Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΖ’ - Περὶ ἑρμηνείας τῶν τρόπων τῆς Ἀρετῆς καὶ τὶς ἡ ἰσχὺς ἑκάστου αὐτῶν καὶ τὶς ἡ διαφορὰ ἑκάστου αὐτῶν
Προηγούμενο: ΛΟΓΟΣ ΙΣΤ’ - Περὶ τῶν τρόπων τῶν Ἀρετῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Εὐχὴ

Ἀξίωσόν με, Κύριε, γινώσκειν σε καὶ ἀγαπᾶν, οὐκ ἐν τῇ γνώσει, τῇ ἐν τῷ σκορπισμῷ τοῦ νοῦ, τῇ ἐκ τῆς γυμνασίας γινομένη, ἀλλ’ ἀξίωσόν με ἐκείνης τῆς γνώσεως, ἐν ᾗ ὁ νοῦς, θεωρῶν σε, δοξάζει τὴν φύσιν σου ἐν τῇ θεωρίᾳ τῇ κλεπτούσῃ τὴν αἴσθησιν τοῦ κόσμου ἀπὸ τῆς διανοίας. Ἀξίωσόν με ὑψωθῆναι ἐκ τῆς θέας τοῦ θελήματος τῆς γεννώσης τὰς φαντασίας, καὶ ἰδεῖν σε ἐν τῇ βίᾳ τὸν δεσμὸν τοῦ σταυροῦ, ἐν τῷ μέρει τῷ δευτέρῳ τῆς τοῦ νοῦ σταυρώσεως, τὸν ἐν ἐλευθερίᾳ ἀποπανομένον ἀπὸ τῆς ἐνεργείας τῶν νοημάτων ἐν τῇ διηνεκεῖ σου θεωρίᾳ, τῇ ὑπὲρ φύσιν. Θὲς ἐν ἐμοὶ αὔξησιν τῆς ἀγάπης σου, ἵνα ὀπίσω τοῦ ἔρωτός σου ἔλθω ἐκ τοῦ κόσμου τούτου. Κίνησον ἐν ἐμοὶ τὴν κατανόησιν τῆς ταπεινώσεως σου, ἐν ᾗ ἐν τῷ κόσμῳ ἀνεστράφης, ἐν τῷ καταλύματι, ᾧ ἐφόρεσας ἐκ τῶν μελῶν ἡμῶν, μεσιτείᾳ τῆς ἁγίας Παρθένου, ἵνα, ἐν τῇ ἀδιαλείπτῳ καὶ ἀνεπιλήστῳ μνήμῃ ταύτῃ, δέξωμαι μετὰ ἡδονῆς τὴν ταπείνωσιν τῆς φύσεως μου.

Δύο τρόποι εἴσι τοῦ ἀνελθεῖν ἐν τῷ σταυρῷ ὁ εἰς ἡ σταύρωσις τοῦ σώματος, καὶ ὁ δεύτερος τὸ ἀνελθεῖν εἰς θεωρίαν. Καὶ ὁ μὲν πρῶτος ἐκ τῆς ἐλευθερίας τῶν παθῶν, ὁ δὲ δεύτερος ἐκ τῆς ἐνεργείας τῶν ἔργων γίνεται τοῦ πνεύματος. Οὒχ ὑποτάσσεται ὁ νοῦς, ἐὰν μὴ τὸ σῶμα ὑποταγῇ αὐτῷ. Ἡ βασιλεία τοῦ νοῦ ἡ σταύρωσις ἐστὶ τοῦ σώματος, καὶ οὒχ ὑποτάσσεται ὁ νοῦς τῷ Θεῷ, ἐὰν μὴ ὑποταγῇ τὸ αὐτεξούσιον τῷ λογικῷ.

Δύσκολον ἐστὶν ἐκδοῦναι τίνα ὑψηλὰ τῷ ἔτι ἀρχαρίω ὄντι καὶ νηπίῳ τῇ ἡλικίᾳ. «Οὐαὶ σοι πόλις, ἧς ὁ βασιλεὺς σου νεώτερος ἐστίν». Ὃς τὶς ὑποτάξει ἑαυτὸν τῷ Θεῷ, ἐγγὺς ἐστὶ τοῦ ὑποταγῆναι αὐτῷ τὰ πάντα. Τῷ γνόντι ἑαυτόν, ἡ γνῶσις τῶν πάντων δίδοται αὐτῷ. Τὸ γὰρ γινώσκειν ἑαυτόν, πλήρωμα τῆς γνώσεως τῶν ἁπάντων ἐστί. Καὶ ἐν τῇ ὑποταγῇ τῆς ψυχῆς σοῦ ὑποταγήσεται σοι τὰ πάντα. Ἐν τῷ καιρῷ, ἐν ᾧ ἡ ταπείνωσις βασιλεύει ἐν τῇ διαγωγῇ σου, ὑποτάσσεταί σοι ἡ ψυχὴ σου καὶ μέτ’ αὐτῆς ὑποταγήσεται σοι τὰ πάντα διότι γεννᾶται ἐν τῇ καρδίᾳ σου εἰρήνη ἐκ τοῦ Θεοῦ. Ὅσον δ’ εἶ ἔξω ταύτης, οὐ μόνον ἐκ τῶν παθῶν, ἀλλὰ καὶ ἐκ τῶν συμβάσεων συνεχῶς μέλλεις καταδιωχθῆναι. Ἀληθῶς, Κύριε, ἐὰν μὴ ταπεινωθῶμεν, οὐ παύῃ ταπεινῶν ἡμᾶς. Ἡ ἀληθὴς ταπείνωσις γέννημα ἐστὶ τῆς γνώσεως, καὶ ἡ γνῶσις ἡ ἀληθινὴ γέννημα τῶν πειρασμῶν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΖ’ - Περὶ ἑρμηνείας τῶν τρόπων τῆς Ἀρετῆς καὶ τὶς ἡ ἰσχὺς ἑκάστου αὐτῶν καὶ τὶς ἡ διαφορὰ ἑκάστου αὐτῶν
Προηγούμενο: ΛΟΓΟΣ ΙΣΤ’ - Περὶ τῶν τρόπων τῶν Ἀρετῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος