Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΙΘ’ - Περὶ Πίστεως καὶ Ταπεινοφροσύνης
Προηγούμενο: Περὶ καθάρσεως τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΗ’ - Περὶ τοῦ ποσὸν γίνεται τὸ μέτρον τῆς γνώσεως καὶ τὰ μέτρα τὰ περὶ τῆς πίστεως

Ἔστι γνῶσις προηγουμένη τῆς πίστεως, καὶ ἔστι γνῶσις τικτομένη ἐκ τῆς πίστεως. Ἡ γνῶσις ἡ προηγουμένη τῆς πίστεως ἐστὶ γνῶσις φυσική, ἡ δὲ τικτομένη ἐκ τῆς πίστεως γνῶσις ἐστὶ πνευματική. Ἐστὶ δὲ γνῶσις φυσικὴ διακρίνουσα τὸ καλὸν ἐκ τοῦ κακοῦ, ἥτις καὶ καλεῖται διάκρισις φυσική, ἐν ἡ γινώσκομεν τὸ καλὸν ἐκ τοῦ κακοῦ φυσικῶς ἄνευ μαθήσεως. Ταύτην ἔθετο ὁ Θεὸς ἐν τῇ λογικὴ φύσει, ἐκ δὲ τῆς μαθήσεως αὔξησιν καὶ προσθήκην λαμβάνει. Οὐκ ἔστι τις ὁ ταύτην μὴ ἔχων.

Καὶ αὕτη ἡ δύναμις τῆς γνώσεως τῆς φυσικῆς τῆς λογικῆς ψυχῆς, ἡ διάκρισις ἐστὶ τοῦ κάλου καὶ τοῦ κάκου, ἡ κινούμενη ἐν αὐτῇ ἀπαύστως. Καὶ οἱ στερηθέντες αὐτῆς κάτωθεν τῆς λογικῆς φύσεως ἐστίν, οἱ δὲ ἔχοντες ταύτην ὀρθῶς ἐν τῇ ψυχικὴ φύσει ἵστανται καὶ οὐκ ἔχουσί τίνα ἀφανισμὸν ἐν οἷς ἔδωκεν ὁ Θεὸς τῇ φύσει πρὸς τιμὴν τῶν λογικῶν αὐτοῦ. Τοὺς δὲ ταύτην τὴν διάγνωσιν ἀπολέσαντας, τὴν διακρίνουσαν τὸ καλὸν ἐκ τοῦ κακοῦ, ὀνειδίζει ὁ Προφήτης λέγων «ἄνθρωπος ἐν τιμῇ ὧν, οὐ συνῆκεν».

Ἡ τιμὴ τῆς λογικῆς φύσεως ἡ διάκρισις ἐστίν, ἡ διακρίνουσα τὸ καλὸν ἐκ τοῦ κακοῦ. Καὶ δικαίως τοὺς ἀπολέσαντας ταύτην ὡμοίωσε τοῖς ἀνοήτοις κτήνεσι, τοῖς μὴ ἔχουσι τὸ λογικὸν καὶ διακριτικόν. Ἐν ταύτῃ δυνατὸν ἐστὶν ἡμῖν εὑρεῖν τὴν ὁδὸν τοῦ Θεοῦ. Καὶ αὕτη ἐστὶν ἡ γνῶσις ἡ φυσικὴ καὶ αὕτη προηγεῖται τῆς πίστεως καὶ αὕτη ὁδὸς ἐστὶ πρὸς τὸν Θεόν. Καὶ ἐν ταύτῃ γινώσκομεν τὸ καλὸν ἐκ τοῦ κακοῦ διακρῖναι καὶ δέξασθαι τὴν πίστιν. Καὶ μαρτυρεῖ ἡ δύναμις τῆς φύσεως, ὅτι πρέπει τῷ ἀνθρώπῳ πιστεῦσαι τῷ παραγαγόντι εἰς τὴν κτίσιν ταῦτα πάντα καὶ πιστεῦσαι τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ποιῆσαι αὐτούς. Καὶ ἐκ τοῦ πιστεῦσαι τίκτεται ὁ φόβος τοῦ Θεοῦ, καὶ ὅτε ἀκολουθήσει τοῖς ἔργοις καὶ πρὸς μικρὸν ἀνέλθῃ πρὸς ἐργασίαν, τίκτει τὴν γνῶσιν τὴν πνευματικήν, ἦν εἴπομεν τίκτεσθαι ἐκ τῆς πίστεως.

Ἡ φυσικὴ γνῶσις ἥτις ἐστὶν ἡ διάκρισίς τοῦ καλοῦ καὶ τοῦ κακοῦ, ἡ ὑπὸ τοῦ Θεοῦ ἐντεθεῖσα τῇ φύσει ἡμῶν, αὕτη πείθει ἡμᾶς, ὅτι δεῖ πιστεύειν τῷ Θεῷ, τῷ παραγαγόντι τὰ πάντα. Καὶ ἡ πίστις ποιεῖ ἐν ἡμῖν τὸν φόβον, καὶ ἀναγκάζει ἡμᾶς ὁ φόβος μετανοῆσαι καὶ ἐργάσασθαι. Καὶ οὕτω δίδοται ἡ πνευματικῇ γνῶσις τῷ ἀνθρώπῳ, ἥτις ἐστὶν αἴσθησις τῶν μυστηρίων, ἥτις γεννᾷ τὴν πίστιν τῆς ἀληθοῦς θεωρίας. Οὒχ ἁπλῶς δὲ ὄντως ἐκ πίστεως μόνης ψιλῆς γεννᾶται ἡ γνῶσις ἡ πνευματικῇ, ἀλλ’ ἡ πίστις φόβον Θεοῦ γεννᾷ καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, ὅταν ἀρξώμεθα ἐνεργεῖν ἐν αὐτῷ, ἐκ τῆς ἐνεργείας τοῦ φόβου τοῦ Θεοῦ τίκτεται ἡ γνῶσις ἡ πνευματική, καθάπερ εἶπεν ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ὅτι, ὅτε τὶς κτήσεται θέλημα ἀκόλουθον τῷ φόβῳ τοῦ Θεοῦ καὶ τῇ ὀρθὴ φρονήσει, ταχέως λαμβάνει τὴν ἀποκάλυψιν τῶν κρυπτῶν. Καλεῖ δὲ ἀποκάλυψιν τῶν κρυπτῶν, τὴν γνῶσιν τὴν πνευματικήν.

Οὐχ ὁ φόβος δὲ τοῦ Θεοῦ τίκτει ταύτην τὴν γνῶσιν τὴν πνευματικὴν (διότι ὅπερ οὐκ ἐστὶν ἐν τῇ φύσει κείμενον, γεννηθῆναι οὐ δύναται), ἀλλὰ δόσις δίδοται αὐτῇ ἡ γνῶσις τῇ ἐργασίᾳ τοῦ φόβου τοῦ Θεοῦ. Ἡνίκα ἐρευνήσεις καλῶς τὸ ἔργον τοῦ φόβου τοῦ Θεοῦ, εὑρίσκεις ὅτι αὕτη ἐστὶν ἡ μετάνοια καὶ ἡ γνῶσις ἡ πνευματικὴ ἐνταῦθα. Αὕτη ἐστὶν ἦν εἴπομεν, ὅτι, ὅνπερ ἐν τῷ βαπτίσματι ἐδεξάμεθα τὸν ἀῤῥαβῶνα αὐτοῦ, διὰ τῆς μετανοίας πάντως δεχόμεθα τὸ χάρισμα αὐτοῦ. Καὶ τὸ χάρισμα, ὅπερ εἴπομεν, ὅτι διὰ τῆς μετανοίας λαμβάνομεν αὐτό, αὕτη ἐστὶν ἡ γνῶσις ἡ πνευματική, ἡ διὰ τῆς ἐνεργείας τοῦ φόβου διδομένη δόσις. Ἡ πνευματικὴ δὲ γνῶσις ἐστὶν ἡ αἴσθησις τῶν κρυπτῶν, καὶ ὅταν αἰσθηθή τις τούτων τῶν ἀοράτων καὶ κατὰ πολὺ ὑπερβαλλόντων, ἐκ τούτων λαμβάνει ὄνομα τῆς πνευματικῆς γνώσεως, καὶ γεννᾶται ἐν τῇ αἰσθήσει ταύτῃ τὶς πίστις ἄλλη, οὐκ ἐναντία οὖσα ἐκείνῃ τῇ πρώτῃ, ἀλλὰ βεβαιοῦσα τὴν πίστιν ἐκείνην. Καὶ καλοῦσιν αὐτὴν πίστιν τῆς θεωρίας. Ἕως ἐκεῖ ἡ ἀκοῇ, νῦν δὲ θεωρία, ἡ δὲ θεωρία τῆς ἀκοῆς ἀσφαλεστέρα ὑπάρχει.

Ταῦτα πάντα ἐκ τῆς γνώσεως ἐκείνης, τῆς διακρινούσης τὸ καλὸν ἐκ τοῦ κακοῦ, τῆς ἐν τῇ φύσει οὔσης, τίκτονται. Καὶ αὐτὴ ἐστὶν ὁ σπόρος ὁ ἀγαθὸς τῆς ἀρετῆς, καὶ ἤδη ἐλέχθη. Καὶ ὅτε ταύτην τὴν φυσικὴν γνῶσιν καλύψομεν τῷ θελήματι ἡμῶν τῷ φιληδόνῳ, ἐκ πάντων τῶν ἀγαθῶν τούτων ἐκπίπτομεν.

Καὶ ἀκολουθεῖ ταύτῃ τῇ φυσικῇ γνώσει κέντησις διηνεκὴς τῆς συνειδήσεως, μνήμη τοῦ θανάτου ἀδιάλειπτος, καὶ φροντὶς τις, βάσανος οὖσα ἕως τῆς ἐξόδου ταύτης. Μετὰ ταύτην, ἡ λύπη, ἡ κατήφεια, ὁ φόβος τοῦ Θεοῦ, ἡ αἰδὼς ἡ ἐκ τῆς φύσεως, ἡ λύπη ἡ ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ τῶν προτέρων, ἡ πρέπουσα σπουδῇ, ἡ μνήμη τῆς κοινῆς ὁδοῦ, καὶ φροντὶς περὶ τῶν ἐφοδίων αὐτῆς, καὶ αἴτησις μετὰ πένθους παρὰ τοῦ Θεοῦ καλῶς εἰσελθεῖν εἰς τὴν πύλην ταύτην, ἥτις ἐστὶν ἡ διάβασις πάσης τῆς φύσεως, καταφρόνησις κόσμου καὶ πολὺς ἀγὼν ὑπὲρ τῆς ἀρετῆς.

Ταῦτα πάντα ἐν τῇ γνώσει τῇ φυσικῇ εὑρίσκεται. Συγκρινέτω οὖν τὶς τὰ ἔργα αὐτοῦ πρὸς ταῦτα. Ὅτε γὰρ εὑρέθη ἄνθρωπος ἐν τούτοις, ἐν τῇ ὁδῷ τῇ φυσικῇ πορεύεται, καὶ ὅταν ὑπεραρθῇ τούτων καὶ φθάσῃ εἰς τὴν ἀγάπην, ὑπεραίρεται ὑπὲρ τὴν φύσιν καὶ παρέρχεται ἐξ αὐτοῦ ὁ ἀγὼν καὶ ὁ φόβος καὶ ὁ κόπος καὶ ὁ μόχθος ἐν πᾶσι ταῦτα τὰ παρεπόμενα τῇ φυσικῇ γνώσει, καὶ ταῦτα εὑρίσκομεν ἐν ἑαυτοῖς, ὅταν μὴ καλύψωμεν αὐτὴν τῷ θελήματι ἡμῶν τῷ φιληδόνῳ, καὶ ἐν τούτοις γινόμεθα, ἕως ἂν φθάσωμεν τὴν ἀγάπην, ἥτις ἐλευθεροῖ ἡμᾶς ἐκ πάντων τούτων.

Ἐκ τούτων τῶν ῥηθέντων συγκρινέτω τὶς καὶ ἐξεταζέτω ἑαυτὸν ἐν ποίοις πορεύεται, ἐν τοῖς παρὰ φύσιν οὖσιν, ἢ ἐν τοῖς κατὰ φύσιν, ἢ ἐν τοῖς ὑπὲρ φύσιν. Ἐκ τῶν τρόπων τῶν ῥηθέντων φανερῶς καὶ ταχέως δύναται τις εὑρεῖν τὴν κυβέρνησιν τῆς ὅλης ζωῆς αὐτοῦ. Καὶ ὅταν μὴ εὑρεθῇ τοῖς κατὰ φύσιν ῥηθεῖσιν ὑφ’ ἡμῶν, ὡς ὡρίσαμεν, καὶ ἐν τοῖς ὑπὲρ φύσιν οὖσιν οὒχ ὑπάρχῃ, δῆλον ἐστίν, ὅτι ἐν τοῖς παρὰ φύσιν ὑπάρχει ἐῤῥιμμένος.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΙΘ’ - Περὶ Πίστεως καὶ Ταπεινοφροσύνης
Προηγούμενο: Περὶ καθάρσεως τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος