Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Εὐχὴ
Προηγούμενο: Εὐχὴ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΖ’ - Περὶ ἑρμηνείας τῶν τρόπων τῆς Ἀρετῆς καὶ τὶς ἡ ἰσχὺς ἑκάστου αὐτῶν καὶ τὶς ἡ διαφορὰ ἑκάστου αὐτῶν

Ἡ ἀρετὴ ἡ σωματικὴ ἐν τῇ ἡσυχίᾳ τὸ σῶμα καθαίρει ἐκ τῆς ὕλης τῆς ἐν αὐτῷ, ἡ δὲ ἀρετὴ τῆς διανοίας ταπεινοὶ τὴν ψυχὴν καὶ διυλίζει αὐτὴν ἐκ τῶν διανοημάτων τῶν χονδρῶν, τῶν ἀπολλυμένων, ἵνα μὴ διαλογίζηται ἐν τούτοις ἐμπαθῶς, ἀλλὰ μᾶλλον κινῆται ἐν τῇ θεωρίᾳ αὐτῆς. Αὕτη δε ἡ θεωρία προσεγγίζει αὐτὴν εἰς τὴν γύμνωσιν τοῦ νοῦ, ὅπερ καλεῖται θεωρία ἀϋλος, καὶ αὕτη ἐστὶν ἡ πνευματικὴ ἀρετή. Αὕτη γὰρ ἐπαίρει τὴν διάνοιαν ἐκ τῶν ἐπιγείων καὶ προσεγγίζει αὐτὴν τῇ πρώτῃ θεωρίᾳ τοῦ Πνεύματος καὶ πρὸς τὸν Θεὸν συνιστᾶ τὴν διάνοιαν καὶ τὴν θεωρίαν τῆς δόξης τῆς ἀνεκλαλήτου, ἥτις ἐστὶ κίνησις νοημάτων τῆς μεγαλωσύνης τῆς φύσεως αὐτοῦ καὶ χωρίζει αὐτήν, ἐκ τοῦ κόσμου τούτου καὶ τῆς αἰσθήσεως αὐτοῦ. Καὶ ἐκ τούτου πρὸς τὴν ἐλπίδα ἡμῶν ἐκείνην τὴν ἀποκειμένην διαβεβαιούμεθα, καὶ ἐν πληροφορίᾳ τῆς τάξεως αὐτῆς γινόμεθα. Καὶ τοῦτο ἐστὶν ἡ πεισμονή, περὶ ἧς ὁ Ἀπόστολος εἶπε, τουτέστιν ἡ πληροφορίᾳ, ἐν ἡ εὐφραίνεται ὁ νοῦς νοητῶς, ἤτοι τῇ ἐλπίδι τῇ ἐπαγγελθείσῃ ἡμῖν. Τὶ δὲ ἐστὶ ταῦτα καὶ πῶς ἕκαστον τούτων ἐστὶν ἄκουσον.

Πολιτεία ἡ σωματικὴ ἡ κατὰ Θεόν. Σωματικὰ δὲ ἔργα καλεῖται τὰ γινόμενα εἰς τὴν κάθαρσιν τῆς σαρκὸς ἐν τῇ πράξει τῆς ἀρετῆς δι’ ἔργων φανερῶν, ἐν οἷς διϋλίζηται τὶς ἐκ τῆς ἀκαθαρσίας τῆς σαρκός. Ἡ δὲ πολιτεία τῆς διανοίας ἐστὶ τὸ ἔργον τῆς καρδίας, τὸ γινόμενον ἀπαύστως ἐν τῇ φροντίδι τῆς κρίσεως, ἤτοι τῆς δικαιοσύνης τοῦ Θεοῦ καὶ τῶν κριμάτων αὐτοῦ, καὶ ἡ ἀδιάλειπτος εὐχὴ τῆς καρδίας καὶ ἡ ἔννοια τῆς προνοίας καὶ τῆς ἐπιμελείας τοῦ Θεοῦ, τῆς ἐν τούτῳ τῷ κόσμῳ ὁμοῦ γινομένης εἰδικῶς καὶ ὁλικῶς καὶ τὸ φυλάξαι τὰ πάθη τὰ κρυπτά, ἵνα μὴ ἀπαντήσῃ τὶ ἐξ αὐτῶν ἐν τῇ χώρᾳ τῇ κρυπτῇ καὶ πνευματικῇ. Τοῦτο τὸ ἔργον τῆς καρδίας, ὅπερ καλεῖται πολιτείᾳ τῆς διανοίας. Ἐν τούτῳ τῷ ἔργῳ τῆς πολιτείας, ὅπερ καλεῖται πρᾶξις ψυχική, λεπτύνεται ἡ καρδία καὶ χωρίζεται ἀπὸ τῆς κοινωνίας τῆς ἠφανισμένης ζωῆς, τῆς παρὰ φύσιν οὔσης. Ἐξ ὧν ἄρχεται κινεῖσθαί ποτε συνιέναι καὶ διανοεῖσθαι ἐν τῇ θεωρία τῶν αἰσθητῶν, τῶν κτισθέντων εἰς τὴν χρείαν καὶ αὔξησιν τοῦ σώματος, καὶ πῶς ἐν τῇ διανοίᾳ αὐτῶν δίδοται δύναμις τοῖς τέσσαρσι στοιχείοις τοῖς ἐν τῷ σώματι.

Ἡ δὲ πολιτεία ἡ πνευματικὴ ἐστὶ πρᾶξις χωρὶς αἰσθήσεων,καὶ αὕτη ἐστὶν ἡ ὑπὸ τῶν Πατέρων γραφεῖσα, ἦν ὅτε οἱ νόες τῶν ἁγίων δέξονται, η τε ὑποστατικὴ θεωρία καὶ ἡ παχύτης τοῦ σώματος ἐκ μέσου παραλαμβάνεται, καὶ ἔκτοτε ἡ θεωρία γίνεται νοητὴ θεωρίαν γὰρ ὑποστατικὴν καλῶν τὴν κτίσιν τῆς πρώτης φύσεως. Καὶ ἐκ ταύτης τῆς θεωρίας τῆς ὑποστατικῆς εὐκόλως ἀνάγεται εἰς τὴν ἐπίγνωσιν τῆς μοναδικῆς πολιτείας, ἥτις ἐστίν, ἐν τῇ ἐξηγήσει τῇ φανερά, τὸ θαυμάσαι τὸν Θεόν. Αὕτη ἐστὶν ἡ κατάστασις ἡ μεγάλη τῶν μελλόντων ἀγαθῶν, ἡ διδομένη ἐν τῇ ἐλευθερίᾳ τῆς ἀθανάτου ζωῆς, ἐν τῇ διαγωγῇ τῇ μετὰ τὴν ἀνάστασιν. Διότι οὐ παύεται ἡ φύσις ἡ ἀνθρωπίνῃ ἐκεῖσε ἀεὶ θαυμάζειν τὸν Θεὸν καὶ μὴ ἐννοοῦσα τὶ ὅλως περὶ τῶν κτισμάτων. Εἰ ἦν γὰρ τὶ ὅμοιον τῷ Θεῷ, εἶχεν ἂν κινηθῆναι πρὸς αὐτὸ ὁ νοῦς, ποτὲ μὲν ἐν τῷ Θεῷ, ποτὲ δὲ ἐν τούτῳ. Ἐπεὶ δὲ πᾶσα ἡ ὡραιότης τῶν γινομένων ἐν τῇ καινότητι τῇ μελλούσῃ κατωτέρα τῆς ὡραιότητας αὐτοῦ ἐστί, πῶς δύναται ἡ διάνοια ἐξελθεῖν τῇ θεωρία αὐτῆς ἔξωθεν τῆς τοῦ Θεοῦ ὡραιότητος; Τὶ οὖν; Τὸ ἀποθανεῖν λυπεῖ αὐτόν; Ἀλλὰ ἡ βάρησις τῆς σαρκός; Ἀλλ’ ἡ μνήμη τῶν ἰδίων αὐτοῦ; Ἀλλ’ ἡ χρεία τῆς φύσεως; Ἀλλ αἱ συμφοραί; Ἀλλ’ αἱ ἐναντιώσεις, ἤ μετεωρισμὸς ἄγνωστος, ἢ ἀτελειότης τῆς φύσεως, ἢ ἐν τοῖς στοιχείοις περικύκλωσις, ἢ συντυχία τινὸς μετὰ τίνος, ἢ ἀκηδία, ἢ κατάκοπος μόχθος τοῦ σώματος; Οὐδαμῶς.

Ἀλλὰ ταῦτα πάντα, εἰ καὶ ἐν τῷ κόσμῳ γίνονται, ὅμως ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε ἐξαρθῇ τὸ κάλυμμα τῶν παθῶν ἐκ τῶν ὀφθαλμῶν τῆς διανοίας καὶ κατόπτευση ἐκείνην τὴν δόξαν, εὐθὺς ὑψοῦται ἡ διάνοια ἐν ἐκπλήξει. Καὶ εἰ μή, ὅτι ὁ Θεὸς ὅρον τέθεικεν ἐν τῇ ζωῇ ταύτῃ τοῖς τοιούτοις πράγμασι πόσον δεῖ βραδύνειν ἐν αὐτοῖς, καὶ ὅμως, εἰ συνεχωρήθη ἐν πάσῃ τῇ ζωὴ τοῦ ἀνθρώπου, οὐκ εἶχον ἐξελθεῖν ἐκεῖθεν ἐκ τῆς θεωρίας αὐτῶν, πόσον μᾶλλον ἐκεῖ ὅπου ταῦτα ὅλα οὐκ εἴσιν (ἡ ἀρετὴ γὰρ ἐκείνη ἀόριστος ἐστί), καὶ ἐν αὐτοῖς τοῖς πράγμασιν ὀποῖο στατικῶς ἐσόμεθα ἔνδοθεν βασιλικῶν αὐλῶν, εἰ ἀξιωθῶμεν διὰ τῆς πολιτείας ἡμῶν;

Πῶς οὖν δύναται πάλιν ἡ διάνοια ἐξελθεῖν καὶ μακρυνθῆναι ἐκ τῆς θαυμαστῆς καὶ θεϊκῆς θεωρίας ἐκείνης καὶ πεσεῖν ἐν ἄλλῳ πράγματι; Οὐαὶ ἡμῖν, ὅτι οὐ γνωρίζομεν τὰς ψυχὰς ἡμῶν, οὐδὲ εἷς ποίαν πολιτείαν ἐκλήθημεν, καὶ τὴν ζωὴν ταύτην τῆς ἀσθενείας καὶ τὴν κατάστασιν τῶν ζώντων καὶ τὰς θλίψεις τοῦ κόσμου καὶ αὐτὸν τὸν κόσμον καὶ τὰς κακίας αὐτοῦ καὶ τὰς ἀναπαύσεις αὐτοῦ λογιζόμεθα, ὅτι εἰσὶ τί.



Ἑπόμενο: Εὐχὴ
Προηγούμενο: Εὐχὴ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος