Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΔ — Περὶ σημείων καὶ ἐνεργημάτων τῆς Ἀγάπης τοῦ Θεοῦ
Προηγούμενο: ΛΟΓΟΣ ΚΒ’ - Περὶ τῶν τρόπων τῆς εἰς Θεὸν ἐλπίδος καὶ τινὰ δεῖ ἐλπίζειν ἐπὶ τὸν Θεὸν καὶ τὶς ἐστιν ὁ ἀφρόνως καὶ ἀσυνέτως ἔχων τὴν ἐλπίδα
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΓ’ - Περὶ ἀγάπης Θεοῦ καὶ ἀποταγῆς καὶ τῆς ἐν αὐτῷ ἀναπαύσεως

Ψυχὴ τὸν Θεὸν ἀγαπῶσα, ἐν τῷ Θεῷ καὶ μόνῳ τὴν ἀνάπαυσιν κέκτηται. Προκατάλαβε λύειν πάντα σύνδεσμον ἐξωτικὸν ἀπὸ σεαυτοῦ, καὶ τότε δυνήσῃ συνδεθῆναι τῇ καρδίᾳ τῷ Θεῷ προηγεῖται γὰρ τοῦ συνδεθῆναι τῷ Θεῷ, τὸ λυθῆναι τῆς ὕλης. Ἡ τοῦ ἄρτου βρῶσις μετὰ τὸ ἀπαγαλακτισθήναι δίδοται τῷ βρέφει. Καὶ ἄνθρωπος ὁ βουλόμενος ἐν τοῖς θείοις πλατυνθῆναι, πρότερον θέλει ἑαυτὸν ἐκ τοῦ κόσμου ἀποξενῶσαι, ὥσπερ νήπιον ἀπὸ τῶν μητρικῶν ἀγκαλῶν καὶ μαστῶν ἡ σωματικὴ γὰρ ἐργασία προηγεῖται τῆς ψυχικῆς, ὥσπερ ὁ χοῦς τῆς ἐμπνευσθείσης τῷ Ἀδὰμ ψυχῆς. Ὁ μὴ κτησάμενος τὴν σωματικὴν ἐργασίαν, οὐδὲ τὴν ψυχικὴν ἔχειν δύναται. Διότι αὕτη ἐξ ἐκείνης γεννᾶται, ὥσπερ ὁ στάχυς ἐκ τοῦ γυμνοῦ κόκκου τοῦ σίτου, καὶ ὁ μὴ ἔχων τὴν ψυχικὴν ἐργασίαν, ἐστέρηται τῶν πνευματικῶν χαρισμάτων.

Οὐ συγκρίνονται οἱ πόνοι, οἱ ὑπὲρ τῆς ἀληθείας τοῦ παρόντος αἰῶνος, τῇ ἡτοιμασμένῃ τρυφῇ τοῖς κακοπαθοῦσιν ἐν τοῖς ἀγαθοῖς. Ὥσπερ ἕπεται τοῖς ἐν δάκρυσι σπείρουσι τὰ δράγματα τῆς ἀγαλλιάσεως, οὕτως ἀκολουθεῖ χαρὰ τῇ διὰ Θεὸν κακοπαθείᾳ. Ὁ ἄρτος ὁ ἐξ ἱδρώτων ἀνυσθεὶς ἡδὺς φαίνεται τῷ γεωργῷ, καὶ αἱ διὰ δικαιοσύνην ἐργασίαι τῇ δεξαμένη καρδίᾳ τὴν γνῶσιν τοῦ Χριστοῦ. Ὑπόμεινον τὴν ἐξουδένωσιν καὶ τὴν ταπείνωσιν χρηστῶ θελήματι, ἵνα σχῇς παῤῥησίαν πρὸς τὸν Θεόν. Πάντα λόγον σκληρὸν ὑπομένων ἄνθρωπος ἐν γνώσει, ἄνευ προηγησαμένης ἀνομίας ὕπ’ αὐτοῦ εἰς τὸν λαλήσαντα, στέφανον μὲν ἀκάνθινον ἐπιτίθησι τότε τῇ ἑαυτοῦ κεφαλῇ, μακάριος δὲ ἐστίν, ὅτι ἐν καιρῷ, ᾧ οὐκ οἶδεν, ἀφθάρτως στεφανοῦται.

Ὁ φεύγων τὴν κενὴν δόξαν ἐν γνώσει, οὗτος ᾔσθετο ἐν τῇ ψυχὴ αὐτοῦ τοῦ μέλλοντος αἰῶνος. Ὁ λέγων ὅτι καταλέλοιπε τὸν κόσμον καὶ μαχόμενος τοῖς ἀνθρώποις ἕνεκεν χρείας τινός, ἵνα μὴ λείψῃ αὐτῷ τὶ τῆς ἀναπαύσεως αὐτόν, οὗτος τυφλὸς τελείως ἐστί. Διότι τὸ μὲν σῶμα ἑκουσίως ὁλόκληρον κατέλιπε, περὶ ἑνὸς δὲ μέλους αὐτοῦ πολεμεῖ καὶ μάχεται. Ὁ φεύγων τοῦ παρόντος βίου τὴν ἀνάπαυσιν, τούτου ὁ νοῦς κατεσκόπευσε τὸν μέλλοντα αἰῶνα, ὁ δὲ συνδεδεμένος τῇ φιλοκτημοσύνη, δοῦλος τῶν παθῶν πέφυκε. Μὴ νομίσῃς, ὅτι τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου ἡ κτῆσις μόνῃ φιλοκτημοσύνη ἐστίν, ἀλλ’ ἅπαν ὁτιοῦν, ἐν ᾧ αὐτὸ σοῦ τὸ θέλημα κρέμαται. Μὴ ἐπαινέσῃς τὸν σωματικῶς μὲν κακοπαθοῦντα, λελυμένον δὲ τὰς αἰσθήσεις λέγω δὴ τὴν ἀκοὴν καὶ τὸ κεχηνὸς στόμα καὶ ἀκρατὲς καὶ τοὺς ρεμβώδεις ὀφθαλμούς. Ὅταν τῇ ψυχῇ σου ὄρους βάλλης τοῦ δι’ ἐλέους οἰκονομηθῆναι σαυτόν, ἔθιζε τὴν ψυχὴν σου μὴ ζητεῖν τὸ δικαίωμα ἐν ἑτέροις πράγμασιν, ἵνα μὴ εὑρεθῇς τῇ μὲν μιᾷ χειρὶ ἐργαζόμενος, τῇ δὲ ἑτέρᾳ σκορπίζων. Ἐκεῖ μὲν γὰρ χρεία κηδεμονίας, ἐνταῦθα δὲ πλατυσμοῦ καρδίας. Γίνωσκε δέ, ὅτι τὸ ἀφιέναι τοῖς ὀφειλέταις τὰ ἁμαρτήματα ἐκ τῶν ἔργων τῆς δικαιοσύνης ἐστί. Τότε ὄψει τὴν γαλήνην μετὰ λαμπρότητος πανταχόθεν ἐν τῷ νῷ σου. Ὅταν ὑπεραναβῇς τὴν ὁδὸν τῆς δικαιοσύνης, τότε προσκολληθήση τῇ ἐλευθερίᾳ ἐν παντὶ πράγματι.

Τὶς τῶν ἁγίων ἐλάλησε περὶ τοῦτον, λέγων, ὅτι «Ὁ ἐλεήμων, ἐὰν μὴ γένηται δίκαιος, τυφλὸς ἐστί», λέγω δὴ ἐξ ὧν αὐτὸν ἤνυσεν ἰδίοις πόνοις καὶ μόχθοις δοῦναι ἑτέρῳ, καὶ μὴ ἐκ τῶν ἀνυσθέντων διὰ ψεύδους καὶ ἀδικίας καὶ μηχανημάτων. Καὶ πάλιν ὁ αὐτὸς ἐν ἑτέρῳ τόπῳ ἔφη· «Εἰ βούλει σπεῖραι ἐν τοῖς πτωχοῖς, ἐκ τῶν οἰκείων σπεῖρον εἰ δὲ ἀπὸ τῶν ἀλλότριων σπεῖραι βουληθῇς, γίνωσκε ὅτι πικρότερον ἐστὶ τῶν ζιζανίων». Ἐγὼ δὲ λέγω, ὅτι, ἐὰν μὴ γένηται ὁ ἐλεήμων ὑπεράνωθεν τῆς δικαιοσύνης αὐτοῦ, οὐκ ἐστὶν ἐλεήμων, τουτέστιν οὐ μόνον ὁ ἐκ τῶν οἰκείων ἐλεῶν τοὺς ἀνθρώπους, ἀλλὰ καὶ μετὰ χαρᾶς ὑπομένων τὴν ἀδικίαν ὑπὸ τῶν ἑτέρων καὶ ἐλεῶν αὐτούς. Ὅταν δὲ νικήσῃ τὴν δικαιοσύνην τῇ ἐλεημοσύνῃ, τότε στεφανοῦται, οὐ τοῖς στεφάνοις τῶν δικαίων τοῖς ἐν τῷ νόμῳ, ἀλλὰ τοῖς τῶν τελείων, τοῖς ἐν τῷ Εὐαγγελίῳ. Τὸ γὰρ διδόναι τινὰ τοῖς πτωχοῖς ἐκ τῶν οἰκείων καὶ γυμνὸν ἐνδύειν καὶ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν καὶ μὴ ἀδικεῖν μηδὲ ψεύδεσθαι, ταῦτα καὶ ὁ παλαιὸς νόμος προηγόρευσεν, ἡ δὲ τελειότης τῆς οἰκονομίας τοῦ Εὐαγγελίου οὕτω κελεύει «τῷ αἴροντι τὰ σά, μὴ ἀπαιτεῖ, καὶ παντὶ τῷ αἰτοῦντι σε δίδου».

Καὶ οὐ μόνον τὴν ἀδικίαν τῶν πραγμάτων καὶ τὰ λοιπὰ τὰ ἔξωθεν δεῖ ὑπομένειν μετὰ χαρᾶς, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν τιθέναι ὑπὲρ τοῦ ἀδελφοῦ. Οὗτος γὰρ ἐστὶν ὁ ἐλεήμων, καὶ οὒχ ὁ διὰ δόσεως μόνον ἐλεῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀλλ’ ὅστις ἐὰν ἀκούσῃ ἢ θεάσηται τι λυποῦν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐκκαῇ τὴν καρδίαν, καὶ οὗτος ἀληθῶς ἐλεήμων. Ὡσαύτως καὶ ὅστις ἐὰν ῥαπισθῇ ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ μὴ ἀναιδευθή ἀντιφθέγξασθαι καὶ λυπῆσαι αὐτοῦ τὴν καρδίαν.

Τίμησον τὴν ἐργασίαν τῆς ἀγρυπνίας, ἵνα εὕρῃς παράκλησιν ἐγγίζουσαν τῇ ψυχῇ σου. Ἐπίμεινον ἀναγινώσκων ἐν ἡσυχίᾳ, ἵνα ὁδηγηθῇ ὁ νοῦς σου πρὸς τὰ θαυμάσια τοῦ Θεοῦ διαπαντός. Ἀγάπησον ἐν ὑπομονῇ τὴν πτωχείαν, ἵνα συναχθῇ ὁ νοῦς σου ἐκ τοῦ μετεωρισμοῦ. Μίσησον τὸν πλατυσμόν, ἵνα διαφυλάξῃς τοὺς διαλογισμοὺς σου ἀταράχους. Σύστειλον σεαυτὸν ἀπὸ τῶν πολλῶν καὶ φρόντισον μόνης τῆς ψυχῆς σου, ἵνα σώσῃς αὐτὴν ἐκ τοῦ διασκορπισμοῦ τῆς ἐνδοτάτης γαλήνης ἀγάπησον τὴν σωφροσύνην, ἵνα μὴ καταισχυνθῇς ἐν τῷ καιρῷ τῆς προσευχῆς σου ἐνώπιον τοῦ Θεοῦ. Κτῆσαι καθαρότητα ἐν τοῖς ἔργοις σου, ἵνα ἐξαστράψη σου ἡ ψυχὴ ἐν τῇ προσευχῇ σου καὶ ἐν τῇ μνήμῃ τοῦ θανάτου ἐξαφθῇ ἡ χαρὰ ἐν τῇ διανοίᾳ σου. Παραφυλάττου ἐκ τῶν μικρῶν, ἵνα μὴ ἐμπέσῃς εἰς τὰ μεγάλα. Μὴ ὀκλάσῃς ἐν τῇ ἐργασίᾳ σου, ἵνα μὴ καταισχυνθῇς, ὅταν στῇς ἐν μέσῳ τῶν ἑταίρων σου. Καὶ μὴ εὑρέθης ἄνευ ἐφοδίων, ἵνα μὴ σε μόνον ἐν μέσῳ τῆς ὁδοῦ καταλείψωσιν. Ἐν γνώσει διεξάγαγε τὰ ἔργα σου, ἵνα μὴ καταλειφθῇς ἀπὸ ὅλου τοῦ δρόμου σου. Κτῆσαι ἐλευθερίαν ἐν τῇ ἀναστροφῇ σου, ἵνα τῆς ζάλης ἐλευθερωθής. Μὴ δέσμευσης τὴν σὴν ἐλευθερίαν ἐν ταῖς αἰτίαις τῆς τροφῆς, ἵνα μὴ δοῦλος τῶν δούλων γένη. Ἀγάπησον τὰ πενιχρὰ ἱμάτια ἐν ἐνδύμασι σου, ἵνα ἐξουδενώσῃς τὰς ἐπιφυούσας σοι ἐνθυμήσεις, λέγω δὴ τὴν τῆς καρδίας ὑψηλοφροσύνην. Ὁ γὰρ τὴν στιλπνότητα ἀγαπῶν, οὐ δύναται κτήσασθαι ταπεινὰς ἐνθυμήσεις. Διότι ἡ καρδία ἔσωθεν ὁμοίως τοῖς ἐξωτέροις σχήμασιν ἐνδιατυποῦται.

Τὶς ἀγαπῶν τὰς φλυαρίας δύναται κτήσασθαι καθαρὰν διάνοιαν; Τίς, προσποιούμενος θηρεῦσαι τὴν παρὰ ἀνθρώπων δόξαν, δύναται κτήσασθαι χθαμαλοὺς λογισμούς; Ἢ τὶς ἀκόλαστος ὧν καὶ διακεχυμένος τοῖς μέλεσι δύναται γενέσθαι καθαρὸς τὴν διανοίαν καὶ ταπεινὸς τὴν καρδίαν; Ὅταν μὲν γὰρ ὁ νοῦς ὑπὸ τῶν αἰσθήσεων ἀνθέλκηται, τότε μέτ’ αὐτῶν τὴν τῶν θηρίων τροφὴν ἔδεται ἡνίκα δὲ αἱ αἰσθήσεις ὑπὸ τοῦ νοὸς ἑλκυσθῶσι, τηνικαῦτα μέτ’ αὐτοῦ τῆς τῶν ἀγγέλων τροφῆς μεταλαμβάνουσα

Τῇ μὲν ταπεινοφροσύνῃ ἕπεται ἡ ἐγκράτεια καὶ ἡ συστολή, ἡ δὲ κενοδοξία ὑπηρέτης μὲν ἐστὶ τῆς πορνείας, ἔργον δὲ τῆς ὑπερηφανίας. Ἡ ταπεινοφροσύνη διὰ τὴν διηνεκῆ αὐτῆς συστολὴν εἰς τὴν θεωρίαν ἀπαντᾷ, κοσμεῖ δὲ καὶ τὴν ψυχὴν ἐν τῇ σωφροσύνῃ, ἡ δὲ κενοδοξία βίᾳ τὴν διηνεκῆ ταραχὴν καὶ φύρσιν τῶν ἐνθυμήσεων αὐτῆς ἐκ τῆς ἀπαντήσεως τῶν πραγμάτων συνάγει θησαυροὺς ἐναγεῖς καὶ μολύνει τὴν καρδίαν καὶ αὕτη πάλιν, τὰς φύσεις τῶν πραγμάτων ἀκολάστῳ θεωρίᾳ καθορᾷ καὶ τὸν νοῦν ἐνασχολεῖ ἐν αἰσχραῖς φαντασίαις. Ἡ μέντοι ταπεινοφροσύνη διὰ τῆς θεωρίας πνευματικῶς συστέλλεται καὶ κινεῖ τὸν κτησάμενον αὐτὴν πρὸς δοξολογίαν.

Μὴ συγκρίνῃς τοὺς ποιοῦντας τὰ σημεῖα καὶ τέρατα καὶ δυνάμεις ἐν τῷ κοσμῶ τοῖς ἡσυχάζουσιν ἐν γνώσει. Ἀγάπησον τὴν ἀργίαν τῆς ἡσυχίας ὑπὲρ τὸ ἐμπλῆσαι πεινῶντας ἐν κοσμῶ καὶ ἐπιστρέψαι πολλὰ ἔθνη εἰς προσκύνησιν τοῦ Θεοῦ κρεῖσσον γὰρ σοι σεαυτὸν λῦσαι τοῦ συνδέσμου τῆς ἁμαρτίας, ἢ ἐλευθερῶσαι δούλους ἐκ δουλείας. Βέλτιον σοι εἰρηνεῦσαι μετὰ τῆς ψυχῆς σου ἐν ὁμονοίᾳ τῆς ἐν σοὶ τριάδος, λέγω δὴ σώματος καὶ ψυχῆς καὶ πνεύματος, ἢ εἰρηνεύειν τῇ διδαχῇ σου τοὺς διεστῶτας. Γρηγόριος γὰρ φησὶ «Καλὸν ἐστὶ τὸ διὰ Θεὸν θεολογῆσαι, κρεῖσσον δὲ τούτου τὸ καθάραι ἑαυτὸν τίνα τῷ Θεῷ. Κρεῖσσον σοι βραδύγλωσσον εἶναι γνωστικῷ ὄντι καὶ πεπειραμένῳ, ὑπὲρ τὸ βρύειν ἐν ὀξύτητι του νοὸς σου ποταμηδὸν τὴν διδασκαλίαν. Συμφέρει σοι μεριμνᾶν ἀναστῆσαι τὸ πεπτωκὸς τῆς ψυχῆς σου ἀπὸ τῶν παθῶν διὰ τῆς ἐν τοῖς θείοις κινήσεως τῶν ἐνθυμήσεων σοῦ, ἢ τὸ ἀναστῆσαι τοὺς τεθνεῶτας».

Πολλοὶ δυνάμεις ἐπετέλεσαν καὶ νεκροὺς ἀνέστησαν καὶ ἐμόχθησαν τοῦ ἐπιστρέψαι πεπλανημένους καὶ ἐποίησαν θαύματα μεγάλα, καὶ διὰ τῶν χειρῶν αὐτῶν πολλοὶ ὡδηγήθησαν πρὸς ἐπίγνωσιν τοῦ Θεοῦ. Καὶ μετὰ ταῦτα αὐτοί, οἱ ἄλλους ζωοποιήσαντες, πεπτώκασιν εἰς μιαρὰ πάθη καὶ βδελυκτά, καὶ ἑαυτοὺς ἐθανάτωσαν καὶ σκάνδαλον τοῖς πολλοῖς ἐγένοντο ἐν τῇ φανερωθείσῃ ὕπ’ αὐτῶν πράξει. Διότι ἀκμὴν ἐν ἀῤῥωστίᾳ ἦσαν ψυχῆς καὶ οὐκ ἐφρόντισαν περὶ τῆς ὑγείας τῶν ψυχῶν αὐτῶν, ἀλλὰ δεδώκασιν ἑαυτοὺς εἰς τὴν θάλασσαν τοῦ κόσμου τούτου τοῦ ἰάσασθαι τὰς ψυχὰς τῶν ἄλλων, ἔτι ὄντες αὐτοὶ ἄῤῥωστοι, καὶ ἀπώλεσαν τὰς ψυχὰς αὐτῶν ἐκ τῆς ἐλπίδος τοῦ Θεοῦ, καθ’ ὃν τρόπον ἔφην. Ἡ γὰρ ἀσθένεια τῶν αἰσθήσεων οὐκ ἠδύνατο συναντῆσαι τῇ φλογὶ τῶν πραγμάτων τῶν ἐχόντων συνήθειαν ἐξαγριοῦν τὸ δυσχερὲς τῶν παθῶν, οὔτε μὴ ἀντισχεῖν. Ἔτι γὰρ ἐδέοντο παραφυλακῆς, λέγω δὴ τοῦ μὴ ἰδεῖν γυναῖκας ὅλως καὶ τοῦ ἀναπαύεσθαι καὶ κτήσασθαι ἀργύριον καὶ πράγματα καὶ ἄρχειν ἑτέρων καὶ ἐπαρθῆναι κατὰ τίνων.

Κάλλιον ὑποπτευθῆναί σε ἀγροῖκον, διὰ τὸ μικρὸν τῆς γνώσεως σου πρὸς ἀντιλογίαν, καὶ μὴ ἀπὸ τῶν σοφῶν διὰ τὴν ἀναίδειαν. Πτώχευσον διὰ τὴν ταπείνωσιν καὶ μὴ γίνου πλούσιος τὴν ἀναίδειαν. Ἔλεγξον τῇ δυνάμει τῶν ἀρετῶν σου τοὺς ἀντιδογματίζοντας σοι, καὶ μὴ τῇ πιθανολογίᾳ τῶν λόγων σου, καὶ τῇ πραύτητι καὶ τῇ γαλήνῃ τῶν σῶν χειλέων ἐπιστόμησον καὶ κατασίγησον τῶν ἀπειθῶν τὴν ἀναίδειαν. Ἔλεγξον τοὺς ἀκολάστους τῇ εὐγενείᾳ τῆς ἀναστροφῆς σου καὶ τοὺς κατὰ τὰς αἰσθήσεις ἀναίσχυντους, τῇ ἐποχῇ τῶν ὀμμάτων σοῦ.

Ξένον σεαυτὸν ἴσθι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ὅπου ἂν εἰσέλθῃς, ἵνα δυνηθῇς ῥυσθῆναι ἐκ τῆς ζημίας τῆς τικτομένης ἐκ τῆς παῤῥησίας. Ἐν παντὶ καιρῷ νόμιζε σεαυτὸν μηδὲν εἰδέναι, ἵνα φυγῆς τὴν μέμψιν τὴν ἐπιγινομένην ἐξ ὑποψίας τοῦ βούλεσθαι συνιστάνειν θατέρου τὴν γνώμην. Ἐπίμεινον ἀεὶ εὐλογῶν τῷ στόματι καὶ οὐ μὴ λοιδορηθής. Ἡ γὰρ λοιδορίᾳ, λοιδορίαν γεννᾷ, καὶ ἡ εὐλογία, εὐλογίαν. Ἐν παντὶ πράγματι νόμιζε σεαυτὸν ἐνδεῆ εἶναι διδαχῆς καὶ ἐν πάσῃ τῇ ζωῇ σοῦ σοφὸς εὑρεθήσῃ. Μὴ παραδῷς τινι ὅπερ οὔπω κατέλαβες, ἵνα μὴ καταισχυνθῇς καθ’ ἑαυτὸν καὶ ἐκ τῆς συγκρίσεως τῆς σῆς διαγωγῆς ἀποκαλυφθῇ σου τὸ ψευδός. Ἐὰν δὲ λαλήσῃς τινὶ τι τῶν ὀφειλομένων, ἐν τάξει μανθάνοντος λάλησον καὶ μὴ μετὰ αὐθεντίας καὶ ἀναιδείας. Καὶ προκατάλαβε κατακρίνων σεαυτὸν καὶ δεικνύων ὅτι ὑποδεέστερος αὐτοῦ εἶ, ἵνα δείξῃς τοῖς ἀκούουσι τὴν τάξιν τῆς ταπεινώσεως, καὶ κίνησης αὐτοὺς τοῦ ἀκοῦσαι τῶν σῶν ῥημάτων καὶ δραμεῖν πρὸς τὴν ἐργασίαν, καὶ γίνῃ τίμιος ἐν ὀφθαλμοῖς αὐτῶν. Εἰ τι δύνασαι ἐν τοῖς τοιούτοις πράγμασι μετὰ δακρύων λάλησον, ἵνα καὶ σαυτὸν ὠφελήσῃς καὶ τοὺς ἀκούοντας σου, καὶ ἡ χάρις τοῦ Θεοῦ ἡ μετὰ σοῦ.

Εἰ τὴν χάριν τοῦ Θεοῦ κατέλαβες καὶ κατηξιώθης ἐντρυφῆσαι ἐν τῇ θεωρίᾳ τῶν κριμάτων τοῦ Θεοῦ καὶ τῶν ὁρωμένων κτισμάτων, ἥτις ἐστὶ πρώτη τάξις τῆς γνώσεως, ἑτοίμασον σεαυτὸν καὶ καθοπλίσθητι πρὸς τὸ πνεῦμα τῆς βλασφημίας. Χωρὶς δὲ ὅπλων μὴ στῇς ἐν τῇ χώρᾳ ταύτῃ, ἵνα μὴ ταχέως ἀποθάνῃς ἀπὸ τῶν ἐνεδρευόντων καὶ πλανώντων σε. Ἔστωσαν δὲ σοι ὅπλα τὰ δάκρυα καὶ ἡ ἐνδελεχὴς νηστεία. Καὶ παραφυλάττου μὴ ἀναγνῶναι τὰ δόγματα τῶν αἱρετικῶν. Τοῦτο γὰρ ἐστὶ τὸ καθοπλίζον ὡς ἐπὶ τὸ πλεῖστον κατὰ σου τὸ πνεῦμα τῆς βλασφημίας. Ὅταν δὲ ἐμπλήσῃς σὴν γαστέρα, μὴ ἀναιδευθής ἐξερευνῆσαι τι τῶν θείων πραγμάτων καὶ νοημάτων, ἵνα μὴ μεταμεληθῇς. Σύνες δὲ ὁ σοὶ λέγω. Ἐν γαστρὶ πεπληρωμένη γνῶσις μυστηρίων Θεοῦ οὐκ ἔστιν.

Ἀνάγνωθι συνεχῶς καὶ ἀκορέστως ἐν ταῖς βίβλοις τῶν διδασκάλων περὶ προνοίας Θεοῦ. Διότι αὗται καθοδηγούσι τὸν νοῦν εἰς τὸ ἰδεῖν τὴν τάξιν τῶν κτισμάτων τοῦ Θεοῦ καὶ τῶν ἔργων αὐτοῦ, καὶ ἐνδυναμοῦσιν αὐτὸν ἐξ αὐτῶν καὶ κατασκευάζουσιν αὐτὸν κεκτῆσθαι νοήματα φωτολαμπή ἐκ τῆς λεπτότητος αὐτῶν καὶ ὁδεῦσαι ποιοῦσι μετὰ καθαρότητος πρὸς κατανόησιν τῶν κτισμάτων τοῦ Θεοῦ. Ἀνάγνωθι καὶ ἐν τοῖς Εὐαγγελίοις τοῖς διατεθειμένοις ὑπὸ τοῦ Θεοῦ πρὸς ἐπίγνωσιν πάσης τῆς οἰκουμένης, ἵνα ἐφοδιασθής ἐκ τῆς δυνάμεως τῆς προνοίας αὐτοῦ τῆς κατὰ πᾶσαν γενεὰν καὶ βυθισθῇ ὁ νοῦς σου εἰς τὰ θαυμάσια τοῦ Θεοῦ. Ἡ τοιαύτη δὲ ἀνάγνωσις συμβάλλεται τῷ σκοπῷ σου. Ἔστω σου ἡ ἀνάγνωσις ἐν ἠρεμίᾳ ἀπὸ πάντων καὶ γενοῦ ἐλεύθερος ἀπὸ τῆς πολλῆς μερίμνης τοῦ σώματος καὶ τῆς ταραχῆς τῶν πραγμάτων, ἵνα γεύσεως ἡδίστης ἐν τῇ ψυχῇ σου γεύσῃ διὰ γλυκείας κατανοήσεως, τῆς ὑπεράνωθεν οὔσης πάσης αἰσθήσεως, καὶ αἰσθηθή αὐτῶν ἡ ψυχὴ ἐν τῇ διαμονῇ αὐτῆς εἰς αὐτά. Μὴ ἔστωσαν οἱ λόγοι πρὸς σε τῶν δοκίμων, ὡς οἱ τῶν ἐπιπλάστων καὶ ἀπεμπολούντων τὰ θεῖα λόγια, ἵνα μὴ μείνῃς ἐν τῷ σκότει μέχρι τέλους τῆς ζωῆς σου καὶ στερηθῇς τοῦ κέρδους αὐτῶν καὶ θορυβηθῇς ἐν τῷ καιρῷ τοῦ πολεμίου ὡς πεφυρμένος καὶ εἰς βόθρον ἐμπέσῃς τρόπῳ δῆθεν χρηστότητος.

Τοῦτο τὸ σημεῖον ἔστω σοι ἐν οἷς πράγμασι βούλει ὑπεισδῦναι τοῦ μὴ εἰσελθεῖν ἔνδοθεν τοῦ τόπου ἐκείνου ὅταν ἄρξηται ἡ χάρις ἀνοῖξαι τοὺς ὀφθαλμοὺς σου πρὸς τὸ αἰσθάνεσθαι τῆς θεωρίας τῶν πραγμάτων ἐν ἀληθείᾳ, τότε πάραυτα ἄρξονται οἱ ὀφθαλμοὶ σου ὀχετηδόν δάκρυα ἐκχέειν, ὥστε πολλάκις ἐκπλύνεσθαι καὶ τὰς παρειὰς τῷ πλήθει αὐτῶν, καὶ τότε ὁ πόλεμος τῶν αἰσθήσεων γαληνιᾷ καὶ ἔνδοθεν σου συστέλλεται. Ἐὰν τις σὲ διδάξῃ τὰ ἐναντία τούτων, μὴ πιστεύσῃς αὐτῷ. Χωρὶς γὰρ τῶν δακρύων μὴ ζητήσῃς ἕτερον σημεῖον φανερώτερον παρὰ τοῦ σώματος. Ἡνίκα δ’ ἂν ἀνυψώθη ὁ νοῦς ἀπὸ τῶν κτισμάτων, τότε καὶ ἀπὸ τῶν δακρύων ἐξέρχεται τὸ σῶμα καὶ ἀπὸ πάσης κινήσεως καὶ αἰσθήσεως.

Ὅταν εὕρῃς μέλι, «συμμέτρως φάγε ἐξ αὐτοῦ, ἵνα μὴ ἐμπλησθεὶς ἐμέσῃς αὐτό». Ἡ φύσις τῆς ψυχῆς πρᾶγμα ἐλαφρὸν καὶ κοῦφον πέφυκεν. Ἐνίοτε γὰρ ἁλλομένη ἐπιθυμεῖ ὑπεραναβῆναι καὶ μαθεῖν τὰ ὑπὲρ τὴν ἰδίαν φύσιν. Πολλάκις γὰρ ἀπὸ τῆς ἀναγνώσεως τῶν Γραφῶν καὶ τῆς θεωρίας τῶν πραγμάτων καταλαμβάνει τι. Ὅταν δὲ συγχωρηθῇ καὶ συγκριθῇ τοῖς καταληφθεῖσιν ὕπ’ αὐτῆς, ὑποδεεστέρα καὶ ἥττων εὑρίσκεται κατὰ τὸ μέτρον τῆς οἰκονομίας αὐτῆς, ὅτι πρὸς ποίᾳ ἡ γνῶσις αὐτῆς εἰσῆλθεν, ὥστε ἀμφιέννυσθαι ἐν ταῖς ἐνθυμήσεσιν αὐτῆς φόβον καὶ τρόμον, καὶ πάλιν σπεύδειν αὐτὴν ὑποστρέψαι εἰς τὸ χθαμαλὸν αὐτῆς ἀπὸ τῆς δειλίας, ὡς ἀναιδευθείσαν καὶ τῶν ὑπὲρ αὐτὴν νοερῶν πραγμάτων κατατολμήσασαν. Διὰ γὰρ τὸ ἐπίφοβον τῶν πραγμάτων δειλία τις αὕτη ἐγγίνεται, καὶ ἡ διάκρισις νεύει τῷ νοΐ τῆς ψυχῆς τοῦ σιγὴν ἀσκῆσαι καὶ μὴ ἀναιδευθήναι, ἵνα μὴ ἀπόλλυται, καὶ μὴ ζητῆσαι τὰ ὑπεραναβεβηκότα αὐτῆς καὶ μὴ ἐξερευνῆσαι τὰ ὄντα αὐτῆς ὑψηλότερα.

Ὅταν οὖν ἐξουσία σοι δοθῇ κατανοῆσαι, κατανόησον καὶ μὴ ἀναιδευθής κατὰ τῶν μυστηρίων, ἀλλὰ προσκύνησον καὶ δοξολόγησον καὶ μετὰ σιγῆς εὐχαρίστησον. «Ὡς γὰρ οὐκ ἐστὶ καλὸν μέλι πολὺ φαγεῖν» οὕτως οὐδὲ ἐξερευνῆσαι περὶ τῶν θείων λογίων, ἵνα μή, θέλοντες καθορᾶν τὰ μακρύτερα πράγματα, ἔτι μὴ καταλαβόντες αὐτὰ ἐκ τῆς τραχύτητας τῆς ὁδοῦ, ἐξασθενήσῃ ἡ ὀπτικὴ δύναμις καὶ βλάβη ἐνίοτε γὰρ ἀντὶ τῆς ἀληθείας φαντάσματα τινὰ καθορᾶται, καὶ ὅταν ἀηδιάση ὁ νοῦς ἐκ τῆς ἀναζητήσεως, ἐπιλανθάνεται τοῦ σκοποῦ αὐτοῦ. Καλῶς οὖν ἔφησεν ὁ σοφὸς Σολομῶν ὅτι, «καθάπερ πόλις ἀτείχιστος, οὕτως ἄνθρωπος ἀνυπαμύνητος». Καθάρισαν οὖν, ᾧ ἄνθρωπε, τὴν σεαυτοῦ ψυχὴν καὶ ἀποσόβησον ἀπὸ σοῦ τὴν μέριμναν τῶν πραγμάτων τῶν ὄντων ἔξωθεν τῆς φύσεως σου καὶ κρέμασον κατὰ τῶν σῶν νοημάτων καὶ κινημάτων καταπέτασμα σωφροσύνης καὶ ταπεινώσεως, καὶ διὰ τούτων εὑρήσεις τὸ ὃν ἔσωθεν τῆς φύσεως σου. Τοῖς γὰρ ταπεινόφροσιν ἀποκαλύπτεται τὰ μυστήρια.

Εἰ βούλει δοῦναι τὴν σὴν ψυχὴν εἰς τὸ ἔργον τῆς προσευχῆς, τῆς καθαριζούσης τὸν νοῦν, καὶ τῇ διαμονῇ εἷς τὴν ἐγρήγορσιν τῆς νυκτός, ὅπως κτήσῃ διάνοιαν φωτεινήν, μάκρυνον σεαυτὸν ἀπὸ τῆς θέας τοῦ κόσμου καὶ ἔκκοψον τὰς συντυχίας, καὶ μὴ θέλε ὑποδέχεσθαι ἐν συνηθείᾳ φίλους εἰς τὸ κελλίον σου, μηδὲ ἐν προσχήματι χρηστότητας, ἀλλὰ μόνους τοὺς σοὶ ὁμοτρόπους καὶ ὁμογνώμονας καὶ συμμύστας. Καὶ φοβοῦ τὴν φύρσιν τῆς ψυχικῆς ὁμιλίας, ἥτις εἴωθεν ἀκουσίως κινεῖσθαι. Καὶ μετὰ τὸ κοπῆναι καὶ λυθῆναι καὶ παντελῶς παυθῆναι τὴν ἐξωτικήν ὁμιλίαν, σύζευξον τῇ προσευχῇ σου τὴν ἐλεημοσύνην, καὶ ὄψεταί σου ἡ ψυχὴ τὸ φῶς τῆς ἀληθείας. Ὅσον γὰρ γαληνιᾷ ἡ καρδία ἀπὸ τῶν ἐξωτικῶν πραγμάτων, τοσοῦτον δύναται ὁ νοῦς δέξασθαι τὴν ἐκ τῆς κατανοήσεως τῶν νοημάτων καὶ τῶν θείων πραγμάτων κατάληψιν καὶ κατάπληξιν. Ἔθος γὰρ τῇ ψυχῇ ταχέως μεταλλάξαι συντυχίας εἰς συντυχίαν, ἐὰν ἀγωνισώμεθα ἐπιδείξασθαι μικρὰν ἐπιμέλειαν. Σχόλασον τῇ ἀναγνώσει τῶν Γραφῶν, τῇ ἐμφανιζούση σοι τὴν ὁδὸν τῆς λεπτότητος τῆς θεωρίας, καὶ τοῖς βίοις τῶν ἁγίων, κἂν μὴ ἄπ’ ἀρχῆς ἐπαισθάνῃ τῆς γλυκύτητος διὰ τὴν ἐπισκοτίζουσαν ἐγγύτητα τῶν πραγμάτων, ἵνα μεταλλάξῃς συντυχίαν εἰς συντυχίαν. Καὶ ὅταν ἀναστῇς εἰς προσευχὴν καὶ εἰς τὸν κανόνα σου, ἀντὶ τῆς κοσμικῆς μελέτης, ἦν εἶδες καὶ ἤκουσας, εὑρεθήσῃ εἰς τὴν μελέτην τῶν θείων Γραφῶν, ὧν ἀνέγνως, καὶ διὰ ταύτης ἐπιλανθάνῃ τῆς μνήμης ἐκείνων, καὶ οὕτως ἔρχεται ὁ νοῦς εἰς τὴν καθαρότητα. Καὶ τοῦτο ἐστὶ τὸ γεγραμμένον, ὅτι ἡ ψυχὴ βοηθεῖται ἀπὸ τῆς ἀναγνώσεως, ὅταν στῇ εἰς προσευχήν, καὶ πάλιν ἐκ τῆς προσευχῆς φωτίζεται εἰς τὴν ἀνάγνωσιν. Καὶ αὐτῇ πάλιν ἀντὶ τῆς ἐξωτερικῆς φύρσεως εὑρίσκεται ὕλη τῶν τρόπων τῆς προσευχῆς, ὥστε αὖθις ἐκ τῆς ἀναγνώσεως φωτίζεσθαι τὴν ψυχὴν εἰς τὸ ἀόκνως καὶ ἀφύρτως προσεύχεσθαι πάντοτε.

Αἰσχρὸν ἐστὶ τοὺς φιλοσάρκους καὶ γαστριμάργους περὶ τῶν πνευματικῶν πραγμάτων ἐρευνῆσαι, ὥσπερ καὶ πόρνην περὶ σωφροσύνης λαλῆσαι. Σῶμα μεγάλως ἀσθενοῦν, τὰ λιπώδη τῶν βρωμάτων ἀποστρέφεται καὶ μισάττεται, καὶ νοῦς κοσμικοῖς πράγμασιν ἐνασχολούμενος, οὐ δύναται προσεγγίσαι τῇ ἐξερευνήσει τῶν θείων. Πῦρ ἐν ὑγροῖς ξύλοις οὒχ ἅπτει καὶ ἡ θεῖα θερμασίᾳ ἐν καρδίᾳ ἀγαπώσῃ τὴν ἀνάπαυσιν οὐκ ἐξάπτεται. Ἡ πόρνη οὐκ ἐμμένει τῇ φιλίᾳ πρὸς ἕνα, καὶ ἡ ψυχὴ ἡ συνδεδεμένη πράγμασι πολλοῖς οὐ διαμένει ἐν τοῖς θείοις διδάγμασιν. Ὥσπερ ὁ μὴ ἰδὼν τοῖς ὀφθαλμοῖς αὐτοῦ τὸν ἥλιον οὐ δύναται διηγήσασθαι τινὶ τὸ φῶς αὐτοῦ ἐκ μόνης ἀκοῆς οὔτε μὴν αἰσθάνεται τοῦ φωτὸς αὐτοῦ, οὕτω καὶ ὁ μὴ γευσάμενος τῇ ψυχῇ αὐτοῦ τῆς γλυκύτητος τῶν πνευματικῶν ἔργων.

Ἐὰν ἔχῃς τι περισσότερον τῆς ἡμερινὴς χρείας, διάδος αὐτὸ πτωχοῖς, καὶ δεῦρο μετὰ παῤῥησίας πρόσφερε τὰς προσευχὰς σοῦ τουτέστι λάλησον μετὰ τοῦ Θεοῦ, ὡς υἱὸς μετὰ πατρός. Οὐδὲν οὕτω προσεγγίσαι τῷ Θεῷ τὴν καρδίαν δύναται, ὥσπερ ἡ ἐλεημοσύνη, καὶ οὐδὲν οὕτω γαλήνην ἐμποιεῖ τῷ νῷ, ὡς ἡ ἑκούσιος πτώχεια. Κρεῖσσόν σοι ἐστὶ καλεῖσθαι παρὰ τῶν πολλῶν ἰδιώτην διὰ τὴν ἁπλότητα, καὶ μὴ σοφὸν καὶ τέλειον τὸν νοῦν διὰ τὴν δόξαν. Ἐὰν τις ἵππῳ ἐπιβεβηκὼς ἐκτείνῃ τὴν χεῖρα πρὸς σὲ τοῦ λαβεῖν ἐλεημοσύνην, μὴ ἀποστρέψῃς αὐτόν, διότι πάντως ἐν τῷ καιρῷ ἐκείνῳ ἐπιδεὴς ἦν, ὡς εἰς τῶν πτωχῶν. Ὅταν δὲ δῷς, μετὰ μεγαλοψυχίας δίδου καὶ ἱλαρότητος προσώπου, καὶ πλεῖον οὐ ἐζήτησε πάρεχε αὐτῷ. «Ἀπόστειλον, γὰρ φησί, τὸν ψωμὸν σου κατὰ πρόσωπον τοῦ πένητος, καὶ μέτ’ οὗ πολὺν καιρὸν εὑρήσεις τὴν ἀντίδοσιν».

Μὴ διαχωρίσῃς πλούσιον ἀπὸ πένητος, καὶ μὴ θέλε μαθεῖν τὸν ἄξιον ἐκ τοῦ ἀναξίου, ἀλλ’ ἔστωσαν πρὸς σε πάντες ἄνθρωποι εἰς τὸ ἀγαθὸν ἴσοι. Τούτῳ γὰρ τῷ τρόπῳ καὶ τοὺς ἀναξίους δυνήσῃ ἑλκύσαι εἰς τὸ ἀγαθὸν διότι ταχέως ἕλκεται ἡ ψυχὴ ἀπὸ τῶν σωματικῶν εἰς τὸν φόβον τοῦ Θεοῦ. Ὁ δὲ Κύριος τελώναις καὶ πόρναις ἐκοινώνει ἐν τραπέζαις καὶ οὐκ ἐχώριζε τοὺς ἀναξίους, ἵνα τῷ τρόπῳ τούτῳ ἑλκύσῃ πάντας εἰς τὸν φόβον αὐτοῦ καὶ διὰ τῶν σωματικῶν προσεγγίσωσι τοῖς πνευματικοῖς. Τούτου χάριν τῷ ἀγαθῷ καὶ τῇ τιμῇ πάντας ἀνθρώπους ἴσωσον, κἂν Ἰουδαῖος γένηται ἢ ἄπιστος ἢ φονευτὴς καὶ μάλιστα ὅτι ἀδελφὸς σου ἐστὶ καὶ ἐκ τῆς φύσεως σου καὶ ἄνευ γνώσεως ἐπλανήθη ἀπὸ τῆς ἀληθείας. Ὅταν δὲ ποιήσῃς τινὶ ἀγαθόν, μὴ ἐκδέχου πάρ’ αὐτοῦ τὴν ἀμοιβὴν καὶ ὑπὲρ ἀμφοτέρων τῶν πραγμάτων ἀμειφθήση παρὰ τοῦ Θεοῦ. Ἐὰν δὲ ἡ σοι δυνατόν, μηδὲ διὰ τὴν μέλλουσαν ἀμοιβὴν τὸ ἀγαθὸν ποίει. Ἐὰν βάλῃς τῇ ψυχῇ σου τὸν ὅρον τῆς πτωχείας καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἐλευθερωθὴς ἀπὸ τῶν μερίμνων καὶ ὑπεράνω τοῦ κόσμου γένη ἐν τῇ σῇ πτωχείᾳ, βλέπε μὴ διὰ φιλοπτωχείαν ἀγαπήσῃς τὴν κτῆσιν, ἵνα δῆθεν ποίησης ἐλεημοσύνην, καὶ βάλῃς τὴν ψυχὴν σοῦ εἰς τάραχον τοῦ λαβεῖν ἀπὸ τίνος καὶ δοῦναι ἑτέρῳ, καὶ ἀφανίσῃς τὴν τιμὴν σου τῇ ὑποταγῇ τῆς αἰτήσεως τῆς παρὰ ἀνθρώπων καὶ ἐκπέσῃς ἀπὸ τῆς ἐλευθερίας καὶ εὐγενείας τῆς διανοίας σου ἐν τῇ μερίμνῃ τῶν βιωτικῶν. Διότι ἡ βαθμὶς σου ὑψηλοτέρα ἐστὶ τῆς βαθμίδος τῶν ἐλεημόνων. Μή, δέομαι σοῦ, μὴ ὑποταγῆς. Ἡ ἐλεημοσύνη ὁμοία ἐστὶ τῇ παιδοτροφίᾳ, ἡ δὲ ἡσυχίᾳ ἀκρότης ἐστὶ τῆς τελειώσεως. Εἰ ἔχεις κτήσεις, ἐφάπαξ ταύτας διασκόρπισον, εἰ δὲ οὐκ ἔχεις, μὴ θέλε ἔχειν. Καθάρισον σου τὸ κελλίον ἀπὸ τῆς τροφῆς καὶ τῶν περισσευμάτων, διότι τοῦτο σὲ ὑπάγει πρὸς τὴν ἐγκράτειαν ἄκοντα καὶ μὴ βουλόμενον. Ἡ γὰρ σπάνις τῶν πραγμάτων διδάσκει τὸν ἄνθρωπον τὴν ἐγκράτειαν ἐπεί, ὅταν ἄδειαν λάβωμεν τῶν πραγμάτων, οὐ δυνάμεθα κατέχειν ἑαυτούς.

Οἱ τὸν ἐξωτικὸν πόλεμον νικήσαντες, ἐθάῤῥησαν ἀπὸ τοῦ ἐνδοτάτου φόβου καὶ οὐδὲν ἀναγκαστικῶς κατεπείγει αὐτούς, καὶ οὐ σαίνονται ἐν τῷ πολέμῳ, οὔτε ἄπ’ ἔμπροσθεν οὔτε ἐξόπισθεν. Πόλεμον δὲ λέγω τὸν ἐξεγειρόμενον κατὰ τῆς ψυχῆς ὑπὸ τῶν αἰσθήσεων καὶ τῆς ἀμελείας, οἷον, τοῦ δοῦναι καὶ λαβεῖν τῆς ἀκοῆς καὶ τῆς γλώσσης, ἅτινα ἐπαγόμενα τῇ ψυχῇ τύφωσιν ἐμποιεῖ αὐτῇ, καὶ ἐκ τῆς ἐπαγωγῆς τῆς ταραχῆς τῆς ἔξωθεν οὐ δύναται προσέχειν ἑαυτῇ ἐν τῷ λεληθότι πολεμῶ τῷ κινουμένῳ κατ’ αὐτῆς καὶ διὰ τῆς γαλήνης νικῆσαι τοὺς ἔνδοθεν κινούμενους. Ὅταν γὰρ τὶς κλείσῃ τῆς πόλεως τὰς θύρας, τουτέστι τὰς αἰσθήσεις, τότε ἔσωθεν πολεμεῖ καὶ τοὺς ἔξωθεν τῆς πόλεως ἐνεδρεύοντας οὐ πτοεῖται.

Μακάριος ὁ γινώσκων ταῦτα καὶ μένων ἐν τῇ ἡσυχίᾳ καὶ μὴ θορυβούμενος ἐν τῷ πλήθει τῶν ἔργων αὐτοῦ, ἀλλὰ πάσας τὰς σωματικὰς πράξεις μεταστρέψας εἰς τὸν κόπον τῆς προσευχῆς καὶ πιστεύσας ὅτι, ὅσον μετὰ τοῦ Θεοῦ ἐργάζεται καὶ ἔχει τὴν μέριμναν εἰς αὐτὸν νυκτὸς καὶ ἡμέρας, οὐ μὴ λείψῃ αὐτῷ τὶ τῶν πρὸς τὴν ἀναγκαίαν χρείαν καθότι δι’ αὐτὸν ἀπέχεται τοῦ περισπασμοῦ καὶ τοῦ ἔργου. Ἐὰν δὲ τις μὴ ὑπομείνῃ ἐν τῇ ἡσυχίᾳ ἄνευ τοῦ ἐργόχειρου, ἐργαζέσθω, χρώμενος μὲν αὐτῷ ὡς βοηθῷ, μὴ πλεονεκτῶν δὲ διὰ τὸ κέρδος. Καὶ τοῦτο μὲν τοῖς ἀσθενέσι τέθειται, τοῖς δὲ τελειοτέροις ταραχῶδες πέφυκε. Τοῖς γὰρ πτωχοῖς καὶ ῥαθύμοις οἱ Πατέρες τὸ ἐργάζεσθαι ἐξέθεντο, καὶ οὒχ ὡς πρᾶγμα ἐπάναγκες.

Ἐν τῷ καιρῷ, ἐν ᾧ ὁ Θεὸς κατανύσσει τὴν καρδίαν σου ἔσωθεν, δίδου σεαυτὸν ἀδιαλείπτως μετανοίαις καὶ γονυκλισίαις, καὶ μὴ ἐάσῃς τὴν καρδίαν σου μεριμνῆσαι τίνος, ἐν τῷ ἄρξασθαι τοὺς δαίμονας πείθειν σε ἐν ἄλλοις ἀσχολεῖσθαι, καὶ τότε ἴδε καὶ θαύμασον, τὶ σοι μέλλει ἐκ τούτου τίκτεσθαι. Οὐδὲν ἕτερον τῶν πραγμάτων μεῖζον ἐν τοῖς ἀσκητικοῖς ἀγῶσι καὶ ἐπιπονώτερον, ὡς τοῖς δαίμοσιν ἐπίφθονον, τοῦ ῥίψαι τινὰ ἑαυτὸν ἔμπροσθεν τοῦ σταυροῦ τοῦ Χριστοῦ καὶ δέεσθαι νυκτὸς καὶ ἡμέρας καὶ γενέσθαι δεδεμένον εἰς τοὐπίσω τὰς χεῖρας. Βούλει μὴ ψυχρανθήναι σου τὴν θέρμην καὶ μὴ πτωχεῦσαι ἀπὸ τῶν δακρύων. Ἐν τούτοις διοίκησον σεαυτὸν καὶ μακάριος εἰ, ᾧ ἄνθρωπε, ἐὰν φροντίσῃς τῶν λεγομένων σοι νυκτὸς καὶ ἡμέρας καὶ μηδὲν ἕτερον αὐτῶν ζήτησης. Τότε γὰρ ἀνατελεῖ σοι τὸ φῶς ἔνδοθεν καὶ ἡ δικαιοσύνη σου ταχέως ἐπιλάμψει καὶ γενήσῃ ὡς παράδεισος ἠνθισμένος καὶ ὡς πηγὴ ὕδατος ἀνελλιποῦς.

Βλέπε ὁποία ἀγαθὰ τίκτεται τῷ ἀνθρώπῳ ἐκ τοῦ ἀγῶνος. Πολλάκις εὑρίσκεται ὁ ἄνθρωπος κεκυφὼς ἔπι γόνασιν ἐν προσευχαῖς καὶ τὰς χεῖρας τεταμένας ἔχων εἷς οὐρανοὺς καὶ ἀτενίζων τῷ προσώπῳ εἰς τὸν σταυρὸν τοῦ Χριστοῦ καὶ συνάγων πάσας τὰς ἐνθυμήσεις αὐτοῦ πρὸς τὸν Θεὸν τῇ προσευχῇ, καὶ ἐν ὅσῳ ἄνθρωπος δέεται τοῦ Θεοῦ μετὰ δακρύων καὶ κατανύξεως, ἐν αὐτῇ τῇ ὥρᾳ εὐθέως ἐξαίφνης κινεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ πηγὴ βρύουσα ἡδονὴν καὶ διαλύονται τὰ μέλη αὐτοῦ καὶ συγκαλύπτονται αὐτοῦ οἳ ὀφθαλμοὶ καὶ νεύει μὲν τὸ πρόσωπον αὐτοῦ εἷς τὴν γῆν, αἳ δὲ ἐνθυμήσεις αὐτοῦ ἐναλλάσσονται, ὥστε μὴ δύνασθαι ποιῆσαι μετανοίας ἐξ ἐναντίας τῆς χαρᾶς, τῆς κινούμενης ἐν ὅλῳ τῷ σώματι αὐτοῦ. Πρόσεχε οὖν, ἄνθρωπε, οἷς ἀναγινώσκεις. Ἐὰν γὰρ μὴ ἀγωνίσῃ, οὐ μὴ εὕρῃς, καὶ ἐὰν μὴ κρούσης μετὰ θερμότητας καὶ ἐπαγρυπνήσης τῇ θύρᾳ διηνεκῶς, οὐ μὴ εἰσακουσθῇς.

Τὶς ἀκούων ταῦτα ἐπιθυμήσει τῆς ἐξωτικῆς δικαιοσύνης, ἢ ὁ μὴ δυνάμενος ὑπομεῖναι ἐν τῇ ἡσυχίᾳ; Ἀλλ’ ὅμως, ἐὰν τὶς μὴ δυνηθῇ ταύτην ἐξασκῆσαι (διότι χάρις τοῦ Θεοῦ ἐστὶ τὸ εἶναι τὸν ἄνθρωπον ἔσωθεν τῆς θύρας), μὴ ἐγκαταλειφθῇ τῆς ἑτέρας ὁδοῦ, ἵνα μὴ ἄμοιρος γένηται τῶν δύο ὁδῶν τῆς ζωῆς.

Ἕως ἂν ἀποθάνῃ ὁ ἔξω ἄνθρωπος ἀπὸ πάντων τῶν πραγμάτων τοῦ κόσμου, οὐ μόνον ἀπὸ τῆς ἁμαρτίας, ἀλλὰ καὶ ἀπὸ πάσης σωματικῆς ἐργασίας, ὁμοίως καὶ ὃ ἔσω ἄνθρωπος ἀπὸ τῶν πονηρῶν διανοιῶν καὶ ἐξασθένηση ἡ φυσικὴ κίνησις τοῦ σώματος, τοῦ μὴ κινῆσαι ἐν τῇ καρδίᾳ τὴν γλυκύτητα τῆς ἁμαρτίας, ἡ γλυκύτης τοῦ Πνεύματος τοῦ Θεοῦ οὐ μὴ κινηθῇ ἐν τῷ ἀνθρώπῳ καὶ τὰ μέλη αὐτοῦ οὐ μὴ ἁγνισθῇ ἐν τῇ ζωῇ αὐτοῦ καὶ τὰ θεῖα νοήματα ἐν τῇ ψυχῇ αὐτοῦ οὐ μὴ εἰσέλθῃ, οὐδ’ οὐ μὴ αἰσθανθή, οὐδ’ οὐ μὴ θεαθῇ. Καὶ ἕως ἂν κατάργηση ἀπὸ τῆς καρδίας αὐτοῦ τὴν μέριμναν τῶν βιωτικῶν, χωρὶς τῆς ἀναγκαίας χρείας τῆς φύσεως, καὶ ἐάσῃ τὸν Θεὸν φροντίσαι τούτων, ἡ πνευματικῇ μέθῃ ἐν αὐτῷ οὐ μὴ κινηθῇ καὶ τῆς παραπληξίας ἐκείνης, ὑφ’ ἧς ὁ Ἀπόστολος παρεκαλεῖτο, οὐ μὴ αἰσθηθή.

Ταῦτα δὲ εἶπον, οὐκ ἐκκόπτων τὴν ἐλπίδα ὡς ὅτι, ἐὰν μὴ τὶς φθάσῃ τὴν ἀκρότητα τῆς τελειότητος, οὐ μὴ καταξιωθῇ τῆς χάριτος τοῦ Θεοῦ, οὐδὲ μὴ ὑπαντήσῃ αὐτῷ παράκλησις. Ἐν ἀληθείᾳ γὰρ ὅταν ἐκφαυλίσῃ τὶς τὰ ἄτοπα καὶ μακρυνθῆ ἄπ’ αὐτῶν τελείως καὶ προσδράμῃ τοῖς ἀγαθοῖς, ἐν ὀλίγῳ καιρῷ αἰσθάνεται τῆς βοηθείας. Ἐὰν δὲ καὶ ἐπαγωνίσηται μικρόν, εὑρήσει παράκλησιν τῇ ψυχῇ αὐτοῦ καὶ τεύξεται τῆς τῶν πταισμάτων ἀφέσεως καὶ καταξιωθήσεται τῆς χάριτος καὶ δέξεται πλῆθος ἀγαθῶν. Ὅμως ἥττων ἐστὶν οὗτος ἐν συγκρίσει πρὸς τὴν τελειότητα τοῦ ἀφορίσαντος ἑαυτὸν ἐκ τοῦ κόσμου καὶ εὑρηκότος ἐν τῇ ψυχῇ αὐτοῦ τὸ μυστήριον τῆς ἐκεῖθεν μακαριότητος καὶ καταλαβόντος ἐκεῖνο τὸ πρᾶγμα, δι’ ὃ ἐπεδήμησεν ὁ Χριστός.

Αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΔ — Περὶ σημείων καὶ ἐνεργημάτων τῆς Ἀγάπης τοῦ Θεοῦ
Προηγούμενο: ΛΟΓΟΣ ΚΒ’ - Περὶ τῶν τρόπων τῆς εἰς Θεὸν ἐλπίδος καὶ τινὰ δεῖ ἐλπίζειν ἐπὶ τὸν Θεὸν καὶ τὶς ἐστιν ὁ ἀφρόνως καὶ ἀσυνέτως ἔχων τὴν ἐλπίδα
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος