Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ τῆς σιωπῆς καὶ τῆς ἡσυχίας
Προηγούμενο: ΛΟΓΟΣ ΚΕ’ - Περὶ ὑπομονῆς τῆς ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ πῶς ἡ ἀντίληψις εὑρίσκεται ἐν αὐτῇ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΣΤ’ - Περὶ τῆς ἀδιαλείπτου νηστείας καὶ τοῦ συνάξαι ἑαυτὸν ἐν ἑνὶ τόπῳ καὶ τὶ τὰ ἐκ τούτου γενόμενα καὶ ὅτι ἐν γνώσει διακρίσεων ἐδιδάχθη τὴν ἀκρίβειαν τῆς χρήσεως τῶν τοιούτων

Ἐν πολλῷ καιρῷ πειραζόμενος ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς καὶ ἑαυτὸν δοκιμάσας ἐν τοῖς δυσὶ τρόποις τούτοις πολλάκις καὶ δεξάμενος ἐκ τοῦ ἐναντίου πληγὰς ἀναριθμήτους καὶ ἀξιωθεὶς μεγάλων ἀντιλήψεων κρυπτῶς, ἐκομισάμην ἑαυτῷ πεῖραν ἐκ τῶν μακρῶν χρόνων τῶν ἐτῶν, καὶ ἐν δοκιμασίᾳ καὶ Θεοῦ χάριτι ταῦτα ἔμαθον. Ὅτι ὁ θεμέλιος πάντων τῶν ἀγαθῶν καὶ ἡ ἀνάκλησις τῆς ψυχῆς ἐκ τῆς αἰχμαλωσίας τοῦ ἐχθροῦ καὶ ἡ ὁδὸς ἡ πρὸς τὸ φῶς καὶ τὴν ζωὴν φέρουσα, οὗτοι οἱ δύο τρόποι εἰσί. Τὸ συνάξαι ἑαυτὸν εἰς ἕνα τόπον, καὶ τὸ ἀεὶ νηστεῦσαι, τουτέστι τὸ κανονίσαι ἑαυτὸν ἐν ἐγκρατείᾳ γαστρὸς σοφῶς καὶ φρονίμως ἐν ἀκινήτῳ καθέδρα καὶ ἀδιαλείπτῳ σχολῇ καὶ μελέτη Θεοῦ.

Ἐντεῦθεν ἡ τῶν αἰσθήσεων ὑποταγή, ἐντεῦθεν ἡ τοῦ νοῦ νήψις, ἐντεῦθεν τὰ ἄγρια πάθη ἡμεροῦνται, τὰ ἐν τῷ σώματι κινούμενα, ἐντεῦθεν ἡ πραότης τῶν λογισμῶν, ἐντεῦθεν αἱ τῆς διανοίας φωτεινοὶ κινήσεις, ἐντεῦθεν ἡ σπουδὴ ἡ πρὸς τὰ ἔργα τῆς ἀρετῆς, ἐντεῦθεν τὰ ὑψηλὰ νοήματα καὶ λεπτά, ἐντεῦθεν τὰ ἄμετρα δάκρυα, τὰ ἐν παντὶ καιρῷ γινόμενα, καὶ τοῦ θανάτου ἡ μνήμη. Ἐντεῦθεν ἡ σωφροσύνη ἡ καθαρά, ἡ τελείως ἀπέχουσα ἐκ πάσης φαντασίας τῆς τὴν διάνοιαν πειραζούσης, ἐντεῦθεν ἡ ὀξυδέρκια καὶ ἡ ὀξύτης τῶν μακρὰν ὄντων, ἐντεῦθεν τὰ βαθύτερα τῶν μυστικῶν νοημάτων, ἅπερ ἡ διανοίᾳ καταλαμβάνει ἐν τῇ δυνάμει τῶν θείων λογίων, καὶ αἱ ἐσώτεραι κινήσεις, αἱ ἐν τῇ ψυχῇ γινόμεναι, καὶ ἡ διαφορὰ καὶ ἡ διάκρισις τῶν πνευματικῶν ἐκ τῶν ἁγίων δυνάμεων καὶ τῶν ἀληθινῶν ὁράσεων ἐκ τῶν ματαίων φαντασιῶν. Ἐντεῦθεν ὁ φόβος τῶν ὁδῶν καὶ τῶν τριβῶν, ὁ ἐν τῷ πελάγει τῆς διανοίας, ὁ κόπτων τὴν ῥαθυμίαν καὶ τὴν ἀμέλειαν, καὶ ἡ φλὸξ τοῦ ζήλου ἡ καταπατοῦσα πάντα κίνδυνον καὶ διαβαίνουσα πάντα φόβον, καὶ ἡ θέρμη ἡ καταφρονοῦσα πάσης ἐπιθυμίας καὶ ἐκ τῆς διανοίας αὐτὴν ἐξαλείφουσα καὶ λήθην ἐμποιοῦσα πάσης μνήμης τῶν παρερχομένων μετὰ τῶν ἄλλων. Καὶ ἵνα συντόμως εἴπω, ἡ ἐλευθερία τοῦ ἀληθινοῦ ἀνθρώπου καὶ ἡ χαρὰ τῆς ψυχῆς καὶ ἡ ἀνάστασις ἡ μετὰ τοῦ Χριστοῦ ἐν τῇ βασιλείᾳ.

Εἰ τις δὲ ἀμελήσει τῶν δύο τούτων, γνώτω, ὅτι οὐ μόνον ἐκ πάντων τούτων τῶν προειρημένων ζημιοῖ ἑαυτόν, ἀλλὰ καὶ τὸν θεμέλιον πασῶν τῶν ἀρετῶν διασείει ἐν τῇ καταφρονήσει τῶν δύο τούτων ἀρετῶν. Καὶ ὥσπερ εἰσὶν αὗται ἀρχὴ καὶ κεφαλὴ τῆς θείας ἐργασίας ἐν τῇ ψυχῇ, καὶ θύρα καὶ ὁδὸς πρὸς τὸν Χριστόν, ἐὰν τὶς κράτηση αὐτὰς καὶ ἐν αὐταῖς ὑπομείνῃ, ὄντως ἐὰν τὶς ἀναχωρήσῃ ἐξ αὐτῶν καὶ ἀποπηδήσῃ ἄπ’ αὐτῶν, πρὸς ταῦτα τὰ δύο τὰ ἐναντία τούτων καταντᾷ. Λέγω δὴ τὸν σωματικὸν μετεωρισμὸν καὶ τὸ γαστριμαργεῖν ἀσέμνως. Αὗται ἀρχαὶ εἰσὶ τῶν ἐναντίων τῶν προειρημένων καὶ χώραν παρέχουσι τοῖς πάθεσιν ἐν τῇ ψυχῇ.

Καὶ ἡ μὲν πρώτη ἀρχὴ τῆς μιᾶς, ἐν πρώτοις τὰς αἰσθήσεις τὰς ὑποταγεῖσας ἀπολύει τῶν δεσμῶν τῆς συστολῆς. Καὶ τὶ λοιπὸν ἐκ τούτου γίνεται; Ἐντεῦθεν ἄτοποι ἀπαντήσεις καὶ ἀπροσδόκητοι, πλησιόχωροι τῶν πτώσεων. Ἡ ταραχὴ τῶν ἰσχυρῶν κυμάτων, ἡ ἐκ τῆς ὁράσεως ἐξυπνιζομένη. Τῶν ὀφθαλμῶν πύρωσις ὀξεῖα, κρατοῦσα τοῦ σώματος καὶ συνέχουσα ὀλισθήματα εὐχερῆ, ἐν τῷ φρονήματι γινόμενα. Λογισμοὶ ἀκρατεῖς, πρὸς πτῶσιν σπουδάζοντες. Ἡ χλιαρότης τοῦ πόθου τῶν ἔργων τοῦ Θεοῦ καὶ ἀτονία κατὰ μικρὸν μικρὸν τῆς διαφορᾶς τῆς ἡσυχίας, καὶ τοῦ τελείως καταλείψαι τὸν κανόνα τῆς πολιτείας αὐτοῦ. Ἐγκαινισμὸς τῶν ἐπιλησθέντων κακῶν καὶ διδαχὴ ἑτέρων, ὧν οὐκ ἠπίστατο, ἐκ τῶν ἀεὶ ἐπιγινομένων αὐτῷ δι’ ἀκουσίων πολυτρόπων ὁράσεων, τῶν ἐκ τῆς μεταναστάσεως ἀπὸ χώρας εἰς χώραν καὶ ἀπὸ τόπου εἰς τόπον συναντουσῶν αὐτῷ, καὶ τὰ πάθη, ἅπερ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἤδη ἐκ τῆς ψυχῆς νεκρωθέντα καὶ διὰ τῆς λήθης τῶν μνημῶν τῶν ἐν τῇ διανοίᾳ ἀπολεσθέντα, πάλιν ταῦτα πρὸς κίνησιν ἄρχονται διεγείρεσθαι καὶ τὴν ψυχὴν πρὸς ἐργασίαν αὐτῶν ἀναγκάζειν. Καὶ ἵνα μὴ ὅλα τὰ λοιπὰ λέγω καὶ διηγήσωμαι, ταῦτα μὲν ἐκ τῆς πρώτης ἐκείνης αἰτίας ἀνοίγονται ἐπ’ αὐτῷ, τουτέστιν ἐκ τοῦ μετεωρισμοῦ τοῦ σώματος καὶ τοῦ μὴ ὑπομεῖναι τὴν τῆς ἡσυχίας ταλαιπωρίαν.

Τὶ δὲ ἐκ τῆς ἄλλης, τουτέστι τοῦ ἄρξασθαι ἐν τῷ ἔργῳ τῶν χοίρων; Καὶ τὶ ἐστὶ τὸ ἔργον τῶν χοίρων, ἢ τὸ ἀόριστον ἀφιέναι τὴν γαστέρα καὶ διαπαντὸς ἐμπιπλᾶν αὐτὴν καὶ μὴ ἔχειν καιρὸν δεδηλωμένον πρὸς τὴν τοῦ σώματος χρείαν καθὼς οἱ λογικοί; Καὶ τὶ λοιπὸν γίνεται ἐκ τούτου; Ἐντεῦθεν καρηβαρία καὶ βάρησις τὸν σώματος πολλῇ μετὰ χαλασμοῦ τῶν ὤμων. Ὅθεν ἀνάγκη ἀπολειφθῆναι ἐκ τῆς λειτουργίας τοῦ Θεοῦ. Καὶ ὀκνηρία γὰρ ἐπιγίνεται εἰς τὸ μὴ ποιεῖν μετανοίας ἐν αὐτῇ ἀμέλεια τῶν συνήθων προσκυνήσεων σκότωσις καὶ ψυχρότης τῆς διανοίας νοῦς παχὺς καὶ ἀδιάκριτος ἐκ τῶν ταραχῶν καὶ τῶν πολλῶν σκοτώσεων τῶν λογισμῶν γνόφος παχὺς καὶ ζοφώδης, ἡπλωμένος ἐν ὅλη τῇ ψυχῇ ἀηδίᾳ πολλῇ ἐν παντὶ ἔργῳ τοῦ Θεοῦ, ἅμα δὲ καὶ ἐν τῇ ἀναγνώσει, διὰ τὸ μὴ γεύσασθαι αὐτὸν τῆς ἡδύτητος τῶν λογίων τοῦ Θεοῦ ἀργίᾳ πολλῇ τῶν ἀναγκαίων νοῦς ἀκράτητος καὶ μετεωριζόμενος ἐν πάσῃ τῇ γῇ χυμὸς πολὺς συναγόμενος ἐν πᾶσι τοῖς μέλεσι φαντασίαι ἀκάθαρτοι ταῖς νυξὶ διὰ φασμάτων βεβήλων καὶ ἀτόπων εἰκόνων, πεπληρωμένων ἐπιθυμίας, ἐν τῇ ψυχῇ διαβαινούσης καὶ ἐν αὐτῇ τῇ ψυχῇ τὰ ἑαυτῆς θελήματα ἀποπληρούσης ἀκαθάρτως. Καὶ ἡ στρωμνὴ δὲ τοῦ ἀθλίου καὶ τὰ ἐνδύματα αὐτοῦ καὶ αὐτὸ τὸ σῶμα ὅλον μολύνεται διὰ τὸ πλῆθος τῆς αἰσχρὰς ρεύσεως, τῆς ὡς ἀπὸ πηγῆς ἐξ αὐτοῦ βλυζούσης καὶ τοῦτο οὐ μόνον ἐν τῇ νυκτί, ἀλλὰ καὶ ἐν ἡμέρᾳ συμβαίνει αὐτῷ τὸ γὰρ σῶμα πάντοτε ῥέει καὶ μιαίνει τὴν διανοίαν, ὥστε αὐτὸν διὰ τούτων τῶν πραγμάτων τὴν σωφροσύνην ἀπαρνήσασθαι ἡ γὰρ ἡδύτης τῶν γαργαλισμῶν ἐνεργεῖται ἐν ὅλῳ τῷ σώματι αὐτοῦ ἐν ἀδιαλείπτῳ πυρώσει καὶ ἀνυπομονήτῳ.

Καὶ λογισμοὶ δὲ ἀπατηλοὶ συμβαίνουσιν αὐτῷ, εἰκονίζοντες κάλλος κατέναντι αὐτοῦ καὶ ἐρεθίζοντες αὐτὸν ἐν παντὶ καιρῷ καὶ γαργαλίζοντες τὸν νοῦν ἐν τῇ ὁμιλίᾳ αὐτῶν. Καὶ ἀδιστάκτως συνδυάζει αὐτοῖς ἐν τῇ μελέτῃ αὐτῶν καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν, διὰ τὸ σκοτισθῆναι αὐτοῦ τὸ διακριτικόν. Καὶ τοῦτο ἐστὶν ὅπερ εἶπεν ὁ Προφήτης «τοῦτο τὸ ἀνταπόδομα τῆς ἀδελφῆς Σοδόμων, ἥτις τρυφῶσα ἤσθιεν ἄρτον εἰς πλησμονήν», καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ ἐῤῥέθη ὑπὸ τίνος τῶν μεγάλων σοφῶν, ὅτι «Εἰ τὶς θρέψει τὸ σῶμα αὐτοῦ ἐν τρυφὴ μεγάλως, εἰς πόλεμον ἐκβάλλει τὴν ἑαυτοῦ ψυχήν, καὶ ἐὰν ποτὲ ἔλθῃ εἰς ἑαυτὸν καὶ ζήτηση βιάσασθαι εἰς τὸ κρατῆσαι ἑαυτοῦ, οὐ δύναται, διὰ τὴν ὑπερβάλλουσαν πύρωσιν τῶν κινήσεων τοῦ σώματος καὶ διὰ τὴν βίαν καὶ τὴν ἀνάγκην τῶν ἐρεθισμῶν καὶ τῶν γαργαλισμάτων τῶν τὴν ψυχὴν αἰχμαλωτιζόντων ἐν τοῖς θελήμασιν αὐτῶν». Ὁρᾷς ὧδε λεπτότητα τούτων τῶν ἀθέων; Καὶ πάλιν ὁ αὐτὸς λέγει «Ἡ τρυφὴ τοῦ σώματος ἐν ἁπλότητι καὶ ὑγρότητι, τῆς νεότητος τὰ πάθη ἐν τῇ ψυχῇ ὀξέως κτᾶσθαι παρασκευάζει, καὶ περικυκλοῖ αὐτὴν ὁ θάνατος, καὶ ἐμπίπτει οὗτος ὑπὸ τὴν κρίσιν τοῦ Θεοῦ».

Ψυχὴ δὲ ἡ ἀδολεσχοῦσα ἀεὶ ἐν τῇ μνήμῃ τῶν ὀφειλομένων, ἀναπαύεται ἐν τῇ ἐλευθερίᾳ ἑαυτῆς καὶ αἱ φροντίδες αὐτῆς μικραί, καὶ οὐ μεταμελεῖται ἐν τινί, πρόνοιαν ποιουμένη ὑπὲρ τῆς ἀρετῆς, ἡνιοχοῦσα τὰ πάθη καὶ φυλάττουσα τὴν ἀρετήν, εἰς αὔξησιν καὶ χαρὰν ἀμέριμνον καὶ ζωὴν ἀγαθὴν καὶ λιμένα ἀκίνδυνον ἄγει. Ἀπολαύσεις γὰρ σωματικαὶ οὐ μόνον ἐνισχύουσι τὰ πάθη καὶ στερεοῦσιν αὐτὰ κατὰ τῆς ψυχῆς, ἀλλὰ καὶ ἐκριζοῦσιν αὐτὴν ἐκ τῶν ῥιζῶν αὐτῆς. Καὶ σὺν τούτοις ἐξάπτουσι τὴν γαστέρα εἰς ἀκρασίαν καὶ ἀταξίαν ὅρων ἄκρας ἀσωτίας, καὶ παρὰ καιρὸν τὴν χρείαν τοῦ σώματος ἐκτελεῖν βιάζονται. Καὶ ὁ πολεμούμενος ἐν τούτοις οὐ θέλει ὑπομεῖναι μικρὰν πεῖναν καὶ ἐξουσιάσαι ἑαυτοῦ, διότι ᾐχμαλωτίσθη ὑπὸ τῶν παθῶν.

Οὗτοι εἰσὶν οἱ καρποὶ τῆς αἰσχύνης, οἱ ἐκ τῆς γαστριμαργίας. Καὶ οἱ πρὸ τούτων εἰσὶν οἱ καρποὶ τῆς ὑπομονῆς, τῆς ἐν ἑνὶ τόπῳ καὶ ἡσυχίᾳ διαγωγῆς. Διὰ τοῦτο καὶ ὁ ἐχθρὸς τοὺς καιροὺς ἐπιστάμενος τῶν χρειῶν ἡμῶν τῶν φυσικῶν, δι’ ὧν ἡ φύσις κινεῖται πρὸς τὴν χρείαν αὐτῆς, καὶ ὅτι ὁ νοῦς ἐκ τοῦ μετεωρισμοῦ τῶν ὀφθαλμῶν ῥέμβεται καὶ ἐκ τῆς ἀναπαύσεως τῆς γαστρός, σπουδάζει καὶ ἀγωνίζεται ἐρεθίσαι ἡμᾶς προσθήκην ποιήσασθαι εἰς τὴν φυσικὴν χρείαν καὶ σπεῖραι ἐν ἡμῖν σχήματα λογισμῶν πονηρῶν ἐν τοῖς τοιούτοις καιροῖς, ὥστε, ἐὰν ἐνδέχηται, ὑπερισχύσαι τὰ πάθη κατὰ τῆς φύσεως διὰ τὴν περισσοτέραν συμπλοκὴν καὶ καταποντίσαι τὸν ἄνθρωπον ἐν τοῖς πτώμασι.

Διὰ τοῦτο ἔδει ἡμᾶς, ὥσπερ ὁ ἐχθρὸς γινώσκει τοὺς καιρούς, οὕτω καὶ ἡμᾶς γνωρίσαι τὴν ἀσθένειαν ἡμῶν καὶ τὴν δύναμιν τῆς φύσεως ἡμῶν, ὅτι ἀνίκανος ἐστὶ πρὸς τὰς ὁρμὰς καὶ τὰς κινήσεις ἐκείνων τῶν καιρῶν καὶ πρὸς τὴν λεπτότητα τῶν λογισμῶν, τῶν ὡς χνοῦν ὄντων τῇ λεπτότητι κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν, καὶ ὅτι οὐ δυνάμεθα ὁρᾷν ἑαυτοὺς καὶ ἀπαντῆσαι τοῖς συμβαίνουσιν ἡμῖν καὶ διὰ τὴν πολλὴν δοκιμασίαν, ἦν ἐπειράσθημεν ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἐν ταλαιπωρία ἐξ αὐτοῦ ἐλάβομεν πολλάκις, τοῦ λοιποῦ σοφίσασθαι καὶ μὴ ἐᾶσαι ἑαυτοὺς ῥιφθήναι τοῦ ποιῆσαι τὸ θέλημα τῆς ἡμῶν ἀναπαύσεως καὶ ἡττᾶσθαι ἐκ τῆς πείνης, ἀλλὰ μᾶλλον κἂν καταπονήσῃ ἡμᾶς ἡ πείνα ἡ στένωση, μὴ σαλευθώμεν ἐκ τοῦ τόπου τῆς ἡσυχίας ἡμῶν καὶ καταντήσωμεν ὅπου εὐχερῶς συμβαίνουσιν ἡμῖν τὰ τοιαῦτα, μηδὲ σκευάσωμεν ἑαυτοῖς ἀφορμὰς καὶ τρόπους, ὅπως ἐκ τῆς ἐρήμου ἐξέλθωμεν. Ταῦτα γὰρ εἴσι τὰ ἐπιτηδεύματα τοῦ ἐχθροῦ τὰ φανερά. Ἐὰν δὲ ὑπομείνῃς ἐν τῇ ἐρήμῳ, οὐ μὴ πεψασθής. Οὐ γὰρ ὁρᾷς ἐν αὐτῇ γυναῖκα οὔτε τὶ βλάπτον τὴν πολιτείαν σου, οὔτε φωνὰς ἀπρεπεῖς ἀκούεις.

Τὶ σοὶ καὶ τῇ ὁδῷ τῆς Αἰγύπτου; Ἵνα πίῃς τὸ ὕδωρ Γηών; Νοεῖ τὶ σοι λέγω. Δεῖξον τῷ ἐχθρῷ τὴν ὑπομονὴν σου καὶ τὸ δοκίμιον σου ἐν τοῖς μικροῖς, ἵνα μὴ ζήτηση παρὰ σου τὰ μεγάλα. Ὄρος δὲ ἔστωσαν σοι τὰ μικρὰ ταῦτα, ἵνα διὰ τούτων καταβάλῃς τὸν ἀντίπαλον, ὅπως μὴ σχολάσῃ καὶ ὀρύξῃ σοι παγίδας μεγάλας. Ὁ γὰρ μὴ πειθόμενος τῷ ἐχθρῷ, μηδὲ πέντε βήματα ἐξελθεῖν ἐκ τοῦ ἡσυχαστηρίου αὐτοῦ, πῶς πεῖσαι δύναται ἑαυτὸν ἐκ τῆς ἐρήμου ἐξελθεῖν ἢ πλησιάσαι κώμῃ; Καὶ ὁ μὴ καταδεχόμενος παρακύψαι διὰ θυρίδος ἐκ τοῦ ἡσυχαστηρίου αὐτοῦ, πῶς πείσει ἑαυτὸν ἐξελθεῖν ἐξ αὐτοῦ; Καὶ ὁ μόλις ἐν ἑσπέρᾳ πειθόμενος μετασχεῖν τροφῆς ἐλαχίστης, πῶς πρὸς καιροῦ ἐσθίειν ὑπὸ τῶν λογισμῶν αὐτοῦ δελεασθήσεται; Καὶ ὁ ἐκ τῶν εὐτελῶν ἐρυθριῶν ἐμπλησθῆναι, πῶς ἐκ τῶν μεγάλων ὀρεχθήσεται; Καὶ ὁ μηδὲ πρὸς τὸ ἴδιον σῶμα πειθόμενος κατιδεῖν, πῶς πρὸς τὰ ἀλλότρια κάλλη τοῦτον δελεάσει περιεργάσασθαι;

Δῆλον οὖν, ὅτι ἐξ ἀρχῆς ἐν τοῖς μικροῖς καταφρονῶν, ἡττᾶται τις, καὶ οὕτως ἀφορμὴν παρέχει τῷ ἐχθρῷ πολεμεῖν αὐτῷ ἐν τοῖς μεγάλοις. Ἐπεί, ὁ τῆς πρόσκαιρου ζωῆς μὴ ποιούμενος πρόνοιαν τοῦ μηδὲ πρὸς βραχὺ ἐμμείναι ἐν αὐτῇ, πῶς φοβηθήσεται τὰς κακώσεις καὶ τὰς θλίψεις τὰς πρὸς τὸν θάνατον τὸν προσφιλῆ φερούσας; Οὗτος ἐστὶν ὁ πόλεμος τῆς διακρίσεως, ὅτι οἱ σοφοὶ οὐ συγχωροῦσιν ἑαυτοὺς πρὸς τοὺς μεγάλους ἀγῶνας παρασκευάσασθαι ἀλλ’ ἡ ὑπομονή, ἡ ἐνδεικνυμένη ἐν τοῖς μικροῖς ὕπ’ αὐτῶν, αὕτη ἐστὶν ἡ φυλάττουσα αὐτοὺς τοῦ μὴ πεσεῖν εἰς τοὺς μεγάλους κόπους.

Πρῶτος μὲν οὖν ὁ διάβολος τὴν ἀδιάλειπτον προσοχὴν τῆς καρδίας ἀγωνίζεται καταργῆσαι. Εἰθ’ οὕτω πείθει καὶ τοὺς δεδηλωμένους καιροὺς τῆς προσευχῆς καὶ τοῦ κανόνος τοῦ σωματικῶς γενομένου καταφρονῆσαι. Καὶ οὕτω πρῶτον χαυνοῦται ὁ λογισμός, πρὸ τοῦ καιροῦ μετασχεῖν τροφῆς, ἐν τοῖς ἐλαχίστοις καὶ μικροῖς καὶ οὐδαμινοῖς, καὶ μετὰ τὴν πτῶσιν τῆς καταλύσεως τῆς ἐγκράτειας αὐτοῦ, διολισθαίνει εἰς ἀκρασίαν καὶ ἀσωτείαν. Καὶ πρῶτον μὲν ἡττᾶται, μᾶλλον δὲ ἐλάχιστον ἡγεῖται ἐν ὀφθαλμοῖς αὐτοῦ ἀτενίσαι εἰς τὴν γύμνωσιν τοῦ σώματος αὐτοῦ ἢ εἰς ἄλλην τινὰ καλλονὴν τῶν μελῶν αὐτοῦ ὅταν ἀποδύηται τὰ ἱμάτια αὐτοῦ ἢ ὅταν έξέλθη ἔξω πρὸς τὴν χρείαν τοῦ σώματος ἢ πρὸς ὕδωρ καὶ χαυνώσῃ τὰ αἰσθητήρια αὐτοῦ, ἢ εἰσαγάγῃ τὴν χεῖρα αὐτοῦ θαρσαλέως ἔσωθεν τῶν ἱματίων αὐτοῦ καὶ ψηλάφηση τὸ σῶμα αὐτοῦ καὶ τότε ἀνακύψουσιν αὐτῷ ἀλλὰ καὶ ἀλλά. Καὶ ὁ πρώτην τὴν ἀσφάλειαν τοῦ νοὸς φυλάσσων καὶ δι’ ἓν τούτων λυπούμενος, τότε ἀνοίγει καθ’ ἑαυτοῦ μεγάλας καὶ χαλεπὰς εἰσόδους.

Οἱ γὰρ λογισμοί, ἴν’ ὡς ἐν ὑποδείγματι εἴπω, ὡς ὕδωρ εἰσί, καὶ ὅσον συνέχονται πάντοθεν, ἐν τῇ εὐταξίᾳ αὐτῶν πορεύονται, ἐὰν δὲ ἐκεῖθεν μικρὸν ἐπὶ τὰ ἔξω ἐξέλθωσι, κατάλυσιν φραγμοῦ καὶ ἐρήμωσιν πολλὴν κατεργάζονται. Ἵσταται γὰρ ὁ ἐχθρὸς κατανοῶν καὶ παρατηρῶν καὶ ἐκδεχόμενος νυχθημερῶς κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν, καὶ περισκοπεῖ διὰ ποίας εἰσόδου τῶν αἰσθητηρίων ἡμῶν ἀνοιχθείσης αὐτῷ εἰσέλθῃ. Ἀμελείας δὲ τίνος εἰς ἐν τῶν προῤῥηθέντων ἡμῖν γενομένης, τότε καὶ αὐτὸς ὁ δόλιος καὶ ἀναιδὴς κύων τὰ αὐτοῦ ἡμῖν ἐξαποστέλλει βέλη. Καὶ πότε μὲν αὕτη ἡ φύσις ἀφ’ ἑαυτῆς τὴν ἀνάπαυσιν ἀγαπᾷ καὶ τὴν παῤῥησίαν καὶ τὸν γέλωτα καὶ τὸν μετεωρισμὸν καὶ τὴν ῥαθυμίαν καὶ γίνεται πηγὴ τῶν παθῶν καὶ πέλαγος ταραχῆς, πότε δὲ ὁ ἐνάντιος ὑποβάλλει ταῦτα τῇ ψυχῇ. Ἀλλ’ ἡμεῖς ἀλλάξωμεν λοιπὸν τοὺς μεγάλους κόπους ἡμῶν ἐν τοῖς μικροῖς κόποις ἡμῶν, οὓς ἡγούμεθα οὐδέν. Εἰ γὰρ οὗτοι, ὡς ἐδείχθη, οἱ πάρ’ ἡμῶν καταφρονούμενοι, τοσούτους ἀγῶνας μεγάλους καὶ κόπους δυσκατορθώτους καὶ πάλας συγκεχυμένας καὶ πληγὰς μεγίστας ἀποστρέφουσι, τὶς μὴ σπεύσῃ διὰ τῶν μικρῶν τούτων τῆς εἰσαγωγῆς κόπων τὴν γλυκεῖαν εὑρεῖν ἀνάπαυσιν;

ᾯ σοφία, πόσον θαυμαστὴ ὑπάρχεις καὶ πῶς προβλέπεις τὰ πάντα πόῤῥωθεν. Μακάριος ὁ εὑρὼν σε, ἐκ γὰρ τῆς ῥᾳθυμίας τῆς νεότητος ἠλευθέρωται. Εἰ τὶς ἐμπορεύεται διὰ μικρᾶς ἐμπορεύσεως, ἤτοι περιποιήσεως τὴν ἰατρείαν τῶν μεγάλων παθῶν, καλῶς ποιεῖ. Καὶ γὰρ ποτὲ τις τῶν φιλοσόφων, ἐν χαυνότητι κινηθεὶς καὶ αἰσθηθεῖς, θᾶττον διωρθώσατο ἑαυτὸν καθήμενος ἐξαίφνης. Καὶ ἰδὼν αὐτὸν ἄλλος, ἐγέλασε χάριν τούτου. Ὁ δὲ ἀπεκρίθη· Οὐ διὰ τοῦτο ἐφοβήθην, άλλ’ ἐκ τῆς καταφρονήσεως φοβοῦμαι διότι πολλάκις καὶ ἡ μικρὰ καταφρόνησις μεγάλων κινδύνων πρόξενος γίνεται. Τῷ δὲ παρὰ τάξιν γενέσθαι καὶ ταχέως διορθώσασθαι ἐμαυτόν, ἔδειξα ἐμαυτὸν νήφοντα καὶ τὸ μηδὲ ὃν ἄξιον φόβου καταφρονοῦντα.

Τοῦτο γὰρ ἐστὶ φιλοσοφία, ἵνα τις καὶ ἐν τοῖς ἐλαχίστοις καὶ μικροῖς, τοῖς γινομένοις πάρ’ αὐτοῦ, ἀεὶ νήφει. Ἀναπαύσεις γὰρ μεγάλας θησαυρίζει ἑαυτῷ καὶ οὒχ ὑπνοῖ, ἵνα μὴ συμβῇ αὐτῷ τὶ ἐνάντιον, ἀλλὰ τὰς αἰτίας κόπτει πρὸ καιροῦ καὶ διὰ τῶν ἐλαχίστων πραγμάτων ὑποφέρει τὴν μικρὰν λύπην, ἐξαφανίζων δι’ αὐτῆς τὴν μεγάλην.

Οἱ δὲ ἄφρονες προτιμῶσι τὴν μικρὰν ἀνάπαυσιν τὴν ἐγγὺς ὑπὲρ τὴν ἀπέχουσαν βασιλείαν, ἀγνοοῦντες ὅτι κρεῖσσον ὑπομεῖναι κολάσεις ἐν τῷ ἀγῶνι, ὑπὲρ τὸ ἀναπαυθῆναι ἐν τῇ στρωμνὴ τῆς ἐπιγείου βασιλείας ἐν κατακρίσει ῥᾳθυμίας. Τοῖς σοφοῖς γὰρ ποθητὸς ἐστὶν ὁ θάνατος ὑπὲρ τοῦ μὴ κατηγορηθῆναι, ὅτι ἄνευ νήψεως ἐτέλεσάν τι ἐν τοῖς ἔργοις αὐτῶν. Διὸ καὶ λέγει ὁ σοφὸς «Γενοῦ ἐγρήγορος καὶ νηφάλιος ὑπὲρ τῆς ζωῆς σου. Συγγενὴς γὰρ ἐστὶν ὁ ὕπνος τῆς διανοίας, καὶ εἰκὼν τοῦ ἀληθινοῦ θανάτου». Ὁ δὲ θεοφόρος Βασίλειος φησὶν «Ὅστις εἰς τὰ μικρὰ ἑαυτοῦ ὀκνηρὸς ἐστί, μὴ πιστεύσῃς αὐτῷ εἰς τὰ μεγάλα διαπρέψαι».

Ὑπὲρ ὧν μέλλεις ζῆν, μὴ ἀκηδιάσῃς, μηδὲ ὀκνήσῃς ὑπὲρ αὐτῶν ἀποθανεῖν. Σημεῖον γὰρ ἐστὶ τῆς ἀκηδίας ἡ μικροψυχία, μήτηρ δὲ ἐστὶ τῶν δύο τούτων ἡ καταφρόνησις. Δειλὸς ἄνθρωπος σημαίνει, ὅτι ὑπὸ δύο νόσων νοσεῖ - λέγω δὴ ὑπὸ φιλοσωματίας καὶ ὀλιγοπιστίας, ἡ δὲ φιλοσωματία σημεῖον ἐστὶ τῆς ἀπιστίας. Ὁ δὲ τούτων καταφρονῶν βεβαιοῦται, ὅτι τῷ Θεῷ πιστεύει ὁλοψύχως καὶ τὰ μέλλοντα ἐκδέχεται.

Ἐὰν τὶς ἐκτὸς κινδύνων καὶ ἀγώνων καὶ πειρασμῶν τῷ Θεῷ προσήγγισε, καὶ σὺ αὐτὸν μίμησαι. Ἡ εὐτολμία τῆς καρδίας καὶ ἡ καταφρόνησις τῶν κινδύνων ἀπὸ ἑνὸς τῶν δύο ἀφορμῶν τούτων γίνεται, ἢ ἐκ τῆς σκληροκαρδίας, ἢ ἐκ τῆς πολλῆς πίστεως τῆς πρὸς τὸν Θεόν. Καὶ τῇ μὲν σκληροκαρδίᾳ ἀκολουθεῖ ὑπερηφανία, τῇ δὲ πίστει ταπεινοφροσύνῃ καρδίας. Οὐ δύναται ἄνθρωπος κτήσασθαι ἐλπίδα πρὸς τὸν Θεόν, εἰ μὴ πρῶτον ἐτελείωσε τὸ θέλημα αὐτοῦ κατὰ μέρος. Ἡ γὰρ ἐλπὶς ἡ πρὸς τὸν Θεὸν καὶ ἡ τῆς καρδίας ἀνδρεία ἐκ τῆς μαρτυρίας τῆς συνειδήσεως γεννῶνται, καὶ διὰ τῆς ἀληθινῆς μαρτυρίας τῆς διανοίας ἡμῶν τὴν πρὸς τὸν Θεὸν πεποίθησιν ἔχομεν. Ἡ μαρτυρία δὲ τῆς διανοίας γίνεται ἐν τῷ μὴ κατακρίνεσθαι τινὰ ἐν μηδενὶ ὑπὸ τοῦ συνειδότος, ὅτι ἠμέλησεν εἰς τὸ ὀφειλόμενον κατὰ τὴν δύναμιν αὐτοῦ. Ἐὰν δὲ ἡ καρδία ἡμῶν μὴ κατακρίνῃ ἡμᾶς, παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχομεν. Ἡ παῤῥησία οὖν ἐκ τῶν κατορθωμάτων τῶν ἀρετῶν καὶ τῆς καλῆς συνειδήσεως προσγίνεται. Σκληρὸν γοῦν ἐστὶ τὸ δουλεῦσαι τῷ σώματι. Ὅστις δὲ ὀλίγον ἐκ πολλοῦ αἴσθηται τῆς ἐλπίδος τῆς πρὸς τὸν Θεόν, οὐκ ἔτι πεισθήσεται κατ’ ἀνάγκην δουλεῦσαι τῷ σκληρῷ τούτῳ δεσπότῃ, τῷ σώματι.



Ἑπόμενο: Περὶ τῆς σιωπῆς καὶ τῆς ἡσυχίας
Προηγούμενο: ΛΟΓΟΣ ΚΕ’ - Περὶ ὑπομονῆς τῆς ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ πῶς ἡ ἀντίληψις εὑρίσκεται ἐν αὐτῇ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος