Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ καθάρσεως τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ
Προηγούμενο: ΛΟΓΟΣ ΙΖ’ - Περὶ ἑρμηνείας τῶν τρόπων τῆς Ἀρετῆς καὶ τὶς ἡ ἰσχὺς ἑκάστου αὐτῶν καὶ τὶς ἡ διαφορὰ ἑκάστου αὐτῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Εὐχὴ

Ἀλλ’, ᾧ Χριστέ, ὁ μόνος δυνατός, μακάριος οὗ ἡ ἀντίληψις αὐτοῦ παρὰ σοὶ καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. Σύ, Κύριε, ἀπόστρεψον τὰ πρόσωπα ἡμῶν ἐκ τοῦ κόσμου ἐν τῇ ἐπιθυμίᾳ σου, ἕως ἂν ἴδωμεν αὐτὸν ὅπερ ἐστί, καὶ μὴ πιστεύσωμεν τῇ σκιᾷ, ὥσπερ τῇ ἀληθείᾳ. Καινοποιήσας, ἐγκαίνισον ἐν τῇ διανοίᾳ ἡμῶν, Κύριε, σπουδὴν πρὸ τοῦ θανάτου. Ὅπως ἐν τῇ ὥρᾳ τῆς ἐξόδου ἡμῶν γνῶμεν, πῶς ἦν ἡ εἴσοδος ἡμῶν καὶ ἡ ἔξοδος εἰς τὸν κόσμον τοῦτον, ἕως ἂν τελειώσωμεν τὸ ἔργον, εἰς ὅ ἐκλήθημεν κατὰ τὸ θέλημα σου ἐν τῇ ζωῇ ταύτῃ πρῶτον, καὶ μετὰ ταῦτα ἐλπίσωμεν ἐν διανοίᾳ πεπληρωμένῃ πεποιθήσεως δέξασθαι τὰ μεγάλα, κατὰ τὴν ἐπαγγελίαν τῶν Γραφῶν, ἃ ἡτοίμασεν ἡ ἀγάπη σου ἐν τῇ δευτέρᾳ καινουργίᾳ, ὧν ἡ μνήμη αὐτῶν φυλάττεται ἐν τῇ πίστει τῶν μυστηρίων



Ἑπόμενο: Περὶ καθάρσεως τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ
Προηγούμενο: ΛΟΓΟΣ ΙΖ’ - Περὶ ἑρμηνείας τῶν τρόπων τῆς Ἀρετῆς καὶ τὶς ἡ ἰσχὺς ἑκάστου αὐτῶν καὶ τὶς ἡ διαφορὰ ἑκάστου αὐτῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος