Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΓ’ - Περὶ ἀγάπης Θεοῦ καὶ ἀποταγῆς καὶ τῆς ἐν αὐτῷ ἀναπαύσεως
Προηγούμενο: ΛΟΓΟΣ ΚΑ’ - Περὶ τοῦ ὑπὸ τινὸς ὠφελεῖται ὁ ἄνθρωπος εἰς τὸ προσεγγίσαι τῷ Θεῷ ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ τὶς ἡ ἀληθὴς αἰτία ἡ προσεγγίζουσα αὐτῷ κρυπτῶς τὴν βοήθειαν καὶ τὶς πάλιν ἡ αἰτία ἡ ἄγουσα τὸν ἄνθρωπον εἰς Ταπείνωσιν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΒ’ - Περὶ τῶν τρόπων τῆς εἰς Θεὸν ἐλπίδος καὶ τινὰ δεῖ ἐλπίζειν ἐπὶ τὸν Θεὸν καὶ τὶς ἐστιν ὁ ἀφρόνως καὶ ἀσυνέτως ἔχων τὴν ἐλπίδα

Γίνεται ἐλπὶς ἐπὶ τῷ Θεῷ διὰ τῆς καρδιακῆς πίστεως, ἥτις ἐστὶ καλὴ καὶ μετὰ διακρίσεως καὶ γνώσεως πέφυκε. Καὶ γίνεται ἄλλη παρηλλαγμένη καὶ ἐξ ἀνομίας ὑπάρχουσα, ἥτις ἐστὶ ψευδής. Ἄνθρωπος ὁ μὴ παντελῶς φροντίδα ποιούμενος τῶν ἐπικήρων πραγμάτων, ἀλλ’ ἑαυτὸν ὁλοτελῶς ἀναθέμενος τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας, μηδενὸς φροντίζων κοσμικοῦ διὰ τὴν πολλὴν ἑαυτοῦ ἐπιμέλειαν τὴν εἰς τὰς ἀρετὰς καὶ πᾶσαν τὴν σχολὴν αὐτοῦ εἰς τὰ θεῖα κεκτημένος καὶ διὰ τοῦτο ἀμελῶν εὐτρεπίσαι ἑαυτῷ τροφὰς τε καὶ ἐνδύματα καὶ ἑτοιμασίαν τόπου κατασκηνώσεως τοῦ σώματος καὶ τὰ λοιπὰ πάντα, οὗτος καλῶς καὶ ἐπιστημόνως ἐλπίζει ἐπὶ Κύριον. Ὅτι αὐτὸς ἑτοιμάσει αὐτῷ τὰ πρὸς τὴν χρείαν, καὶ αὕτη ἐστὶν ἀληθῶς ἡ ἀληθὴς καὶ σοφωτάτη ἐλπίς.

Δίκαιον οὖν ἐστὶ τὸν τοιοῦτον ἐλπίζειν ἐπὶ τὸν Θεόν, καθότι δοῦλος αὐτοῦ κεχρημάτικε καὶ ἐπιμελῶς διάκειται ἐν τῷ ἔργῳ αὐτοῦ, χωρὶς πάσης ἀμελείας τῆς ἐκ τινὸς αἰτίας συμβαινούσης. Ἐπὶ τῷ τοιούτῳ ἄξιον ἐστὶν ἐνδείκνυσθαι παρὰ τοῦ Θεοῦ εἰδικῶς τὴν ἐπιμέλειαν, διότι ἐφύλαξε τὴν ἐντολὴν αὐτοῦ τὴν λέγουσαν, «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», καί,«τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε». Ὅταν γὰρ οὕτω διατιθέμεθα, ὁ κόσμος ὥσπερ τις δοῦλος ἑτοιμάσει ἡμῖν πάντα καὶ ὡς δεσπόταις ὑποταγήσεται ἀδιστάκτως τοῖς λόγοις ἡμῶν, καὶ τῷ θελήματι ἡμῶν οὐ μὴ ἐναντιωθῇ. Ἵνα γὰρ μὴ ἀργήσῃ ὁ τοιοῦτος ἐκ τῆς διηνεκοῦς στάσεως αὐτοῦ ἔμπροσθεν τοῦ Θεοῦ, οὐ παραδίδωσιν ἑαυτὸν φροντίζειν τῆς ἀναγκαίας χρείας τοῦ σώματος. Καὶ οὐδενὸς ἑτέρου ἐπιμελεῖται, ἀλλ’ ἧ μόνον ἀργὸς γενέσθαι ἀπὸ πάσης τοιαύτης φροντίδος μικρᾶς καὶ μεγάλης, τῆς πρὸς ἡδονὴν συντεινούσης καὶ μετεωρισμόν, διὰ τὸν φόβον τοῦ Θεοῦ. Τεύξεται δὲ ὅμως τούτων θαυμασίως, μήτε φροντίσας αὐτῶν μήτε κοπιάσας εἰς αὐτά.

Ὁ μέντοι ἄνθρωπος ὁ παντελῶς ἔχων τὴν καρδίαν συγκεχωρισμένην ἐν τοῖς γηίνοις καὶ ἀεὶ μετὰ τοῦ ὄφεως ἐσθίων χοῦν καὶ μηδαμῶς ἐπιμελούμενος τῶν εὐαρεστούντων τῷ Θεῷ, ἀλλ’ ἐν πᾶσι τοῖς σωματικοῖς καταπεπονημένος καὶ λελυμένος καὶ ἀργὸς ἀπὸ πάσης ἀρετῆς, διὰ τὴν διηνεκῆ συντυχίαν καὶ τὸν μετεωρισμὸν τῆς στρηνιάσεως καὶ προφάσεις τινὰς προφασιζόμενος, ὁ τοιοῦτος ὄντως διὰ ταύτην τὴν ῥαθυμίαν καὶ ἀργίαν ἔκπτωτος ἐστὶ τοῦ ἀγαθοῦ. Καὶ ἐνίοτε, ὅτε στενωθῇ ὑπὸ τίνος ἐνδείας ἢ θλιβῇ ὑπὸ τῆς ἐπικαρπίας τῶν ἀνομημάτων αὐτοῦ, ἐρεῖ δὲ πῶς οὗτος, ὅτι ἐλπιῶ ἐπὶ τὸν Θεὸν καὶ ἀμέριμνον με ποιήσει καὶ ἄνεσιν μοι παρέξει; Ἄφρων, μέχρι της ἄρτι ὥρας οὐκ ἐμνήσθης τοῦ Θεοῦ, ἀλλὰ καθύβριζες αὐτὸν τῇ καταλύσει τῶν σῶν πράξεων καὶ τὸ ὄνομα αὐτοῦ διὰ σὲ ἐν τοῖς ἔθνεσιν ἐβλασφημεῖτο, καθὼς γέγραπται, καὶ νῦν τολμᾶς λέγειν δι’ ὅλου τοῦ στόματος, ἐπ’ αὐτῷ ἐλπιῶ, καὶ αὐτὸς βοηθήσει μοι καὶ μέριμναν μου ποιήσεται; Καθὼς εἴρηκεν ὁ Θεὸς διὰ τοῦ Προφήτου, τοὺς τοιούτους ἐντρέπων, ὅτι «καθ’ ἡμέραν ἐκζητοῦσι με καὶ βούλονται μαθεῖν τὰς ὁδοὺς μου ὡς τινὲς ποιοῦντες τὴν δικαιοσύνην καὶ τὰ δικαιώματα τοῦ Θεοῦ αὐτῶν μὴ καταλιπόντες, αἰτοῦσί με κρίσιν καὶ δικαιοσύνην». Ἐκ τῶν τοιούτων ἐστὶν ὁ ἄφρων, ὁ μηδὲ τῇ διανοίᾳ αὐτοῦ προσεγγίζων τῷ Θεῷ, ὅταν δὲ κυκλωθῇ ὑπὸ τῶν θλίψεων αἴρων τὰς χεῖρας αὐτοῦ πρὸς αὐτὸν μετὰ πεποιθήσεως. Ὁ τοιοῦτος δέεται καυστηριασθήναι πολλάκις, ἵνα ἔνθεν κἀκεῖθεν παιδευθῇ. Οὐ γὰρ κέκτηται ἔργον ἄξιον τῆς εἰς Θεὸν πεποιθήσεως, ἀλλὰ διὰ μὲν τὰς χαλεπὰς αὐτοῦ πράξεις καὶ τὴν ἀμέλειαν αὐτοῦ ἀπὸ τῶν καθηκόντων ἄξιος γίνεται παιδείας, διὰ δὲ τὸ ἔλεος αὐτοῦ ὁ Θεὸς μακροθυμῶν ἀνέχεται αὐτοῦ. Μὴ οὖν ἐξαπατάτω ἑαυτὸν ὁ τοιοῦτος καὶ ἐπιλανθανέσθω τῆς τάξεως τῆς διαγωγῆς αὐτοῦ καὶ λεγέτω ἐλπίζειν ἐπὶ τὸν Θεόν, παιδευθήσεται γάρ, διότι οὐδαμοῦ τὸ τῆς πίστεως ἔργον κέκτηται, μηδὲ τανυέτω τοὺς πόδας αὐτοῦ ἐν τῇ ἀργίᾳ καὶ λεγέτω, ὅτι πιστεύω τῷ Θεῷ ἐπιχορηγῆσαι μοι τὰ πρὸς τὴν χρείαν, ὡς ἐν τοῖς ἔργοις τοῦ Θεοῦ πολιτευόμενος ἢ ἀφρόνως ῥιπτέτω ἑαυτὸν ἐν φρέατι, μηδαμοῦ σχὼν τὸν Θεὸν κατ’ ἐνθύμησιν, τὰ νῦν δὲ μετὰ τὴν ἔκπτωσιν ἐρεῖ, ἐλπιῶ ἐπὶ τὸν Θεόν, καὶ αὐτὸς με ῥύσεται. Μὴ πλανῶ, ᾧ ἄφρων. Προηγούμενος ἐστὶν ὁ διὰ τὸν Θεὸν κόπος καὶ ὁ ἱδρὼς ὁ ἐν τῇ γεωργίᾳ αὐτοῦ τῆς εἰς αὐτὸν ἐλπίδος. Εἰ πιστεύεις τῷ Θεῷ, καλῶς ποιεῖς, ἀλλ’ ἡ πίστις καὶ ἔργων δέεται, καὶ ἡ εἰς Θεὸν ἐλπὶς ἐκ τῆς εἰς τὰς ἀρετὰς κακοπαθείας φαίνεται. Πιστεύεις, ὅτι ὁ Θεὸς προνοεῖται τῶν κτισμάτων αὐτοῦ καὶ δυνατὸς ἐστὶν εἰς πάντα; Ἀλλὰ τῇ πίστει σου ἐπακολουθείτω καὶ ἡ πρέπουσα ἐργασία, καὶ τότε σοῦ ἐπακούσεται. Μὴ θέλε κρατεῖν ἀνέμους εἷς τὴν σὴν δράκα, πίστιν φημὶ χωρὶς ἔργων.

Πολλάκις τὶς ἀγνοῶν, διεισδύει ὁδὸν ἔχουσαν θηρίον πονηρὸν ἢ φονικοὺς τινας ἢ τὶ παραπλήσιον. Καὶ αὕτη ἐστὶ κοινῇ πρόνοια τοῦ Θεοῦ, τὸ ῥύσασθαι ἐκ τῆς τοιαύτης ἐπηρείας ἢ τὸ ἐμποδίσαι ἐκ τοῦ ὁρμήματος διὰ τινὰς αἰτίας, ἕως ἂν παρέλθῃ τὸ πονηρὸν θηρίον ἢ ὑπαντῆσαι τινὰ καὶ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ. Καὶ πάλιν ἐνίοτε εὑρίσκεται ὄφις πονηρὸς ἐν τῇ ὁδῷ κατακείμενος καὶ μὴ θεωρούμενος, καὶ μὴ βουλόμενος ὁ Θεὸς παραδοῦναι τὸν ἄνθρωπον τούτῳ τῷ πειρασμῷ ἐξαίφνης ποιεῖ τὸν ὄφιν συρήσαι καὶ τοῦ τόπου ἀπελθεῖν ἢ ἕρπειν ἔμπροσθεν αὐτοῦ, κἀκεῖνος ἰδὼν παραφυλάττεται καὶ ῥύεται ἐξ αὐτοῦ, καίπερ μὴ ὧν ἄξιος διὰ τὰς ἁμαρτίας τὰς ἀφανεῖς, ἃς μόνος αὐτὸς ἐπίσταται· ἐξαιρεῖται δὲ ὅμως αὐτὸν ὁ Θεὸς διὰ τὸ ἔλεος αὐτοῦ. Καὶ πάλιν συμβαίνει πολλάκις οἶκον ἢ τοῖχον ἢ λίθον πίπτειν καὶ ἐκ τοῦ ἰδίου τόπου ὀλισθαίνειν μετὰ ῥοίζου, καὶ τινὰς εὑρίσκεσθαι ἐκεῖ καθημένους, καὶ φιλανθρώπως ἐντέλλεται ἀγγέλῳ ὁ Θεὸς κατέχειν καὶ κρατεῖν ἄπτωτον τὸν τόπον, ἕως ἂν ἀναστῶσιν ἐκεῖθεν, ἢ καὶ διὰ τινὰς αἰτίας ἐξάγει αὐτούς, ὥστε μηδένα εὑρεθῆναι ὑποκάτω. Ἅμα δὲ τὸ ἐξελθεῖν αὐτούς, παραυτίκα ἐᾷ πεσεῖν. Ἐὰν δὲ καὶ συμβῇ τινὰ κατενεχθῆναι, ποιεῖ μηδαμοῦ βλαβῆναί ἐν τούτῳ γὰρ βούλεται δεῖξαι τὸ ἄπειρον μέγεθος τῆς δυνάμεως αὐτοῦ.

Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τῆς κοινῆς καὶ καθολικῆς προνοίας τὸν Θεοῦ, ὁ δὲ δίκαιος, ταύτην ἔχει ἀχώριστον. Τοὺς μὲν γὰρ λοιποὺς ἀνθρώπους διακριτικῶς ἐκέλευσεν ὁ Θεὸς διοικεῖν τὰ κατ’ αὐτοὺς καὶ συγκεράσαι τῇ τοῦ Θεοῦ προνοίᾳ τὴν γνῶσιν, ἀλλ’ ὁ δίκαιος διὰ ταύτης τῆς γνώσεως διοικῆσαι τὰ κατ’ αὐτὸν οὐ δέεται. Διότι ἐκτήσατο ἀντὶ ταύτης τῆς γνώσεως τὴν πίστιν, δι’ ἧς «καθελεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Καὶ ἀπὸ τίνος τῶν ἀπηριθμημένων οὐ φοβηθήσεται, καθὼς γέγραπται, ἄτι δίκαιος ὡς λέων πέποιθε, κατὰ παντὸς τολμῶν διὰ τῆς πίστεως, οὒχ ὡς πειράζων τὸν Κύριον, ἀλλ’ ὡς καθορῶν αὐτόν, ὥσπερ τις καθωπλισμένος καὶ ἐνδεδυμένος τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν. Καὶ καθ’ ὅσον διηνεκῆ ἔχει τὴν φροντίδα μετὰ τοῦ Θεοῦ, κατὰ τοσοῦτον καὶ ὁ Θεὸς ἐρεῖ περὶ αὐτοῦ, «μέτ’ αὐτοῦ εἰμὶ ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάζω αὐτόν, μακρότητος ἡμερῶν ἐμπλήσω αὐτόν», καὶ δείξω αὐτῷ τὸ σωτήριον μου.

Ὁ μέντοι χαῦνος καὶ ῥάθυμος εἰς τὸ ἔργον αὐτοῦ ταύτην τὴν ἐλπίδα ἔχειν οὐ δύναται, ἀλλ’ ὁ διηνεκῶς ἐμμένων τῷ Θεῷ ἐν πᾶσι καὶ προσεγγίζων αὐτῷ διὰ τῆς καλλονῆς τῶν ἔργων αὐτοῦ καὶ ἐκτείνων τὸ βλέμμα τῆς καρδίας αὐτοῦ πρὸς τὴν χάριν αὐτοῦ ἀδιαλείπτως, ὡς ἔφησεν ὁ θεῖος Δαβίδ, «ἐξέλιπον οἱ ὀφθαλμοὶ μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεὸν μου».

Ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΓ’ - Περὶ ἀγάπης Θεοῦ καὶ ἀποταγῆς καὶ τῆς ἐν αὐτῷ ἀναπαύσεως
Προηγούμενο: ΛΟΓΟΣ ΚΑ’ - Περὶ τοῦ ὑπὸ τινὸς ὠφελεῖται ὁ ἄνθρωπος εἰς τὸ προσεγγίσαι τῷ Θεῷ ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ τὶς ἡ ἀληθὴς αἰτία ἡ προσεγγίζουσα αὐτῷ κρυπτῶς τὴν βοήθειαν καὶ τὶς πάλιν ἡ αἰτία ἡ ἄγουσα τὸν ἄνθρωπον εἰς Ταπείνωσιν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος