Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΒ’ - Περὶ τῶν τρόπων τῆς εἰς Θεὸν ἐλπίδος καὶ τινὰ δεῖ ἐλπίζειν ἐπὶ τὸν Θεὸν καὶ τὶς ἐστιν ὁ ἀφρόνως καὶ ἀσυνέτως ἔχων τὴν ἐλπίδα
Προηγούμενο: ΛΟΓΟΣ Κ’ - Περὶ τοῦ πόσην τιμὴν κέκτηται ἡ ταπεινοφροσύνῃ καὶ ποσὸν ἀνώτερος ἐστὶν ο βαθμὸς αὐτῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΑ’ - Περὶ τοῦ ὑπὸ τινὸς ὠφελεῖται ὁ ἄνθρωπος εἰς τὸ προσεγγίσαι τῷ Θεῷ ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ τὶς ἡ ἀληθὴς αἰτία ἡ προσεγγίζουσα αὐτῷ κρυπτῶς τὴν βοήθειαν καὶ τὶς πάλιν ἡ αἰτία ἡ ἄγουσα τὸν ἄνθρωπον εἰς Ταπείνωσιν

Μακάριος ἄνθρωπος ὁ γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν. Διότι αὕτη ἡ γνῶσις γίνεται αὐτῷ θεμέλιος καὶ ῥίζα καὶ ἀρχὴ πάσης ἀγαθωσύνης. Ὅταν γὰρ μάθῃ τις καὶ ἐν ἀληθείᾳ αἰσθηθή τῆς ἑαυτοῦ ἀσθενείας, τηνικαῦτα περισφίγγει τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῆς χαυνότητος τῆς ἀμαυρούσης τὴν γνῶσιν καὶ θησαυρίζει ἑαυτῷ παραφυλακήν. Οὐδεὶς δὲ δύναται αἰσθηθήναι τῆς ἑαυτοῦ ἀσθενείας, ἐὰν μὴ παραχωρηθή μικρὸν τοῦ πειρασθῆναι, ἢ ἐν τοῖς καταπονοῦσι τὸ σῶμα ἢ τὴν ψυχήν. Τότε γάρ, συγκρίνας τὴν ἑαυτοῦ ἀσθένειαν τῇ βοηθείᾳ τοῦ Θεοῦ, τηνικαῦτα γνώσεται ταύτης τὴν μεγαλωσύνην, καὶ πάλιν ὅταν κατίδῃ τὸ πλῆθος τῶν μηχανημάτων αὐτοῦ καὶ τὴν παραφυλακὴν καὶ ἐγκράτειαν καὶ σκέπην καὶ περίφραξιν τῆς ψυχῆς αὐτοῦ, δι’ ὧν ἐλπίζει εὑρεῖν αὐτῇ πεποίθησιν, καὶ οὐ κέκτηται, ἡ καὶ ἐὰν ἡ καρδίᾳ γαλήνην μὴ ἔχῃ ἀπὸ τοῦ φόβου καὶ τρόμου, τηνικαῦτα νοείτω καὶ γινωσκέτω, ὅτι οὗτος ὁ φόβος τῆς καρδίας αὐτοῦ δηλοῖ καὶ ἐμφαίνει, ὅτι ἐνδεὴς ἐστὶ πάντως ἑτέρου τινὸς βοηθοῦντος. Ἡ γὰρ καρδίᾳ μαρτυρεῖ ἔσωθεν τῷ φόβῳ τῷ βάλλοντι καὶ παλαίοντι ἔνδοθεν αὐτῆς, καὶ ἐμφαίνει λεῖψιν τινός. Καὶ διὰ τοῦτο ἐλέγχεται μὴ δυναμένη κατασκηνῶσαι μετὰ πεποιθήσεως. Ἡ γὰρ τοῦ Θεοῦ βοήθεια, φησίν, ἐστὶν ἡ σώζουσα.

Ὅταν δὲ τις γνῷ, ὅτι ἐνδεὴς ἐστὶ τῆς θείας βοηθείας, πολλὰς ποιεῖται τὰς εὐχὰς καί, ὅσον ταύτας πληθύνει, ταπεινοῦται ἡ καρδία. Οὐδεὶς γὰρ δεόμενος καὶ αἰτῶν δύναται μὴ ταπεινωθῆναι. «Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει». Ἕως ἂν οὖν μὴ ταπεινωθῇ ἡ καρδίᾳ, οὐ δύναται παύσασθαι τοῦ μετεωρισμοῦ. Ἡ γὰρ ταπείνωσις συνάγει τὴν καρδίαν. Ὅταν δὲ ταπεινωθῇ ὁ ἄνθρωπος, παραυτίκα κυκλοῖ αὐτὸν τὸ ἔλεος, καὶ τότε αἰσθάνεται ἡ καρδία τῆς θείας βοηθείας, Διότι εὑρίσκει δύναμιν τινὰ πεποιθήσεως κινουμένην ἐν αὐτῇ. Ὅταν δὲ αἴσθηται ὁ ἄνθρωπος τῆς θείας βοηθείας, ὅτι πάρεστι βοηθοῦσα αὐτῷ, τότε ἡ καρδία παραυτίκα ἐμπιπλᾶται πίστεως καὶ συνίησιν ἐντεῦθεν, ὅτι ἡ προσευχῇ καταφύγιον πέφυκε βοηθείας καὶ πηγὴ σωτηρίας καὶ θησαυρὸς πεποιθήσεως καὶ λιμὴν ῥυόμενος ἀπὸ τρικυμίας καὶ φῶς τοῖς ἐν σκότει καὶ στήριγμα τῶν ἀσθενῶν καὶ σκέπη ἐν τῷ καιρῷ τῶν πειρασμῶν καὶ βοήθεια ἐν τῇ ἀκμῇ τῆς νόσου καὶ ἀσπὶς λυτρώσεως ἐν πολεμῶ καὶ βέλος ἠκονημένον ἐξ ἐναντίας τῶν ἐχθρῶν καὶ ἁπλῶς εἰπεῖν πᾶν τὸ πλῆθος τῶν ἀγαθῶν τούτων διὰ τῆς προσευχῆς εὑρίσκεται ἔχον τὴν εἴσοδον.

Καὶ λοιπὸν ἀπὸ τοῦ νῦν ἐντρυφᾷ ἐν τῇ τῆς πίστεως προσευχῇ, ἡ δὲ καρδίᾳ αὐτοῦ φαιδρύνεται τῇ πεποιθήσει, καὶ οὐδαμῶς τῇ προτέρα πυρώσει καὶ τῇ ψιλῇ λαλιὰ τοῦ στόματος ἐναπομένει, ἀλλ’ ὅταν νόηση ταῦτα, οὕτω τότε κτήσεται τὴν προσευχὴν ἐν τῇ ψυχῇ, καθάπερ θησαυρόν. Καὶ ἀπὸ τῆς πολλῆς εὐφροσύνης τὸ σχῆμα τῆς προσευχῆς αὐτοῦ εἷς εὐχαριστήριους φωνὰς ἀμείβει. Καὶ οὗτος ἐστὶν ὁ λόγος ὁ ῥηθεὶς ὑπὸ τοῦ διορίσαντος ἑκάστῳ τῶν πραγμάτων τὸ ἴδιον σχῆμα ὅτι ἡ προσευχῇ χαρὰ ἐστίν, εὐχαριστίαν ἀναπέμπουσα. Εὐχὴν δὲ ταύτην ἠνίξατο, τὴν ἐν γνώσει τοῦ Θεοῦ ἀνυομένην, τουτέστι τὴν παρὰ τοῦ Θεοῦ πεμπομένην. Διότι οὐκ ἐν κόπῳ καὶ μοχθῶ τηνικαῦτα προσεύχεται ὁ ἄνθρωπος, ὡς ἡ λοιπὴ προσευχὴ ἡ προσευχομένη πρὸ τοῦ αἰσθάνεσθαι ταύτης τῆς χάριτος, ἀλλὰ μετὰ χαρᾶς τῆς καρδίας καὶ θαύματος βρύει τὰς εὐχαριστήριους κινήσεις διηνεκῶς ἀλαλήτοις γονυκλισίαις, καὶ ἀπὸ τοῦ πλήθους τῆς κινήσεως αὐτοῦ εἰς τὴν γνῶσιν καὶ τοῦ θαυμάζειν καὶ ἐκπλήττεσθαι τὴν χάριν τοῦ Θεοῦ, ἐξαίφνης ὑψοῖ τὴν φωνὴν αὐτοῦ, ὑμνολογῶν καὶ δοξάζων αὐτόν, καὶ τὴν εὐχαριστίαν ἀναπέμπει καὶ ἐκπληττόμενος λίαν τὴν γλῶσσαν κινεῖ.

Εἰ τις ἐνταῦθα ἔφθασεν ἐν ἀληθείᾳ καὶ οὐ φαντασίᾳ καὶ σημειώσεις πολλὰς τέθεικε τῷ πράγματι ἐν ἑαυτῷ καὶ πολλὰς ἔγνω διαφορὰς διὰ τὴν πολλὴν δοκιμὴν αὐτοῦ, οὗτος οἶδε τὶ λέγω, ὅτι οὐκ ἐστὶν ἐναντίον. Καὶ ἀπὸ τοῦ νῦν παυέσθω τοῦ ἐνθυμεῖσθαι τὰ μάταια καὶ προσμενέτω τῷ Θεῷ διὰ τῆς διηνεκοῦς προσευχῆς, δειλιῶν καὶ φοβούμενος, μήποτε στερηθῇ τοῦ πλήθους τῆς ἀρρωγής τοῦ Θεοῦ.

Ταῦτα πάντα τὰ ἀγαθὰ τίκτονται τῷ ἀνθρώπῳ ἀπὸ τοῦ ἐπιγνῶναι τὴν οἰκείαν ἀσθένειαν. Ἐκ γὰρ τῆς πολλῆς ἐφέσεως αὐτοῦ πρὸς τὴν βοήθειαν τοῦ Θεοῦ προσεγγίζει τῷ Θεῷ, διαμένων ἐν τῇ προσευχῇ. Καὶ ὅσον προσεγγίζει τῷ Θεῷ τῇ προθέσει αὐτοῦ, καὶ ὁ Θεὸς προσεγγίζει αὐτῷ διὰ τῶν χαρισμάτων αὐτοῦ, καὶ οὐ μὴ ἄρῃ ἄπ’ αὐτοῦ τὴν χάριν διὰ τὴν πολλὴν αὐτοῦ ταπείνωσιν διότι, ὥσπερ ἡ χήρα, πρὸς τὸν κριτὴν ἀδιαλείπτως κράζει ἐκδικηθῆναι ἀπὸ τοῦ ἀντιδίκου.

Διὰ τοῦτο δὲ ὁ οἰκτίρμων Θεὸς παρακατέχει ἄπ’ αὐτοῦ τὰς χάριτας, ἵνα γένηται αὐτῷ τοῦτο αἰτία τοῦ προσεγγίζειν αὐτῷ καὶ ἕνεκεν τῆς χρείας αὐτοῦ παραμένῃ τῷ βρύοντι τὰς ὠφελείας. Καὶ τίνας μὲν τῶν αἰτήσεων δίδωσιν αὐτῷ τάχιστα, ἐκείνας λέγω ὧν ἐκτὸς οὐ δύναται τὶς σωθῆναι, τινὰς δὲ παρακατέχει ἀπ’ αὐτοῦ. Καὶ ἐν τισὶ μὲν τῶν πραγμάτων ἀποσοβεῖ καὶ ἀποδιώκει τὸ καυσῶδες τοῦ ἐχθροῦ ἄπ’ αὐτοῦ, ἐν τισὶ δὲ παραχωρεῖ πειράζεσθαι, ἵνα γένηται αὐτῷ ἐκεῖνο τὸ πειρατήριον αἴτια τοῦ προσεγγίσαι τῷ Θεῷ, ὡς προεῖπον, καὶ ἵνα παιδευθῇ καὶ πεῖραν σχῇ τῶν πειρασμῶν. Καὶ οὗτος ἐστὶν ὁ λόγος τῆς Γραφῆς, ὅτι «Κύριος ἐγκατέλιπεν ἔθνη πολλά, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτά, καὶ οὐ παρέδωκεν αὐτὰ εἰς τὰς χεῖρας Ἰησοῦ τοῦ υἱοῦ Ναυή, ἵνα παιδεύσῃ ἐν αὐτοῖς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἵνα διδαχθῶσιν αἱ φυλαὶ τῶν υἱῶν Ἰσραὴλ καὶ μάθωσι τὸν πόλεμον».

Δίκαιος γὰρ μὴ συνειδὼς τὴν ἑαυτοῦ ἀσθένειαν ἐπὶ ἀκμῆς ξυροῦ ἔχει τὰ πράγματα καὶ οὐδαμῶς ἀπέστη ἀπὸ πτώσεως οὔτε ἀπὸ τοῦ φθοροποιοῦ λέοντος, λέγω δὴ τοῦ δαίμονος τῆς ὑπερηφανίας. Καὶ πάλιν ὁ μὴ γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν ἐλλείπει ἐκ τῆς ταπεινώσεως, ὁ δὲ ταύτης ἐλλείπων ἐλλιπὴς ἐστὶ καὶ ἀπὸ τῆς τελειώσεως, καὶ ὁ ἀπὸ ταύτης ἐλλιπής, ἀεὶ περίφοβός ἐστὶ διότι ἡ πόλις αὐτοῦ οὐ τεθεμελίωται ἐπὶ στύλους σιδηροῦς οὔτε ἐπὶ φλοιάς χαλκᾶς, λέγω δὴ τῆς ταπεινώσεως. Ταπείνωσιν δὲ οὐ δύναται τις κτήσασθαι, ἀλλ’ ἡ διὰ τῶν τρόπων αὐτῆς, δι’ ὧν πέφυκε γίνεσθαι ἡ καρδία συντετριμμένη καὶ οἱ διαλογισμοὶ τῆς οἰήσεως ἐξουδενωμένοι.

Διὰ τοῦτο οὖν πολλάκις εὑρίσκει ἐν αὐτῷ ὁ ἐχθρὸς ἴχνος αἰτίας τοῦ ἐκκλῖναι τὸν ἄνθρωπον ἄνευ γὰρ ταπεινώσεως οὐ δύναται τελειωθῆναι τὸ ἔργον τοῦ ἀνθρώπου καὶ οὐδαμῶς ἐπετέθη τῷ γραμματείῳ τῆς ἐλευθερίας αὐτοῦ ἡ σφραγὶς τοῦ Πνεύματος, μᾶλλον δὲ ἕως τοῦ νῦν δοῦλος ὑπάρχει καὶ τὸ ἔργον αὐτοῦ οὐχ ὑπερήρθη τοῦ φόβου. Καθότι οὐ διορθοῦταί τις τὸ ἔργον αὐτοῦ ἄνευ ταπεινώσεως, καὶ οὐ παιδεύεται, εἰ μὴ διὰ πειρασμῶν, καὶ ἄνευ παιδείας τὴν ταπείνωσιν οὐ καταλαμβάνει.

Διὰ τοῦτο ἀφίησιν ὁ Κύριος αἰτίας ταπεινώσεως καὶ συντριμμοῦ καρδίας δι’ ἐμπόνου προσευχῆς ἐπὶ τοὺς ἁγίους, ἵνα πρὸς αὐτὸν ἐγγίζωσι διὰ ταπεινώσεως οἱ αὐτὸν ἀγαπῶντες.Καὶ πολλάκις ἐκφοβεῖ αὐτοὺς τοῖς πάθεσι τῆς φύσεως καὶ διολισθήμασιν αἰσχρῶν καὶ μιαρῶν ἐνθυμήσεων πολλάκις δὲ καὶ δι’ ὀνειδισμῶν καὶ δι’ ὕβρεων καὶ ἀνθρωπίνων κολαφισμών ἐνίοτε δὲ νόσοις καὶ ἀῤῥωστήμασι σωματικοῖς καὶ ἄλλοτε πτωχείᾳ καὶ ἐνδείᾳ τῆς ἀναγκαίας χρείας καὶ ποτὲ μὲν πόνοις φόβου δεινοῦ καὶ ἐγκαταλείψει καὶ πολέμῳ φανερῷ τοῦ διαβόλου, δι’ ὧν αὐτοὺς ἐκφοβεῖν εἴωθε, ποτὲ δὲ διαφόροις φοβεροῖς πράγμασι. Καὶ ταῦτα πάντα γίνεται, ἵνα σχῶσιν αἰτίας τὸν ταπεινωθῆναι καὶ ἵνα μὴ συμβῇ αὐτοῖς ὁ τῆς ἀμελείας νυσταγμός, ἢ χάριν τῶν πραγμάτων, ἐν οἷς εὑρίσκεται ἀῤῥωστήσας ὁ ἀγωνιστής, ἢ διὰ τὸν φόβον τὸν μέλλοντα. Ὥστε ἐξ ἀνάγκης ἐπωφελεῖς εἰσὶ τοῖς ἀνθρώποις οἱ πειρασμοί.

Σὺ λέγω δὲ τοῦτο, ὅτι πρέπει τῷ ἀνθρώπῳ χαυνωθῆναι ἑκουσίως ὑπὸ τῶν αἰσχρῶν λογισμῶν, ἵνα γένηται αὐτῷ πρόφασις ταπεινώσεως ἐν τῇ μνήμῃ αὐτῶν, οὔτε ἵνα σπουδάσῃ εἰσελθεῖν εἰς τοὺς ἄλλους πειρασμούς, ἀλλ’ ὅτι πρέπει αὐτῷ ἐν τῷ ἐργάζεσθαι τὸ ἀγαθὸν νήφειν ἐν παντὶ καιρῷ καὶ τηρεῖν τὴν ψυχὴν αὐτοῦ καὶ διαλογίζεσθαι, ὅτι κτιστὸς ἐστὶ καὶ διὰ τοῦτο εὐμετάπτωτος. Ἕκαστος γὰρ κτιστὸς ἐνδεὴς ἐστὶ τῆς δυνάμεως τοῦ Θεοῦ πρὸς ἀντίληψιν, καὶ πᾶς τὶς ἐνδεὴς τῆς ἑτέρου ἀντιλήψεως, ἐκφαίνει φυσικὴν ἀσθένειαν πᾶς δὲ τίς, εἰδὼς τὸ ἑαυτοῦ ἀσθενές, ἐξ ἀνάγκης δέεται τοῦ ταπεινωθῆναι, ἵνα ἀνύσῃ τὴν χρείαν αὐτοῦ παρὰ τοῦ δυναμένου διδόναι. Καὶ εἰ ἦν ἐξ ἀρχῆς εἰδὼς καὶ θεασάμενος τὴν ἑαυτοῦ ἀσθένειαν, οὐκ ἂν ἠμέλησε, καὶ εἰ μὴ ὅτι ἠμέλησεν, οὐκ ἂν ὕπνωσε καὶ παρεδόθη εἷς χεῖρας τῶν θλιβόντων αὐτὸν τοῦ ἐξυπνίσαι αὐτόν.

Λοιπὸν πρέπει τῷ πορευομένῳ ἐν τῇ ὁδῷ τοῦ Θεοῦ εὐχαριστῆσαι αὐτῷ ἐν πᾶσι τοῖς ἐπερχομένοις αὐτῷ καὶ μέμψασθαι καὶ καθυβρίσαι τὴν ἑαυτοῦ ψυχήν, καὶ γνῶναι, ὅτι οὐκ ἂν παρεχωρήθη ὑπὸ τοῦ προνοητοῦ, εἰ μὴ διὰ τινὰ ἀμέλειαν, ἵνα ἐξυπνισθῇ ἡ διανοίᾳ αὐτοῦ, ἢ διότι τετύφωται, καὶ μὴ θορυβηθῇ διὰ τοῦτο, μήτε ἐπηδήση τοῦ σταδίου καὶ τοῦ ἀγῶνος μήτε ἄνευ μέμψεως ἑαυτὸν ποίηση, ἵνα μὴ διπλοῦν γένηται αὐτοῦ τὸ κακόν. Διότι οὐκ ἐστὶ παρὰ τῷ βρύοντι Θεῷ τὴν δικαιοσύνην ἀδικία. Μὴ γένοιτο.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΒ’ - Περὶ τῶν τρόπων τῆς εἰς Θεὸν ἐλπίδος καὶ τινὰ δεῖ ἐλπίζειν ἐπὶ τὸν Θεὸν καὶ τὶς ἐστιν ὁ ἀφρόνως καὶ ἀσυνέτως ἔχων τὴν ἐλπίδα
Προηγούμενο: ΛΟΓΟΣ Κ’ - Περὶ τοῦ πόσην τιμὴν κέκτηται ἡ ταπεινοφροσύνῃ καὶ ποσὸν ἀνώτερος ἐστὶν ο βαθμὸς αὐτῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος