Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΔΙΣ ΚΔ’ — Περὶ Ταπεινώσεως
Προηγούμενο: ΛΟΓΟΣ ΚΓ’ - Περὶ ἀγάπης Θεοῦ καὶ ἀποταγῆς καὶ τῆς ἐν αὐτῷ ἀναπαύσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΔ — Περὶ σημείων καὶ ἐνεργημάτων τῆς Ἀγάπης τοῦ Θεοῦ

Ἡ ἀγάπη τοῦ Θεοῦ θερμὴ ἐστὶ τῇ φύσει, καὶ ὅταν ἀμέτρως ἐπιπέσῃ τινί, ποιεῖ ἐκείνην τὴν ψυχὴν ἐκστατικήν. Διὰ τοῦτο οὐ δύναται ἡ καρδία τοῦ αἰσθηθέντος αὐτῆς χωρῆσαι αὐτὴν καὶ καρτερῆσαι, ἀλλὰ κατὰ τὸ μέτρον τῆς ποσότητος τῆς ἐπελθούσης αὐτῷ ἀγάπης ὁρᾶται ἐν αὐτῷ ἀλλοίωσις ἀσυνήθης. Καὶ ταῦτα τὰ σημεῖα αὐτῆς τὰ αἰσθητὰ γίνεται τὸ πρόσωπον τοῦ ἀνθρώπου πυῤῥόν, περιχαρές, καὶ τὸ σῶμα αὐτοῦ θερμαίνεται. Ἀφίσταται ἄπ’ αὐτοῦ ὁ φόβος καὶ ἡ αἰδώς, καὶ γίνεται ὡς ἐκστατικός. Καὶ ἡ δύναμις ἡ συνάγουσα τὸν νοῦν φεύγει ἐξ αὐτοῦ, καὶ ὡς ἔκφρων γίνεται. Τὸν φοβερὸν θάνατον ἡγεῖται χαράν, καὶ οὐδέποτε ἡ θεωρία τοῦ νοὸς αὐτοῦ διακοπὴν τίνα παρέχει ἐκ τῆς τῶν οὐρανίων διανοήσεως καὶ ἀπών, ὡς παρὼν ὁμιλεῖ, μὴ ὁρώμενος ὑπὸ τινος. Ἡ γνῶσις καὶ ἡ ὅρασις αὐτοῦ παρέρχεται ἡ φυσικὴ καὶ οὐκ αἰσθάνεται αἰσθητῶς τῆς κινήσεως αὐτοῦ, ἧς ἐν τοῖς πράγμασι κινεῖται. Κἂν γὰρ πράττῃ τι, οὐ τελείως αὐτοῦ αἰσθάνεται, ὡς τὸν νοῦν ἔχων ἐν τῇ θεωρία μετέωρον, καὶ ἡ διανοίᾳ αὐτὸν ἀεὶ ὡς μετὰ ἄλλου ἀδολεσχεῖ.

Ταύτην τὴν πνευματικὴν μέθην ἐμεθύσθησαν ποτὲ οἱ ἀπόστολοι καὶ οἱ μάρτυρες. Καὶ οἱ μὲν ὅλον τὸν κόσμον διῆλθον κοπιῶντες καὶ ὀνειδιζόμενοι, οἱ δέ, τὰ μέλη κατακοπτόμενοι, ἐξέχεαν τὰ αἵματα αὐτῶν ὤσει ὕδωρ, καὶ τὰ δεινότατα πάσχοντες οὐκ ὠλιγώρησαν, ἀλλὰ γενναίως ὑπήνεγκαν, καὶ ὄντες σοφοί, ὡς ἄφρονες ἐνομίσθησαν. Καὶ ἄλλοι ἐν ἐρημίαις ἐπλανήθησαν καὶ ὄρεσι καὶ ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἐν ἀταξίαις, εὔτακτοι ὄντες.

Ταύτην τὴν ἄνοιαν ἀξιώσαι ἡμᾶς ὁ Θεὸς φθάσαι.



Ἑπόμενο: ΛΟΓΟΣ ΔΙΣ ΚΔ’ — Περὶ Ταπεινώσεως
Προηγούμενο: ΛΟΓΟΣ ΚΓ’ - Περὶ ἀγάπης Θεοῦ καὶ ἀποταγῆς καὶ τῆς ἐν αὐτῷ ἀναπαύσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος