Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΖ’ - Περὶ τῆς κινήσεως τοῦ σώματος
Προηγούμενο: ΛΟΓΟΣ ΚΣΤ’ - Περὶ τῆς ἀδιαλείπτου νηστείας καὶ τοῦ συνάξαι ἑαυτὸν ἐν ἑνὶ τόπῳ καὶ τὶ τὰ ἐκ τούτου γενόμενα καὶ ὅτι ἐν γνώσει διακρίσεων ἐδιδάχθη τὴν ἀκρίβειαν τῆς χρήσεως τῶν τοιούτων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Περὶ τῆς σιωπῆς καὶ τῆς ἡσυχίας

Τὸ ἀεὶ σιωπᾷν καὶ ἡ φυλακὴ τῆς ἡσυχίας ἐκ τῶν τριῶν τούτων αἰτιῶν ἐν τίνι γίνονται ἢ διὰ τὴν δόξαν τῶν ἀνθρώπων ἢ διὰ τὴν θερμότητα τοῦ ζήλου τῆς ἀρετῆς ἢ ὅτι ὁμιλίαν τινὰ θείαν τὶς ἔχει ἐντὸς ἑαυτοῦ καὶ ἡ διανοίᾳ αὐτοῦ ἕλκεται πρὸς αὐτήν. Εἰ τὶς γοῦν μίαν τῶν ἐσχάτων οὐκ ἔχει, ἐξ ἀνάγκης τὴν πρώτην ἀσθένειαν ἀσθενεῖ. Ἀρετὴ ἐστίν, οὒχ ἡ φανέρωσις τῶν πολλῶν καὶ διαφόρων πράξεων, τῶν διὰ τοῦ σώματος ἐπιτελουμένων, ἀλλ’ ἡ σοφωτάτη καρδίᾳ ἐν τῇ ἐλπίδι αὐτῆς. Συνάπτει γὰρ αὐτὴν τοῖς κατὰ Θεὸν ἔργοις ὁ ὀρθὸς σκοπός.

Ἡ μὲν γὰρ διάνοια δύναται χωρὶς πράξεων σωματικῶν ἐπιτελέσαι τὸ ἀγαθόν, τὸ δὲ σῶμα ἐκτὸς τῆς σοφίας τῆς καρδίας, κἂν ἐργάσηται, οὐ δύναται ὠφεληθῆναι ὅμως οὒχ ὑποφέρει ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὅταν ἄδειαν εὕρῃ ἀγαθοεργίας, εἰ μὴ δείξῃ τὴν ἀγάπην ἐν κόπῳ τῆς ἐργασίας αὐτοῦ πρὸς τὸν Θεόν. Ἡ μὲν πρώτη τάξις πάντοτε κατευοδοῦται, ἡ δὲ δευτέρα πολλάκις κατευοδοῦται, ποτὲ δὲ καὶ οὐ. Μὴ νομίσῃς δέ, ὅτι τὸ πρᾶγμα τοῦτο μικρὸν ἐστίν, ἵνα τὶς ἐκ τῶν αἴτιων τῶν παθῶν μακρὰν ἀπέχῃ πάντοτε.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΖ’ - Περὶ τῆς κινήσεως τοῦ σώματος
Προηγούμενο: ΛΟΓΟΣ ΚΣΤ’ - Περὶ τῆς ἀδιαλείπτου νηστείας καὶ τοῦ συνάξαι ἑαυτὸν ἐν ἑνὶ τόπῳ καὶ τὶ τὰ ἐκ τούτου γενόμενα καὶ ὅτι ἐν γνώσει διακρίσεων ἐδιδάχθη τὴν ἀκρίβειαν τῆς χρήσεως τῶν τοιούτων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος