Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΗ’ - Περὶ τοῦ ποσὸν γίνεται τὸ μέτρον τῆς γνώσεως καὶ τὰ μέτρα τὰ περὶ τῆς πίστεως
Προηγούμενο: Εὐχὴ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Περὶ καθάρσεως τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ

Ἡ κάθαρσις τοῦ σώματος ἐστὶν ὁσιότης ἐκ τοῦ μολυσμοῦ τῆς σαρκός. Ἡ κάθαρσις τῆς ψυχῆς ἐστὶν ἡ ἐλευθερία τῶν κρυπτῶν παθῶν τῶν ἐν τῇ διανοίᾳ συνισταμένων. Ἡ κάθαρσις δὲ τοῦ νοὸς ἐστὶν ἐν τῇ τῶν μυστηρίων ἀποκαλύψει καθαίρεται γὰρ ἐκ πάντων τῶν ὑποπιπτόντων τῇ αἰσθήσει ἐν τῷ τρόπῳ τῆς παχύτητος αὐτῶν.

Καὶ τὰ παιδία τὰ μικρὰ ἁγνὰ εἰσὶ τῷ σώματι καὶ ἀπαθῆ τῇ ψυχῇ, καὶ οὐδεὶς καλεῖ αὐτὰ καθαρὰ τῷ νῷ ἡ καθαρότης γὰρ τοῦ νοῦ ἐστὶν ἡ τελειότης ἐν τῇ ἀναστροφῇ τῆς οὐρανίου θεωρίας τῆς ἐκτὸς τῶν αἰσθήσεων, κινουμένου ἐν τῇ δυνάμει τῇ πνευματικῇ, τῶν ἄνω κατακοσμήσεων, τῶν ἀναριθμήτων θαυμάτων τοῦ οὐρανίου κόσμου ἐκείνου, ὧν ἡ διαγωγὴ μεμέρισται ἐξ ἀλλήλων τῶν λεπτῶν ἐν τῇ ἀοράτῳ διακονία αὐτῶν, τῶν ἐν τῇ ἐννοίᾳ ὄντων τῶν θεϊκῶν ἀποκαλύψεων, τῶν συνεχῶν ἐν τῇ ἀλλοιώσει αὐτῶν ἐν πάσῃ ὥρᾳ.

Αὐτὸς ὁ Θεὸς ἡμῶν ἀξιώσαι ἡμᾶς ἀεὶ θεωρεῖν αὐτὸν ἐν γυμνότητι νοῦ, καὶ μετὰ ταῦτα ἀμέσως εἰς αἰῶνας αἰώνων. Αὐτῷ ἡ δόξα, Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΗ’ - Περὶ τοῦ ποσὸν γίνεται τὸ μέτρον τῆς γνώσεως καὶ τὰ μέτρα τὰ περὶ τῆς πίστεως
Προηγούμενο: Εὐχὴ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος