Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Κ’ - Περὶ τοῦ πόσην τιμὴν κέκτηται ἡ ταπεινοφροσύνῃ καὶ ποσὸν ἀνώτερος ἐστὶν ο βαθμὸς αὐτῆς
Προηγούμενο: ΛΟΓΟΣ ΙΗ’ - Περὶ τοῦ ποσὸν γίνεται τὸ μέτρον τῆς γνώσεως καὶ τὰ μέτρα τὰ περὶ τῆς πίστεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΙΘ’ - Περὶ Πίστεως καὶ Ταπεινοφροσύνης

Ἄνθρωπε ἐλάχιστε, θέλεις εὑρεῖν τὴν ζωήν; Τὴν πίστιν καὶ τὴν ταπείνωσιν κράτησον ἐν ἑαυτῷ, ὅτι ἐν αὐταῖς εὑρίσκεις τὸ ἔλεος καὶ τὴν βοήθειαν καὶ λόγους ἐν καρδίᾳ ἐκ τοῦ Θεοῦ λαλουμένους μετὰ τοῦ φύλακος τοῦ ἐν τῷ κρύπτω καὶ ἐν τῷ φανερῷ παραμένοντος σοι. Θέλεις ταῦτα κτήσασθαι, ἅπερ εἰσὶν ὁμιλίαι τῆς ζωῆς; Ἐν ἁπλότητι πορεύθητι καὶ μὴ ἐν γνώσει ἐνώπιον τοῦ Θεοῦ. Τῇ ἁπλότητι ἡ πίστις ἀκολουθεῖ, τῇ λεπτότητι δὲ καὶ τῇ ἀντιστροφὴ τῶν λογισμῶν ἡ οἴησις, τῇ δέ, ἀπέχεσθαι τοῦ Θεοῦ.

Ὅτε προσεγγίσεις ἐνώπιον τοῦ Θεοῦ διὰ προσευχῆς, οὕτω γενοῦ ἐν τῷ λογισμῷ σου, ὥσπερ μύρμηξ καὶ ὥσπερ τὰ ἑρπετὰ τῆς γῆς, καὶ ὥσπερ βδέλλα καὶ ὡς παιδίον ψελλίζον.

Καὶ μὴ εἴπῃς ἔμπροσθεν αὐτοῦ τὶ ἐν γνώσει, ἀλλὰ τῷ νηπιάζοντι φρονήματι προσέγγισον τῷ Θεῷ καὶ πορεύθητι ἐνώπιον αὐτοῦ, ἵνα ἀξιωθῇς τῆς προνοίας ἐκείνης τῆς πατρικῆς, τῆς γινομένης ὑπὸ τῶν πατέρων ἐπὶ τὰ τέκνα αὐτῶν τὰ νήπια. Ἐῤῥέθη, «φυλάσσων τὰ νήπια ὁ Κύριος». Προσεγγίζει ὁ νήπιος τῷ ὄφει καὶ κρατεῖ αὐτὸν εἰς τὸν τράχηλον αὐτοῦ, καὶ οὐ βλάπτει αὐτόν. Γυμνὸς πορεύεται ὁ νήπιος ὅλον τὸν χειμῶνα, ὅτε ἄλλοι ἐνδεδυμένοι καὶ ἐσκεπασμένοι, καὶ ὑπεισέρχεται τὸ ψῦχος ἐν ὅλοις τοῖς ἑαυτοῦ μέλεσιν. Αὐτὸς κάθηται γυμνὸς ἐν ἡμέρᾳ ψύχους καὶ κρύους καὶ πάχνης, καὶ οὐ πονεῖ. Διότι τὸ σῶμα τῆς ἰδιωτείας αὐτοῦ κεκαλυμμένον ἐστὶν ἐν ἄλλῳ ἐνδύματι ἀοράτῳ, ἐκ τῆς προνοίας ἐκείνης τῆς κρυπτῆς, τῆς τηρούσης τὰ τρυφερὰ αὐτοῦ μέλη, ἵνα μὴ ἐγγίση αὐτοῖς βλάβῃ ἐκ τινός.

Νῦν πιστεύεις, ὅτι ἐστὶ πρόνοια τὶς κρυπτή, ᾗτινι τὸ τρυφερὸν σῶμα τὸ ἕτοιμον ταχέως εἰς ἑκάστην βλάβην, διὰ τὴν τρυφερότητα καὶ ἀσθενῆ πολιτείαν αὐτοῦ, διαφυλάττεται ἐν μέσῳ τῶν ἐναντίων καὶ οὐ κατανοεῖται ὕπ’ αὐτῶν; Φησί, «φυλάσσων τὰ νήπια ὁ Κύριος». Καὶ οὐ τούτους μόνον τοὺς μικροὺς τῷ σώματι, ἀλλὰ κάί τοὺς ἐν κόσμῳ σοφοὺς ὀντάς, τοὺς καταλιμπάνοντας τὴν γνῶσιν αὐτῶν καὶ ἐπ’ ἐκείνην τὴν σοφίαν τὴν ἐπαρκοῦσαν ἐπερειδομένους καὶ γινομένους ὡς νηπίους ἐν τῷ ἑαυτῶν θελήματι καὶ τότε μανθάνοντας ἐκείνην τὴν σοφίαν τὴν μὴ αἰσθανομένην ἐν ἔργοις γυμνασίας.

Καὶ καλῶς εἶπεν ὁ σοφὸς τὰ θεῖα Παῦλος, «ὁ δοκῶν σοφὸς εἶναι ἐν τῷ κόσμῳ τούτῳ, γενέσθω μωρός, ἵνα γένηται σοφός» ὅμως αἴτησαι τὸν Θεόν, δοῦναι σοι φθάσαι τὸ μέτρον τῆς πίστεως. Καὶ ἐὰν τῆς τροφῆς αὐτῆς αἰσθηθής ἐν τῇ ψυχῇ σου, οὐκ ἐστὶ μοι δυσχερὲς εἰπεῖν πάλιν, ὅτι οὐκ ἔστι τὸ κωλῦον σε ἀπὸ τοῦ Χριστοῦ. Καὶ οὐκ ἴστι σοι δυσχερὲς αἰχμαλωτισθῆναι ἐν πάσῃ ὥρᾳ ἀπὸ τῶν γηίνων, καὶ λαβεῖν τοῦτον τὸν κόσμον τὸν ἀσθενῆ καὶ τὰς μνήμας τῶν πραγμάτων αὐτοῦ. Ὑπὲρ τούτου ἀόκνως προσεύχου καὶ ἐν θερμότητι ἱκέτευσον ἴο καὶ ἐν σπουδῇ πολλῇ δεήθητι, ἕως ἂν λάβῃς. Καὶ πάλιν οὐ μὴ ἀτόνησης. Ἀξιωθήσῃ δὲ τούτων, ἐὰν πρῶτον βιάσης ἑαυτὸν τοῦ ἐπιῤῥίψαι ἐπὶ τὸν Θεὸν τὴν μέριμνάν σου μετὰ πίστεως καὶ ἀνταλλάξαι τὴν πρόνοιάν σου εἰς τὴν πρόνοιαν αὐτοῦ.

Καὶ τότε ὅταν ἴδῃ τὸ θέλημα σου, ὅτι ἐν πάσῃ καθαρότητι τοῦ φρονήματος ἐπίστευσας αὐτῷ τῷ Θεῷ ὑπὲρ ἑαυτὸν καὶ ἐβιάσω ἑαυτὸν ἐλπίσας ἐπὶ τὸν Θεὸν πλέον τῆς ψυχῆς σου, τότε ἐκείνη ἡ δύναμις ἡ ἄγνωστος ὑπὸ σοῦ ἐπισκηνοῖ ἐπὶ σε. Καὶ αἰσθητικῶς αἰσθηθήση τῆς δυνάμεως τοῦ μετὰ σου ἀνενδοιάστως ἐκείνης τῆς δυνάμεως, ἧς αἰσθανόμενοι πολλοὶ εἰσέρχονται εἰς τὸ πῦρ καὶ οὐ φοβοῦνται, καὶ ἔπι τὸ ὕδωρ πατοῦντες, οὐ διστάζουσι τῷ λογισμῷ ἑαυτῶν, μήπως καταποντισθώσι. Διότι ἐνισχύει ἡ πίστις τὰς αἰσθήσεις τῆς ψυχῆς καὶ ὡσανεὶ τινὸς ἀοράτου αἰσθάνεται, πείθοντος αὐτὸν μὴ προσέχειν τῇ ὁράσει τῶν φοβερῶν πραγμάτων, μηδὲ τῇ ὁράσει τῇ ὑπερβαλλούσῃ τῶν αἰσθήσεων βλέπειν.

Τάχα δοκεῖ σοι παντελῶς, ὅτι τὴν γνῶσιν τὴν πνευματικὴν ἐκείνην ἐν ταύτῃ τῇ ψυχικῇ γνώσει δέχεται τις; Καὶ οὐ μόνον ἀδύνατον ὑποδεχθῆναι ἐκείνην τὴν πνευματικὴν ἐν ταύτῃ τῇ γνώσει τῇ ψυχικῄ, ἀλλ’ οὐδὲ αἰσθήσει αἰσθηθήναι αὐτῆς δυνατὸν τινὶ ἢ ἀξιωθῆναι αὐτῆς τῶν ἐν ταύτῃ σπουδαζόντων γυμνασθῆναι. Καὶ ἐὰν τίνες ἐξ αὐτῶν θέλωσι προσεγγίσαι ἐκείνῃ τῇ γνώσει τοῦ Πνεύματος, ἕως οὐ ἀπαρνήσωνται ταύτην καὶ πᾶσαν ἀναστροφὴν τῆς λεπτότητος αὐτῆς καὶ τὴν πολύπλοκον αὐτῆς μέθοδον, καὶ σταθῶσιν εἰς τὸ νήπιον αὐτῆς φρόνημα, οὐδὲ πρὸς ὀλίγον ἐκείνῃ προσεγγίσαι δύνανται. Ἀλλὰ πολὺς ἀναχαιτισμὸς γίνεται αὐτοῖς ἡ συνήθεια αὐτῆς καὶ αἱ ἔννοιαι αὐτῆς, ἕως ἂν κατὰ μικρὸν καὶ μικρὸν ἐξάλειψη αὐτά. Ἡ γνῶσις ἐκείνῃ τοῦ Πνεύματος ἁπλῆ ἐστὶ καὶ ἐν λογισμοῖς ψυχικοῖς οὐκ ἐπιλάμπει. Ἕως ἂν ἐλευθερωθῇ ἡ διανοίᾳ ἐκ τῶν πολλῶν λογισμῶν καὶ ἔλθῃ εἰς μίαν ἁπλότητα τῆς καθαρότητος, οὐ μὴ δυνηθῇ αἰσθηθήναι τῆς γνώσεως τῆς πνευματικῆς.

Αὕτη ἡ τάξις τῆς γνώσεως, τὸ αἰσθηθήναι τῆς τρυφῆς ἐκείνης τῆς ζωῆς τοῦ αἰῶνος ἐκείνου. Ἐντεῦθεν τοὺς πολλοὺς λογισμοὺς ψέγει. Ἡ δὲ γνῶσις αὕτη ἡ ψυχικὴ ἐκτὸς πλήθους λογισμῶν γνῶναί τι ἄλλο, τὸ ἐν τῇ ἁπλότητι τῆς διανοίας δεχόμενον οὐ δύναται, κατὰ τὸν λέγοντα «Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ οὐ δύνασθε». Ἀλλ’ ἰδοὺ οἱ πολλοὶ εἰς τὴν τοιαύτην ἰδιωτείαν οὐ φθάνουσι, καὶ εἰς τὰ ἔργα αὐτῶν τὰ ἀγαθὰ ἐλπίζομεν, ὅτι τετήρηται αὐτοῖς μέρος ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, καθὼς ἐκ τῆς συνέσεως τῶν μακαρισμῶν τῶν Εὐαγγελίων, ὧν ἔθηκε διαφόρως, γνωσθῆναι ἡμῖν, ὅτι ἀλλοιώσεις πολλὰς ἐν διαφόροις πολιτείαις ἐγνώρισεν ἡμῖν ἐν αὐτοῖς τοῖς μακαρισμοῖς. Διότι ἕκαστος ἄνθρωπος εἰς ὅλα τὰ μέτρα ἐν πάσῃ ὁδῷ, ᾗ πορεύεται πρὸς αὐτόν, αὐτὸς ἀνοίγει ἔμπροσθεν αὐτοῦ τὴν πύλην τῆς βασιλείας τῶν οὐρανῶν.

Ἀλλ’ ἐκείνην τὴν γνῶσιν τὴν πνευματικὴν οὐ δύναται τις δέξασθαι, ἐὰν μὴ στραφῇ καὶ γένηται ὡς παιδίον. Ἐντεῦθεν γὰρ αἰσθάνεται τῆς τροφῆς ἐκείνης τῆς βασιλείας τῶν οὐρανῶν. Τὴν βασιλείαν τῶν οὐρανῶν θεωρίαν πνευματικὴν λέγουσιν ὅτι ἐστί. Καὶ αὕτη οὐκ ἐν τοῖς ἔργοις τῶν λογισμῶν εὑρίσκεται, ἀλλ’ ἐκ τῆς χάριτος γευθήναι δύναται, καὶ ἕως ἂν καθαρθῇ ὁ ἄνθρωπος, οὐδὲ ἀκοῦσαι αὐτῆς κἂν ἱκανοί. Διότι ἐκ μαθήσεως οὐδεὶς δύναται αὐτὴν κτήσασθαι. Ἐὰν φθάσῃς τὴν καθαρότητα τῆς καρδίας τὴν ἐκ πίστεως, ᾧ τέκνον, προσγινομένην, τὴν ἐν ἡσυχίᾳ τῇ ἐκ τῶν ἀνθρώπων, καὶ λάθῃς τὴν γνῶσιν τούτου τοῦ κόσμου, ὥστε σὲ μὴ αἰσθηθήναι αὐτῆς, ἐξαίφνης εὑρεθήσεται αὕτη ἔμπροσθεν σοῦ, χωρὶς ἐρεύνης τῆς περὶ αὐτήν. «Στῆσον, φησί, στήλην καὶ ἐπίχεε ἐπ’ αὐτὴν ἔλαιον, καὶ εὑρήσεις θησαυρὸν ἐν τῷ κόλπῳ σου».

Ἐὰν δὲ τῇ ἀγχόνῃ τῆς γνώσεως τῆς ψυχικῆς κρατηθῇς, οὐκ ἄτοπον μοὶ εἰπεῖν, ὅτι εὐχερὲς σοι ἐκ τῶν δεσμῶν τοῦ σιδήρου λυθῆναι, ἢ ἐξ αὐτῆς. Καὶ οὐκ ἀπέχεις ἀεὶ ἐκ τῶν παγίδων τῆς πλάνης καὶ οὐδέποτε συνήσεις λαβεῖν παῤῥησίαν τε καὶ πεποίθησιν πρὸς τὸν Κύριον, καὶ ἐν πάσῃ ὥρᾳ κατὰ στόμα τοῦ ξίφους πορεύῃ καὶ ἐκτὸς λύπης γενέσθαι παντελῶς οὐ δυνήσῃ. Ἐν ἀσθένεια καὶ ἁπλότητι δεήθητι, ἵνα ζήσῃς καλῶς ἔμπροσθεν τοῦ Θεοῦ καὶ ἐκτὸς μερίμνης γενήσῃ. Καθάπερ γὰρ ἀκολουθεῖ ἡ σκιὰ τῷ σώματι, οὕτω καὶ τῇ ταπεινοφροσύνῃ τὸ ἔλεος. Λοιπόν, ἐὰν ἐν τούτοις ἐθέλῃς ἀναστρέφεσθαι, μὴ δῷς χεῖρα τοῖς ἀσθενέσι λογισμοῖς παντελῶς. Καὶ ἐὰν πᾶσαι αἱ βλάβαι καὶ αἱ κακίαι καὶ οἱ κίνδυνοι περικυκλώσωσι καὶ ἐκφοβῶσι σε, μὴ φροντίσῃς περὶ αὐτῶν, μηδὲ ψηφήσης αὐτά. Ἐὰν ἅπαξ ἐπίστευσας τῷ Κυρίῳ τῷ αὐταρκούντι πρὸς φυλακὴν σου, καὶ ἐὰν πορεύσῃ ὀπίσω αὐτοῦ, μὴ πάλιν φροντίσῃς εἰς τὶ τῶν τοιούτων. Ἀλλ’ εἶπε τῇ ψυχῇ σου, «Αὐταρκεῖ μοι εἰς πάντα ᾧτινι τὴν ψυχὴν μοὺ καθάπαξ παρέδωκα. Ἐγὼ οὐκ εἰμὶ ὧδε, αὐτὸς γινώσκει». Καὶ τότε βλέπεις ἐν ἔργῳ τὰ θαυμάσια τοῦ Θεοῦ. Πῶς ἐγγὺς ἐστὶν ἐν παντὶ καιρῷ λυτρώσασθαι τοὺς φοβουμένους αὐτόν, καὶ πῶς ἡ πρόνοια αὐτοῦ περικυκλοῖ αὐτούς, καὶ οὐ καθορᾶται. Οὒχ ὅτι οὖν οὐ καθορᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁ φρουρὸς ὁ μετὰ σου, ὀφείλεις διστάσαι ἐν αὐτῷ ὅτι οὐκ ἐστί. Πολλάκις γὰρ καὶ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀποκαλύπτεται πρὸς τὸ σὲ θαῤῥῆσαι.

Ἡνίκα γὰρ ὁ ἄνθρωπος ῥίψειεν ἐξ αὐτοῦ πᾶσαν ἀντίληψιν ὁρωμένην καὶ τὴν ἀνθρωπίνην ἐλπίδα, καὶ τῷ Θεῷ ἀκολουθήσειεν ἐν πίστει καὶ καθαρῇ καρδίᾳ, εὐθέως ἀκολουθεῖ αὐτῷ ἡ χάρις καὶ ἀποκαλύπτει αὐτῷ τὴν ἑαυτῆς δύναμιν ἐν πολυτρόποις ἀντιλήψεσι. Πρῶτον μὲν ἐν τοῖς φανεροῖς τούτοις καὶ τοῖς του σώματος, καὶ δεικνύει αὐτῷ τὴν ἑαυτῆς ἀντίληψιν, διὰ τῆς περὶ αὐτὸν προνοίας, ὡς δύνασθαι αὐτὸν ἐν τούτοις ἐπὶ πλέον αἰσθηθήναι τῆς δυνάμεως τῆς προνοίας τοῦ Θεοῦ τῆς περὶ αὐτόν.

Καὶ ἐν τῇ συνέσει τῶν φανερῶν βεβαιοῦται καὶ περὶ τῶν κρυπτῶν, καθὼς δεῖ τῇ νηπιότητι τοῦ φρονήματος αὐτοῦ καὶ τῇ διαγωγῇ αὐτοῦ, ὅτι πῶς εὐπρεπίζεται ἡ χρεία αὐτοῦ χωρὶς ἔργου, ἡνίκα οὐκ ἐφρόντισε. Καὶ πολλὰς ἐπιφορὰς παρέρχεσθαι ἐξ αὐτοῦ ποιεῖ, προσεγγίζουσας αὐτῷ, πολλάκις πεπληρωμένας κινδύνων, ἡνίκα αὐτὸς οὐκ ἐνόησεν ἐν αὐταῖς, ἀλλ’ ἀνεπαισθήτως ἡ χάρις ἀποδιώκει ἄπ’ αὐτοῦ ἐν θαύματι μεγάλῳ, καὶ φρουρεῖ αὐτὸν καθάπερ τροφός, ἥτις ἐκπετᾶ τὰς πτέρυγας ἑαυτῆς ἐπὶ τὰ ἑαυτῆς τέκνα, τοῦ μὴ προσεγγίσαι αὐτοῖς βλάβην τινὸς καὶ δεικνύει αὐτῷ τοῖς ὀφθαλμοῖς αὐτοῦ, ὅτι πῶς προσήγγιζε αὐτῷ ἡ ἀπώλεια αὐτοῦ καὶ ἀβλαβῶς διέμεινεν.

Οὕτω γυμνάζει αὐτὸν καὶ ἐν τοῖς κρυπτοῖς, καὶ ἀνοίγει ἔμπροσθεν αὐτοῦ τὴν ἐνέδραν τῶν ἐννοιῶν καὶ τῶν λογισμῶν τῶν δυσχερῶν, τῶν ἀκατάληπτων. Καὶ εὐκόλως εὑρίσκεται αὐτῷ ἡ κατανόησις αὐτῶν καὶ ἡ ἀκολουθία αὐτῶν πρὸς ἀλλήλους καὶ ἡ πλάνῃ αὐτῶν, καὶ τίνι μὲν αὐτῶν προσκολλᾶται καὶ πῶς γεννῶνται εἰς ἐξ ἑνὸς καὶ ἀπολοῦσι τὴν ψυχήν. Καὶ καταισχύνει ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶσαν ἐνέδραν τῶν δαιμόνων καὶ τὸ κατάλυμα τῶν λογισμῶν αὐτῶν, καὶ τίθησιν ἐν αὐτῷ σύνεσιν κατανοῆσαι τὰ ἐσόμενα καὶ ἀνατέλλει ἐντὸς τῆς ἁπλότητος φῶς κρυπτόν, τοῦ αἰσθηθήναι εἰς πάντα, καὶ τὴν δύναμιν τῶν ἐννοιῶν τῶν λογισμῶν τῶν λεπτῶν. Καὶ δεικνύει αὐτῷ ὡς ἐν δακτύλῳ, ὅτι, εἰ μὴ ταῦτα ἔγνω, τὶ ἔμελλε πάσχειν. Καὶ τότε γεννᾶται αὐτῷ ἐντεῦθεν, ὅτι ἕκαστον πρᾶγμα μικρὸν καὶ μέγα ἐν εὐχῇ δεῖ ἐξαιτήσασθαι παρὰ τοῦ δημιουργοῦ αὐτοῦ περὶ αὐτοῦ.

Καὶ ἡνίκα ἡ θεῖα χάρις βεβαιώσειε τὸ φρόνημα αὐτοῦ εἰς πάντα ταῦτα, τοῦ πεποιθέναι ἐπὶ τὸν Θεόν, τότε ἄρχεται εἰσέρχεσθαι εἰς τοὺς πειρασμοὺς κατὰ μικρὸν καὶ μικρόν. Καὶ παραχωρεῖ πεμφθῆναι αὐτῷ πειρασμοὺς ἱκανοὺς πρὸς τὸ μέτρον αὐτοῦ, τοῦ βαστάξαι τὴν ἰσχὺν αὐτῶν. Καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς προσεγγίζει αὐτῷ ἡ ἀντίληψις αἰσθητικῶς, ἵνα θαῤῥήσῃ, ἕως ἂν κατὰ μικρὸν καὶ μικρὸν γυμνασθῇ καὶ κτήσηται σοφίαν καὶ περιφρονήση τοὺς ἐχθροὺς αὐτοῦ ἐν τῇ πεποιθήσει τῇ πρὸς τὸν Θεόν. Οὐ δυνατὸν γὰρ ἐκτὸς τούτων σοφισθῆναι ἐν τοῖς πολεμίοις τοῖς πνευματικοῖς καὶ γνῶναι τὸν ἑαυτοῦ προνοητὴν καὶ αἰσθηθήναι τοῦ Θεοῦ αὐτοῦ καὶ στερεωθῆναι ἐν τῇ πίστει αὐτοῦ κρυπτῶς, εἰ μὴ ἐν τῇ δυνάμει τῆς πείρας αὐτόν, ἥτις ἐδέξατο.

Καὶ ἡνίκα ἴδῃ ἡ χάρις, ὅτι ἤρξατο ἐν τῷ λογισμῷ αὐτοῦ ἡ οἴησις μικρόν, καὶ ἤρξατο λογίζεσθαι μέγα περὶ ἑαυτοῦ, εὐθέως παραχωρεῖ τοὺς πειρασμοὺς κατ’ αὐτοῦ ἰσχυροποιηθῆναι καὶ κραταιωθῆναι, ἕως ἂν μάθῃ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ φύγῃ καὶ κατάσχῃ τὸν Θεὸν ἐν ταπεινώσει. Καὶ ἐν τούτοις ἔρχεται ὁ ἄνθρωπος εἰς τὰ μέτρα τοῦ τελείου ἀνδρὸς ἐν τῇ πίστει καὶ τῇ ἐλπίδι τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ὑψοῦται πρὸς τὴν ἀγάπην. Θαυμαστὴ γὰρ γνωρίζεται ἡ ἀγάπη τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, ὅταν πότε ἐν μέσῳ γένηται πραγμάτων τῶν διακοπτόντων τὴν ἐλπίδα αὐτοῦ, καὶ ἐκεῖσε δεικνύει ὁ Θεὸς τὴν δύναμιν ἑαυτοῦ ἐν τῇ σωτηρία τῇ ἐπ’ αὐτόν. Οὐδέποτε γὰρ μανθάνει ὁ ἄνθρωπος τὴν δύναμιν τὴν θεϊκήν ἐν ἀναπαύσει καὶ πλατυσμῷ, καὶ οὐδέποτε ἔδειξεν ὁ Θεὸς τὴν ἑαυτοῦ ἐνέργειαν αἰσθητικῶς, εἰ μὴ ἐν χώρᾳ ἡσυχίας καὶ ἐν ἐρήμῳ καὶ ἐν τόποις ἐστερημένοις τῶν συντυχιῶν καὶ τῆς ταραχῆς τῆς κατασκηνώσεως τῆς μετὰ τῶν ἀνθρώπων.

Μὴ θαυμάσῃς, ὅταν ἄρξῃ τῆς ἀρετῆς καὶ βρύουσι κατὰ σου αἱ θλίψεις αἱ σκληροὶ καὶ ἰσχυραὶ ἐκ παντὸς τόπου. Διότι οὐδὲ ἀρετὴ λογίζεται ἐκείνῃ, ἡ τίνι οὐκ ἀκολουθεῖ ἡ δυσχέρεια τῶν ἔργων εἰς ἐνέργειαν αὐτῆς. Αὕτη γὰρ ἡ ἀρετὴ ἐξ αὐτοῦ τούτου ὠνομάσθη, καθὼς εἶπεν ὁ ἅγιος Ἰωάννης «Σύνηθές ἐστί, φησί, τῇ ἀρετῇ ἐπιπίπτειν τὰς δυσκολίας ἐκείνῃ δέ, φησί, ψεκτὴ ἐστίν, ἡνίκα δεδέσμευται τῇ ἀνέσει». Εἶπεν ὁ μακάριος Μᾶρκος ὁ μοναχὸς «Πᾶσα ἀρετὴ γινομένη σταυρὸς ὀνομάζεται, ὅταν τὴν ἐντολὴν τοῦ Πνεύματος πληροῖ». Διὰ τοῦτο πάντες οἱ θλίβοντες ἐν τῷ φόβῳ τοῦ Κυρίου ζῆσαι καὶ ἐν τῷ Ἰησοῦ Χριστῷ διωχθήσονται. Φησὶ γάρ· «εἰ τὶς θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι». Εἰ τις οὐ θέλει ζῆσαι ἐν ταῖς ἀναπαύσεσιν, ἀπολέσας τὴν ψυχὴν ἑαυτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Διὰ τοῦτο οὖν προέλαβε καὶ ἔθηκεν ἔμπροσθεν σου τὸν σταυρόν, ἵνα τὸν θάνατον ὁρίσης καθ’ ἑαυτοῦ, καὶ τότε ἀποστείλῃς τὴν ψυχὴν σοῦ πορευθῆναι ὀπίσω αὐτοῦ. Οὐδὲν ἰσχυρότερον τῆς ἀπογνώσεως. Αὕτη οὐ γινώσκει ἡττηθῆναι ὑπὸ τίνος, ἐὰν τοῖς δεξιοῖς καὶ ἐὰν τοῖς ἀριστεροῖς. Ὅτε ὁ ἄνθρωπος ἐν τῇ διανοίᾳ ἑαυτοῦ κόψει τὴν ἐλπίδα ἐκ τῆς ζωῆς αὐτοῦ, οὐδὲν θαρσαλεώτερον. Καὶ οὐδεὶς τῶν ἐχθρῶν δύναται ἀπαντῆσαι αὐτῷ καὶ οὐκ ἐστὶ θλῖψις, ἧς τίνος ἡ φήμη ἐξασθενῆσαι τὸ φρόνημα αὐτοῦ ποιεῖ. Διότι πᾶσα θλῖψις γινομένη, ὑποκάτωθεν τοῦ θανάτου ἐστί, καὶ αὐτὸς ἔκυψε δέξασθαι καθ’ ἑαυτοῦ τὸν θάνατον. Ἐὰν εἰς πάντα τόπον καὶ εἰς πᾶν πρᾶγμα καὶ εἰς πάντα καιρόν, ἐν πᾶσιν οἷς θέλεις περιεργάσασθαι, θῇς σκοπὸν ἐν τῷ φρονήματί σου εἰς ἔργα καὶ λύπην, οὐχὶ μόνον εὐθαρσὴς καὶ ἄοκνος εὑρεθήσῃ ἐν παντὶ καιρῷ, τοῦ ἀντιτάσσεσθαι πάσῃ δυσκολίᾳ νομιζομένῃ, ἀλλὰ καὶ ἐν τῇ δυνάμει τῶν λογισμῶν σοῦ φεύγουσιν ἀπὸ σοῦ αἱ πτοούσαι ἔννοιαι καὶ ἐκφοβούσαι σε, αἱ ἐξ ἔθους τικτόμεναι ἐν τῷ ἀνθρώπῳ ἐξ ἐκείνων τῶν εἰς τὴν ἀνάπαυσιν προσεχόντων λογισμῶν, καὶ πάντα τὰ δυσχερῆ καὶ σκληρά, τὰ συναντῶντα σοι, εὐχερῆ καὶ εὔκολα ὁρῶνται σοι. Καὶ πολλάκις ἐξ ἐναντίας καταντήσει τὰ κατὰ σε ἐκείνων τῶν προσδοκηθέντων ὑπὸ σου, καὶ ἴσως οὐδὲν συναντήσεταί σοι τῶν τοιούτων ποτέ.

Σὺ γινώσκεις, ὅτι ἡ ἐλπὶς τῆς ἀναπαύσεως ἐκ τῆς μνήμης τῶν μεγάλων καὶ ἐκ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν στερίσκει ἐν παντὶ καιρῷ τοὺς ἀνθρώπους. Ἀλλ’ οὐδὲ οἱ ἐν τῷ δὲ τῷ κοσμῶ ἐν τῇ συναναστροφῄ τοῦ σώματος ὑπάρχοντες, φθάσαι δύνανται τὸ τέλειον τοῦ θελήματος αὐτῶν, εἰ μὴ κρίνωσιν ἐν τῇ ἑαυτῶν διανοίᾳ τοῦ ὑπομεῖναι τὰ δυσχερῆ. Καὶ ἐπειδὴ ἡ πεῖρα μαρτυρεῖ περὶ τούτων, οὐ χρεία πεῖσαι ἐν λόγοις. Ὅτι ἐν πᾶσι γενεὰ τῶν πρὸ ἡμῶν καὶ ἕως τοῦ νῦν οὐκ ἐστὶν ἄλλο δι’ οὗ ἐξασθενοῦσιν οἱ ἄνθρωποι τοῦ μὴ νικῆσαι, στερηθῆναι τὲ τῶν ἀρίστων πραγμάτων, εἰ μὴ τοῦτο. Διὸ καὶ συντόμως λέγομεν, ὅτι οὐ καταφρονεῖ τις τῆς βασιλείας τῶν οὐρανῶν, εἰ μὴ τῇ ἐλπίδι τῆς ἀνέσεως τῆς μικρᾶς τῆς ἐνταῦθα. Καὶ οὐ μόνον τοῦτο πάσχει, ἀλλὰ καὶ ἐπιφοραὶ ἰσχυροὶ πολλάκις καὶ πειρασμοὶ δεινοὶ ἑτοιμάζονται παντὶ ἀνθρώπῳ προσέχοντι τῷ ἑαυτοῦ θελήματι καὶ πρὸς τοῦτο οἱ λογισμοὶ αὐτοῦ πορεύονται ὅτι ὁ κυβερνῶν αὐτόν, ἐστὶν ἡ ἐπιθυμία.

Τὶς ἐστὶν ὁ μὴ γινώσκων, ὅτι καὶ τὰ πετεινά, ἐν τῇ θεωρία τῆς ἀναπαύσεως προσπελάζει τῇ παγίδι; Μὴ ἴσως πολὺ ὑστερεῖ ἡ γνῶσις ἡμῶν τῆς γνώσεως τῶν πετεινῶν ἐν τῇ ὁμοιώσει ἐν τοῖς κρυπτοῖς ἢ ἐν τοῖς συμβεβηκόσι τοῖς κεκαλυμμένοις ἐν τισὶ πράγμασιν ἢ ἐν τόποις ἢ τινί, ἐν οἷς καὶ ὁ διάβολος ἐξ ἀρχῆς ἐν ἐπαγγελία καὶ φρονήματι τῆς ἀναπαύσεως θηρεύει ἡμᾶς; Ἀλλὰ διὰ τὸ εἶναι τὸ φρόνημα κατὰ τὴν ἐπιθυμίαν δραμεῖν τῷ λόγῳ ἐσφάλην ἐκ τοῦ σκοποῦ, οὐ ἔθηκα ἐξ ἀρχῆς ἐν τῷ λόγῳ μου ὅτι ἐν παντὶ καιρῷ τὸν σκοπὸν τῆς θλίψεως δεῖ ἡμᾶς τιθέναι τῷ φρονήματι ἡμῶν ἐν παντὶ πράγματι, ἐν ᾧ μέλλομεν ἄρξασθαι ἐν τῇ ὁδῷ τῇ πρὸς τὸν Κύριον, καὶ τὸ τέλος τῆς ἐκβάσεως αὐτῆς δεῖ ἐπερείδειν πρὸς τὴν ἀρχὴν σπουδαίους.

Ποσάκις ἐρωτᾷ ἄνθρωπος, ὅτε θέλει ἄρξασθαι εἰς τὶ πρᾶγμα διὰ τὸν Κύριον, λέγων, Ἄρα ἐστὶν ἀνάπαυσις ἐν τῷ πράγματι; Ἢ πῶς δυνατὸν πορεύεσθαι ἐν αὐτῇ χωρὶς ἔργου εὐκόλως; Ἢ ἴσως ἐστὶν ἐν αὐτῇ θλῖψις πόνον ἐμποιοῦσα τῷ σώματι; Οὐκ ἰδοὺ ἄνω καὶ κάτω τὸ ὄνομα ζητοῦμεν τῆς ἀναπαύσεως; Τὶ λέγεις, ᾧ ἄνθρωπε; Εἰς τὸν οὐρανὸν ἀνελθεῖν ἐθέλεις καὶ τὴν ἐκεῖσε βασιλείαν λαβεῖν καὶ τὴν κοινωνίαν τὴν μετὰ τοῦ Θεοῦ καὶ τὴν ἀνάπαυσιν τῆς ἐκεῖθεν μακαριότητος καὶ τὴν μετὰ τῶν ἀγγέλων κοινωνίαν καὶ τὴν ζωὴν τὴν ἀθάνατον, καὶ ἔρωτας σύ, ἐὰν ἔχῃ ἡ ὁδὸς αὕτη ἔργον; Ὦ θαῦμα! Οἱ ἐπιθυμοῦντες τῶν πραγμάτων τοῦ αἰῶνος τούτου τοῦ διαλυομένου, κατὰ τῶν κυμάτων τῶν φοβερῶν τῆς θαλάσσης διαβαίνουσι καὶ ἐν ὁδοῖς τραχέσι πορευθῆναι κατατολμῶσι, καὶ ὅλως οὐ λέγουσιν, ὅτι ἐστὶν ἔργον ἐν τῷ πράγματι ἡ λύπη ἐν ᾧ θέλουσι ποιῆσαι, καὶ ἡμεῖς ἐν παντὶ τόπῳ περὶ ἀναπαύσεως ἐξετάζομεν; Ἐὰν δὲ τὴν ὁδὸν τῆς σταυρώσεως κατὰ νοῦν λάβωμεν ἐν παντὶ καιρῷ, ἐννοήσομεν ποίᾳ λύπη οὐκ ἐστὶν εὐχερεστέρα ταύτης.

Ἥ ἴσως ἐστὶ τις παντελῶς ὁ μὴ ταῦτα πεπεισμένος, ὡς οὐδέποτέ τις ἔλαβε νίκην ἐν τῷ πολέμῳ ἢ τὸν στέφανον τὸν ἀφανιζόμενον ἐδέξατό τὶς ἢ ἦλθεν ἡ ἐπιθυμία του θελήματος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, κἂν καὶ ἐκ τῶν ἐπαινουμένων ᾖ, ἥ διηκόνησέ τι ἐν τοῖς πράγμασι τοῖς θεϊκοῖς ἢ κατώρθωσε τίνα τῶν ἐπαινουμένων ἀρετῶν, εἰ μὴ πρῶτον εὑρεθῇ καταφρονήσας τῶν ἔργων τῶν θλίψεων καὶ ἀπεδίωξεν ἀπὸ τῆς ἐγγύτητος αὐτοῦ τὸ φρόνημα τὸ ἐρεθίζον εἰς ἀνάπαυσιν, ὅπερ γεννᾷ τὴν ἀμέλειαν καὶ ὀκνηρίαν καὶ τὴν πτόησιν, ἐξ ὧν χαύνωσις ἐν παντί;

Ὅταν ὁ νοῦς ζηλώσῃ ὑπὲρ ἀρετῆς καὶ αἱ αἰσθήσεις αἱ φανεραί, ἤτοι ἡ ὅρασις, ἡ ἀκοή, ἡ ὄσφρησις, ἡ γεῦσις, καὶ ἡ ἁφή, ἐξ ἐναντίας τῶν δυσχερῶν ἔργων τῶν ἀλλότριων, τῶν ἔξωθεν τοῦ ἔθους καὶ τοῦ ὅρου τῆς δυνάμεως τῆς φυσικῆς, νικηθῆναι οὐ γινώσκουσιν. Ἐπὰν δὲ ἐν καιρῷ ὁ θυμὸς ὁ φυσικὸς ἐνεργῆ τὴν ἑαυτοῦ ἐνέργειαν, τότε ἡ ζωὴ τοῦ σώματος εὐκαταφρόνητος ἐστὶν ὑπὲρ τὰ σκύβαλα. Ἡνίκα γὰρ ἡ καρδίᾳ ζηλοτυπήσει ἐν πνεύματι, τὸ σῶμα οὐ λυπεῖται ἐν ταῖς θλίψεσιν, οὐδὲ ἐκ τῶν φόβων ποιεῖται καὶ συστέλλεται, ἀλλὰ συνίσταται αὐτῷ ὁ νοῦς πρὸς πάντας τοὺς πειρασμούς, ὡς ἀδάμας ἐν τῇ καρτερία αὐτοῦ.

Ζηλώσωμεν καὶ ἡμεῖς τὸν ζῆλον τοῦ Πνεύματος ὑπὲρ τοῦ θελήματος τοῦ Ἰησοῦ, καὶ ἀποδιωχθήσεται ἀφ’ ἡμῶν πᾶσα ἀμέλεια, ἡ γεννῶσα ἐν τῷ φρονήματι ἡμῶν τὴν ῥαθυμίαν. Ζῆλος γὰρ γεννᾷ τὸ θάρσος καὶ τὸ κράτος τῆς ψυχῆς καὶ τὴν σπουδὴν τοῦ σώματος. Ποίᾳ δύναμις γίνεται ἐν τοῖς δαίμοσιν, ὅταν ἡ ψυχὴ κίνηση τὸν ἑαυτῆς ζῆλον τὸν σφοδρόν, τὸν φυσικὸν ἐξ ἐναντίας αὐτῶν; Καὶ ἡ προθυμίᾳ πάλιν τοῦ ζήλου γέννημα λέγεται. Καὶ ὅταν ἐξάγῃ τὴν ἑαυτὸν δύναμιν εἰς πρᾶξιν, πᾶσαν ἰσχὺν ἀπτόητον γινομένην ἐν τῇ ψυχῇ βεβαιοῖ. Καὶ αὐτοὺς δὲ τοὺς στεφάνους τῆς ὁμολογίας, οὓς ὑποδέχονται οἱ ἀθληταὶ καὶ οἱ μάρτυρες ἐν τῇ καρτερίᾳ αὐτῶν, ἐν ταῖς δυσὶν ἐργασίαις τοῦ ζήλου καὶ τῆς προθυμίας, τῶν τικτομένων ἐκ τῆς δυνάμεως τοῦ θυμοῦ τοῦ φυσικοῦ, κομίζονται. Γίνονται ἀπαθεῖς ἐν τῇ σφοδρὰ λύπῃ τῶν βασάνων.

Ὁ Θεὸς δώῃ καὶ ἡμῖν τοιαύτην προθυμίαν ἐν τῇ αὐτοῦ εὐαρεστήσει. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Κ’ - Περὶ τοῦ πόσην τιμὴν κέκτηται ἡ ταπεινοφροσύνῃ καὶ ποσὸν ἀνώτερος ἐστὶν ο βαθμὸς αὐτῆς
Προηγούμενο: ΛΟΓΟΣ ΙΗ’ - Περὶ τοῦ ποσὸν γίνεται τὸ μέτρον τῆς γνώσεως καὶ τὰ μέτρα τὰ περὶ τῆς πίστεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος