Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Εὐχὴ
Προηγούμενο: ΛΟΓΟΣ ΙΕ’ - Περὶ Τῶν Ἡσυχαζόντων πότε ἄρχονται νοεῖν, ποῦ ἔφθασαν ἐν τοῖς ἔργοις αὐτῶν ἐν τῇ ἀπεράντῳ θαλάσσῃ, ἤτοι τῇ διαγωγῇ τῆς ἡσυχίας, καὶ πότε δύνανται ἐλπίσαι μικρόν, ὅτι ἤρξαντο διδόναι αὐτοῖς οἱ κόποι αὐτῶν καρποὺς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΣΤ’ - Περὶ τῶν τρόπων τῶν Ἀρετῶν

Ἡ ἄσκησις μήτηρ τοῦ ἁγιασμοῦ ἐστίν, ἐξ οὖ γεννᾶται ἡ πρώτη γεῦσις τῆς αἰσθήσεως τῶν μυστηρίων τοῦ Χριστοῦ, ἥτις καλεῖται πρώτη τάξις τῆς ἐπιγνώσεως τοῦ Πνεύματος. Μηδεὶς πλανήσῃ ἑαυτὸν καὶ φαντασθῇ μαντείας. Ψυχὴ γὰρ ἡ μεμιασμένη οὐκ ἀνέρχεται εἰς καθαρὰν βασιλείαν, οὐδὲ συνάπτεται τοῖς πνεύμασι τῶν ἁγίων. Ξέσον τὸ κάλλος τῆς σωφροσύνης σου ἐν δάκρυσι καὶ νηστείαις καὶ τῇ καθ’ ἑαυτὸν ἡσυχίᾳ. Θλῖψις μικρὰ διὰ τὸν Θεὸν γινομένη κρείσσων ἐστὶ μεγάλου ἔργου τοῦ ἀθλίπτως τελουμένου. Διότι ἡ ἑκούσιος θλῖψις τὸ δοκίμιον τῆς πίστεως τῇ ἀγάπη ἀνατέλλει, τὸ δὲ ἔργον τῆς ἀναπαύσεως ἐκ τοῦ κάρου τῆς συνειδήσεως γίνεται.

Διὰ τοῦτο ἐν θλίψεσιν ἐδοκιμάσθησαν οἱ ἅγιοι περὶ τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ οὐχὶ ἐν ἀνέσει. Διότι τὸ χωρὶς κόπου γινόμενον ἔργον ἡ δικαιοσύνη ἐστὶ τῶν κοσμικῶν, οἵτινες ἐκ τῶν ἔξωθεν ποιοῦσιν ἐλεημοσύνην καὶ οὐκ ἐν ἑαυτοῖς κερδαίνουσι. Σὺ δέ, ᾧ ἀγωνιστὰ καὶ μιμητὰ τοῦ πάθους τοῦ Χριστοῦ, ἐν σεαυτῷ ἀγώνισαι, ἵνα ἀξιωθῇς γεύσασθαι τῆς δόξης αὐτοῦ. «Εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξαζόμεθα». Οὐ συνδοξάζεται ὁ νοῦς μετὰ τοῦ Ἰησοῦ, ἐὰν μὴ συμπάσχῃ τὸ σῶμα ὅπερ τοῦ Χριστοῦ. Λοιπὸν ὁ καταφρονῶν τῆς ἀνθρωπίνης δόξης, οὗτος ἐστὶν ὁ τῆς δόξης τοῦ Θεοῦ ἀξιούμενος καὶ δοξάζεται τὸ σῶμα αὐτοῦ μετὰ τῆς ψυχῆς. Ἡ γὰρ δόξα τοῦ σώματος ὑποταγῇ ἐστὶ σωφροσύνης μετὰ τὸν Θεόν, ἡ δόξα δὲ τοῦ νοῦ ἡ θεωρία ἐστὶν ἡ ἀληθινὴ περὶ τὸν Θεόν. Ἡ ἀληθινὴ ὑποταγὴ διπλῆ ἐστίν, ἐν ἔργοις καὶ ὀνειδίσεσι. Ὅταν οὖν πάσχῃ τὸ σῶμα, καὶ ἡ καρδία συμπάσχῃ αὐτῷ. Ἐὰν οὐ γινώσκῃς τὸν Θεόν, οὐ δυνατὸν κινηθῆναι ἐν σοὶ τὴν ἀγάπην αὐτοῦ, καὶ οὐ δύνασαι ἀγαπῆσαι τὸν Θεόν, ἐὰν μὴ ἴδῃς αὐτόν. Ἡ ὅρασις δὲ τοῦ Θεοῦ ἐκ τὸν γινώσκειν αὐτὸν ἐστίν. Οὐ προηγεῖται γὰρ ἡ θεωρία αὐτοῦ τῆς γνώσεως αὐτοῦ.



Ἑπόμενο: Εὐχὴ
Προηγούμενο: ΛΟΓΟΣ ΙΕ’ - Περὶ Τῶν Ἡσυχαζόντων πότε ἄρχονται νοεῖν, ποῦ ἔφθασαν ἐν τοῖς ἔργοις αὐτῶν ἐν τῇ ἀπεράντῳ θαλάσσῃ, ἤτοι τῇ διαγωγῇ τῆς ἡσυχίας, καὶ πότε δύνανται ἐλπίσαι μικρόν, ὅτι ἤρξαντο διδόναι αὐτοῖς οἱ κόποι αὐτῶν καρποὺς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος