Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΣΤ’ - Περὶ τῆς ἀδιαλείπτου νηστείας καὶ τοῦ συνάξαι ἑαυτὸν ἐν ἑνὶ τόπῳ καὶ τὶ τὰ ἐκ τούτου γενόμενα καὶ ὅτι ἐν γνώσει διακρίσεων ἐδιδάχθη τὴν ἀκρίβειαν τῆς χρήσεως τῶν τοιούτων
Προηγούμενο: ΛΟΓΟΣ ΔΙΣ ΚΔ’ — Περὶ Ταπεινώσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΕ’ - Περὶ ὑπομονῆς τῆς ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ πῶς ἡ ἀντίληψις εὑρίσκεται ἐν αὐτῇ

Ὅσον καταφρονήσει ὁ ἄνθρωπος τούτου τοῦ κόσμου καὶ σπουδάσει εἰς τὸν φόβον τοῦ Θεοῦ, τοσοῦτον προσεγγίζει αὐτῷ θεῖα πρόνοια καὶ τῆς ἀντιλήψεως αὐτῆς κρυπτῶς αἰσθάνεται καὶ δίδονται αὐτῷ λογισμοὶ καθαροὶ εἰς τὸ συνιέναι αὐτήν. Καὶ ἐὰν τις ἑκουσίως στερηθῇ τῶν κοσμικῶν ἀγαθῶν, καθ’ ὅσον στερεῖται ἐξ αὐτῶν, κατὰ τοσοῦτον τὸ ἔλεος τοῦ Θεοῦ ἀκολουθεῖ καὶ βαστάζει αὐτὸν ἡ φιλανθρωπία τοῦ Θεοῦ. Δόξα τῷ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς σώζοντι ἡμᾶς καὶ ἐν πᾶσι τούτοις παρέχοντι ἀφορμὴν εἰς τὴν εὕρεσιν τῆς ζωῆς ἡμῶν. Τῶν γὰρ ἐκ τοῦ θελήματος αὐτῶν ἐξασθενούντων κτήσασθαι τὴν ζωὴν αὐτῶν ἐν λύπαις ἀκουσίοις προσβιβάζει τὰς ψυχὰς αὐτῶν πρὸς τὴν ἀρετήν. Καὶ γὰρ ὁ Λάζαρος ἐκεῖνος ὁ πτωχὸς οὐκ ἦν ἐκ τοῦ θελήματος αὐτοῦ στερούμενος τῶν ἀγαθῶν τοῦ κόσμου τούτου, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ πεπληγμένον ἦν τοῖς τραύμασι καὶ δύο πάθη πικρὰ ἦσαν ἐν αὐτῷ, ὧνπερ ἕκαστον χεῖρον τοῦ ἄλλου ἦν, ὅμως ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐτιμήθη ἐσχάτως. Ὁ Θεὸς ἐγγὺς ἐστὶ τῆς λυπηρὰς καρδίας τοῦ ἐν θλίψει βοῶντος πρὸς αὐτόν. Καὶ ἐὰν εἰς τὰ σωματικὰ ποτὲ ὑστέρηση ἢ ἄλλως θλίψῃ, ἕως ἂν ὑπομένωμεν αὐτὰ εἰς ἀντίληψιν ἡμῶν ποιεῖται, ὥσπερ ἰατρὸς ἐν βαρύτατη νοσῶ χειρουργῶν τὴν ὑγείαν πραγματεύεται, ἀλλ’ ὅμως κατὰ ψυχὴν μεγάλως φιλανθρωπεύεται εἰς αὐτὸν ὁ Κύριος πρὸς τὴν σκληρότητα τῶν πόνων τῆς λύπης αὐτοῦ.

Ὅτε οὖν ἡ ἐπιθυμία τοῦ πόθου τοῦ Χριστοῦ οὒχ οὕτως ἐκνικᾷ ἐν σοί, ὥστε εἶναι σε ἀπαθῆ ἐν πάσῃ θλίψει σου, διὰ τὴν ἐν αὐτῷ χαράν, γνῶθι ὅτι ὁ κόσμος ζῇ ἐν σοὶ πλέον τοῦ Χριστοῦ. Καὶ ὅτε ἡ ἀῤῥωστία καὶ ἡ ἔνδεια, ἢ ὁ ἀφανισμὸς τοῦ σώματος ἢ ὁ φόβος τῶν βλαπτόντων αὐτὸ ταράσσει τὴν διάνοιαν σου ἐκ τῆς χαρᾶς τῆς ἐλπίδος σου καὶ ἐκ τῆς κατὰ Κύριον, γνῶθι ὅτι τὸ σῶμα ζῇ ἐν σοὶ καὶ οὒχ ὁ Χριστός. Καὶ ἁπλῶς εἰπεῖν, οὗπερ γὰρ ὁ πόθος ἰσχύει καὶ κατακρατεῖ ἐν σοί, ἐκεῖνο ἐστὶ τὸ ζῶν ἐν σοι. Ἐὰν δὲ γένη ἀνελλιπῶς ἔχων τὰς χρείας σοῦ καὶ ἔχῃς ἐῤῥώμενον καὶ μὴ ἔχῃς φόβον ἐκ τῶν ἐναντίων καὶ λέγῃς ὅτι δύνῃ τότε καθαρῶς ὁδεῦσαι πρὸς Χριστόν, γνῶθι ὅτι ἀῤῥωστεῖς κατὰ διανοίαν καὶ ὑστερεῖς τῆς γεύσεως τῆς δόξης τοῦ Θεοῦ. Οὒχ ὅτι δὲ τοιοῦτος εἶ, κρίνω σε, ἀλλὰ μᾶλλον, ἵνα γνῷς πόσον ὑστερεῖς τῆς τελειότητας, εἰ καὶ ἐν μέρει τινὶ τῆς πολιτείας τῶν ἁγίων Πατέρων τῶν πρὸ ἡμῶν εἶ.

Καὶ μὴ εἴπῃς, ὅτι οὐχ εὑρέθη ἄνθρωπος, οὗτινος τελείως ἡ διανοίᾳ αὐτοῦ ὑψώθη ἐκ τῆς ἀσθενείας. Ὅταν τὸ σῶμα ναυαγῇ ἐν πειρασμοῖς καὶ θλίψεσι καὶ ἐκνικᾷ τὸ μέρος τοῦ πόθου τοῦ Χριστοῦ τὴν λύπην τῆς διανοίας. Σιωπήσω τοῦ ἐνέγκαι εἰς μνήμην τοὺς ἁγίους μάρτυρας, μήπως οὐ δυνήσομαι στῆναι ἐνώπιον τοῦ βάθους τῶν παθῶν αὐτῶν, καὶ ὅσον ἐνίκησε τὸ μέρος τῆς ὑπομονῆς, τὸ ἐκ τῆς δυνάμεως τῆς ἀγάπης τοῦ Χριστοῦ τὴν πολλὴν θλῖψιν καὶ τὸν πόθον τοῦ σώματος. Ἀλλὰ διὰ τὸ εἶναι ταῦτα, καὶ μόνῃ τῇ μνήμῃ αὐτῶν, θλιβερὰ τῇ ἀνθρωπίνῃ φύσει, ὅτι ταράσσουσιν ἐν τῇ μεγαλωσύνη τοῦ πράγματος καὶ ἐν τῇ θαυμαστῇ θεωρίᾳ αὐτῶν, ἐάσωμεν ταῦτα.

Σκοπήσωμεν δὲ τοὺς ἀθέους φιλοσόφους λεγόμενους. Εἷς γὰρ ἐξ αὐτῶν ἔθηκε νόμον ἐν τῇ διανοίᾳ αὐτοῦ φυλάξαι τὴν σιωπὴν ὀλίγους χρόνους, καὶ ὁ βασιλεὺς τῶν Ρωμαίων ἐθαύμασεν ἐκ τῆς ἀκοῆς του πράγματος καὶ ἠθέλησε λαβεῖν τὴν πεῖραν αὐτοῦ. Ἐκέλευσεν οὖν ἀχθῆναι αὐτὸν ἔμπροσθεν αὐτοῦ, καὶ ὡς εἶδεν αὐτὸν σιωπῶντα πρὸς πᾶσαν ἐρώτησιν παντελῶς, ἦν ἠρώτησεν αὐτόν, καὶ μὴ ἀποκρινόμενον, ἐθυμώθη ὁ βασιλεὺς καὶ ἐκέλευσεν αὐτὸν τεθνάναι, ὅτι οὐκ ᾐδέσθη τὸν θρόνον καὶ τὸν στέφανον γῆς δόξης αὐτοῦ. Ἐκεῖνος δὲ οὐκ ἐφοβήθη, ἀλλὰ τὸν ἴδιον αὐτοῦ νόμον ἐφύλαξε καὶ παρεσκεύασεν ἑαυτὸν ἐν ἡσυχίᾳ πρὸς τὸν θάνατον. Ὁ δὲ βασιλεὺς ἐνετείλατο τοῖς σπεκουλάτορσιν, ὅτι, ἐὰν φοβηθῇ τὸ ξίφος καὶ λύσῃ τὸν νόμον αὐτοῦ, ἀποκτείνατε αὐτόν, εἶ δὲ τῷ ἰδίῳ ἐμμένει θελήματι, στρέψατε αὐτὸν πρὸς μὲ ζῶντα. Ὅτε οὖν ἤγγισεν εἰς τὸν τόπον τὸν ὡρισμένον καὶ οἱ ἐπιτραπέντες θλίβοντες ἠνάγκαζον αὐτόν, ἵνα λύσῃ τὸν ἑαυτοῦ νόμον καὶ μὴ ἀποθάνῃ, αὐτὸς διελογίσατο, ὅτι κρεῖσσον μοι ἀποθανεῖν ἐν μιᾷ ὥρᾳ καὶ τὸ ἴδιον μου φυλάξαι θέλημα, δι’ ὅπερ τοσοῦτον ἠγωνισάμην χρόνον, ἢ νικηθῆναι ἐκ τοῦ φόβου τοῦ θανάτου καὶ τὴν σοφίαν μου καθυβρίσαι καὶ ὄκνον ὀφλῆσαι τοῦ ἐξ ἀνάγκης μοι ἀπαντήσαντος πράγματος. Καὶ ἥπλωσεν ἑαυτὸν ἀταράχως ἐκτιμηθῆναι ὑπὸ τοῦ ξίφους. Ἐμηνύθη οὖν ταῦτα τῷ βασιλεῖ, καὶ θαυμάσας ἀπέλυσεν αὐτὸν μετ’ αἰδοῦς.

Ἄλλοι δὲ τὴν φυσικὴν ἐπιθυμίαν τέλεον καταπάτησαν. Ἕτεροι τὰς λοιδορίας ῥᾷον ἐβάστασαν, καὶ ἄλλοι ἐν ἀῤῥωστίαις δειναῖς ἐκαρτέρησαν ἀθλίπτως, καὶ ἄλλοι ἐν θλίψεσι καὶ συμφοραῖς μεγάλαις τὴν ὑπομονὴν αὐτῶν ἐπεδείξαντο. Καὶ εἰ οὗτοι διὰ κενὴν δόξαν καὶ ἐλπίδα ταῦτα ὑπέμειναν, πόσῳ μᾶλλον οἱ μοναχοὶ ὑπομεῖναι ὀφείλομεν, κληθέντες πρὸς κοινωνίαν Θεοῦ, ἧς ἀξιωθείημεν εὐχαῖς τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἐν ἱδρῶτι τοῦ ἀγῶνος αὐτῶν ἀρεσάντων τῷ Χριστῷ.

Ὦ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ συνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ συναϊδίῳ καὶ ὁμοφυεῖ καὶ ζωαρχικῷ Πνεύματι, νῦν τε καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΣΤ’ - Περὶ τῆς ἀδιαλείπτου νηστείας καὶ τοῦ συνάξαι ἑαυτὸν ἐν ἑνὶ τόπῳ καὶ τὶ τὰ ἐκ τούτου γενόμενα καὶ ὅτι ἐν γνώσει διακρίσεων ἐδιδάχθη τὴν ἀκρίβειαν τῆς χρήσεως τῶν τοιούτων
Προηγούμενο: ΛΟΓΟΣ ΔΙΣ ΚΔ’ — Περὶ Ταπεινώσεως
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος