώραν τῆς εἰρήνης τῶν λογισμῶν, τότε τὸ πλῆθος τῶν δακρύων ἀφαιρεῖται ἀπὸ σου, καὶ μετὰ ταῦτα ἔρχονται σοι τὰ δάκρυα ἐν μέτρῳ καὶ καιρῷ τῷ προσήκοντι.

Αὕτη ἐστὶν ἐν ἀληθείᾳ ἡ ἀκρίβεια, ὡς ἐν συντόμῳ εἰπεῖν καὶ παρὰ πάσης τῆς Ἐκκλησίας πιστεύεται.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΣΤ’ - Περὶ τῶν τρόπων τῶν Ἀρετῶν
Προηγούμενο: ΛΟΓΟΣ ΙΔ’ - Περὶ τῆς ἐναλλαγῆς καὶ τροπῆς τῆς γινομένης τοῖς ὁδεύουσιν ἐν τῇ ὁδῷ τῆς ἡσυχίας τῇ ὑπὸ τοῦ Θεοῦ τεταγμένη
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος