Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΗ’ - Περὶ ἀγρυπνίας τῶν νυκτῶν καὶ περὶ διαφόρων τρόπων τῆς ἐργασίας αὐτῆς
Προηγούμενο: Περὶ τῆς σιωπῆς καὶ τῆς ἡσυχίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΖ’ - Περὶ τῆς κινήσεως τοῦ σώματος

Ἡ κίνησις τῶν κάτω μελῶν τοῦ σώματος, ἡ ἐκτὸς λογισμῶν ὀξύτερων γινομένη τῆς ἄτοπου ἡδονῆς, ἥτις κινεῖται μετὰ πυρώσεως καὶ ἕλκει τὴν ψυχὴν εἰς ταλαιπωρίαν ἀπροαιρέτως, ἀδιστάκτως ἐκ τῆς πλησμονῆς τῆς γαστρὸς ἐστίν. Εἰ δὲ γε ἴσως ἡ μὲν γαστὴρ εὐτακτεῖ ἐν τῇ διαίτῃ, τὰ δὲ μέλη ἀπροαιρέτως εἴτε κἂν ὁπωσοῦν κινοῦνται, γνῶθι ὅτι ἐν τῷ σώματι βρύει τὸ πάθος καὶ ὅπλον ἰσχυρὸν καὶ ἀκαταμάχητον λογίζου εἶναι ἐν τῷ ἀγῶνι τούτῳ τὸ ἀπέχεσθαι ἐκ τῆς θέας τῶν γυναικῶν. Διότι ὁ ἐνάντιος οὐ δύναται ἐνεργῆσαι ἐν ἡμῖν ἅπερ ἡ φύσις δύναται πρᾶξαι ἐν τῇ δυνάμει αὐτῆς. Μὴ γὰρ νομίσῃς, ὅτι ἢ φύσις ἐπιλανθάνεται τῶν ἐν αὐτῇ φυσικῶς ἐνσπαρέντων ἐκ τοῦ Θεοῦ πρὸς τεκνογονίαν καὶ δοκιμασίαν τῶν ἐν τῷ ἀγῶνι, ἀλλ’ ἡ ἀποχὴ τῶν πραγμάτων νεκροὶ τὴν ἐπιθυμίαν ἐν τοῖς μέλεσι καὶ λήθην καὶ ἀπώλειαν ἐμποιεῖ αὐτοῖς.

Ἄλλοι εἴσιν οἱ λογισμοὶ τῶν μακρὰν ἀπεχόντων πραγμάτων καὶ ἁπλῶς παρερχομένων ἐν τῇ διανοίᾳ καὶ κίνησιν μικρὰν καὶ ἀμυδρὰν ἐμποιούντων ἀφ’ ἑαυτῶν, ἄλλοι δὲ εἰσὶν οἱ λογισμοὶ οἱ ἐν ὁράσει τῆς ὕλης βυθίζοντες τὴν διάνοιαν ἀληθαργήτως καὶ ἐκ τοῦ πλησιασμοῦ κινοῦντες τὰ πάθη καὶ τρέφοντες τὸν ἄνθρωπον, ὡς τὸ ἔλαιον τρέφει τὴν ἔξαψιν τοῦ λύχνου καὶ τὸ πάθος τὸ ἤδη νεκρωθὲν καὶ σβεσθὲν ἐξάπτοντες καὶ ταράσσοντες τὸ πέλαγος τοῦ σώματος διὰ τῆς κινήσεως τοῦ πλοίου τῆς διανοίας.

Αὕτη δὲ ἡ κίνησις ἡ φυσική, ἡ ἐν ἡμῖν κατοικοῦσα διὰ τὴν προαίρεσιν ταράξαι ἐκ τῆς καθαρότητος καὶ ὀχλῆσαι τὴν σωφροσύνην οὐ δύναται. Οὐ γὰρ δέδωκεν ὁ Θεὸς δύναμιν τῇ φύσει νικῆσαι τὴν προαίρεσιν τὴν πρὸς αὐτόν, τὴν καλήν, ἀλλ’ ὅταν τὶς κινηθῇ ἡ ἐκ τοῦ θυμοῦ ἢ ἐκ τῆς ἐπιθυμίας, οὒχ ἡ φυσικὴ δύναμις αὐτὸν ἐξελθεῖν ἐκ τοῦ ὅρου τῆς φύσεως καὶ γενέσθαι ἔξωθεν ἐκ τῶν ὀφειλομένων βιάζεται, ἀλλ’ ἡ προσθήκῃ ἦν ποιοῦμεν ἐπὶ τῇ φύσει διὰ τῶν ἀφορμῶν τοῦ θελήματος. Ὁ γὰρ Θεὸς πάντα ὅσα ἐποίησε, καλῶς καὶ ἐμμέτρως ἐποίησε, καὶ ὅσον τὸ μέτρον τῆς ἀναλογίας τῶν φυσικῶν ὀρθῶς ἐν ἡμῖν φυλάττεται, τοσοῦτον αἳ φυσικαὶ κινήσεις οὐ δύνανται βιάσασθαι ἡμᾶς ἐκ τῆς ὁδοῦ ἐξελθεῖν, ἀλλὰ μόνον ἐν εὐτάκτοις κινήσεσι κινεῖται τὸ σῶμα, ὥστε εἰδέναι μόνον, ὅτι ἐστὶν ἐν ἡμῖν τὸ πάθος τὸ φυσικόν, καὶ οὐκ εἰς τὸ γαργαλίσαι καὶ ὀχλῆσαι, ὥστε ἐμποδίσαι τὸν δρόμον τῆς σωφροσύνης, οὔτε πάλιν τὸ σκοτῶσαι τὸν νοῦν ἀπὸ θυμοῦ καὶ ἐκ τῆς εἰρήνης εἰς ὀργὴν κινῆσαι. Ἐὰν δὲ ἡμεῖς συναπαχθῶμεν ποτὲ τοῖς αἰσθητοῖς (δι’ ὧν τίνων καὶ ὁ θυμὸς παρὰ φύσιν εἴωθε λαβεῖν ὁρμήν), ἢ ἐν βρώσει ἢ ἐν πόσει ἐν ὑπερβαλλούσῃ ποσότητι ἢ ἐν πλησιασμῷ γυναικῶν καὶ θεωρία τούτων σχολάσαι ἢ ἐν ταῖς ὁμιλίαις ταῖς περὶ αὐτῶν, ἐξ ὧν φλὸξ ἐπιθυμίας ἀναφλέγεται καὶ σκιρτᾷ ἐν τῷ σώματι, ἐντεῦθεν τὴν πραότητα τὴν φυσικὴν εἰς ἀγριότητα μεταβάλλομεν, ἢ διὰ τὸ πλῆθος τοῦ χυμοῦ, ἢ διὰ τὰς διαφόρους ὁράσεις τῶν πραγμάτων.

Ἐστὶ δὲ ποτὲ ἡ κίνησις τούτων καὶ ἐκ παραχωρήσεως, τῆς διὰ τὴν οἴησιν ἡμῶν γινομένης. Καὶ αὐτὴ οὐκ ἔστιν ὡς ἐκείνῃ. Ἐκείνους γὰρ τοὺς πολέμους τῆς ἐλευθερίας καλοῦμεν, οἵτινες ἐστὶν ὁδὸς τῆς κοινῆς φύσεως, τὸν δὲ πόλεμον τὸν ἐκ παραχωρήσεως, τὸν ἐξ αἰτίας τῆς οἰήσεως ἡμῶν γινόμενον, γινώσκομεν, ὅτε ἐν προσοχῇ καὶ κόποις ἐν πλείονι χρόνῳ γενώμεθα καὶ οἰόμεθα τὶ κατωρθωκέναι, παραχωρούμεθα πολεμηθῆναι, ἵνα μάθωμεν τὴν ταπείνωσιν. Οἱ δὲ λοιποί, οἱ ἄνευ τῆς αἴτιας ταύτης γινόμενοι ἡμῖν ὑπὲρ τὴν δύναμιν, ἐκ τῆς ῥᾳθυμίας ἡμῶν γίνονται. Διότι ἡ φύσις, ὅταν τίνα προσθήκην τῶν αἰσθητῶν διὰ τῆς γαστριμαργίας δέξηται, οὐ πείθεται λοιπὸν φυλάξαι τὴν τάξιν, τὴν ἐκ τῆς διαπλάσεως αὐτῆς. Ὁ γὰρ τὰς θλίψεις καὶ τὸ ἀπρόϊτον ἀποβαλὼν ἑκουσίως, τὰς ἁμαρτίας ἀγαπᾶν βιάζεται. "Ανευ γὰρ τούτων χωρισθῆναι ἐκ τῶν κολακευμάτων τοῦ φρονήματος οὐ δυνάμεθα. Ὅσον γὰρ οἱ πόνοι πληθύνονται, οὗτοι έλαττουνται, ἐπειδὴ αἱ θλίψεις καὶ οἱ κίνδυνοι ἀποκτείνουσι τὴν ἡδυπάθειαν τῶν παθῶν, ἡ δὲ ἀνάπαυσις τρέφει καὶ αὔξει αὐτά.

Λοιπὸν σαφῶς ἐγνώσθη, ὅτι ὁ Θεὸς καὶ οἱ ἄγγελοι αὐτοῦ ἐν ἀνάγκαις χαίρουσιν, ὁ δὲ διάβολος καὶ οἱ ἐργάται αὐτοῦ ἐν ἀναπαύσει. Εἰ δὲ ἐν θλίψεσι καὶ στενοχωρίαις τελειοῦνται αἱ ἐντολαὶ τοῦ Θεοῦ, ἡμεῖς δὲ ταύτας ἐξουδενώσαμεν, λοιπὸν αὐτοῦ τοῦ ἐντειλαμένου τῶν ἐντολῶν καταφρονεῖν μηχανώμεθα. Διὰ τὰ πάθη ἅπερ γεννῶνται ἐκ τῆς ἀναπαύσεως ἡμῶν καταργοῦμεν τὴν αἰτίαν τῆς ἀρετῆς, ἤγουν τὴν στένωσιν καὶ τὴν θλῖψιν, καὶ κατὰ τὸ μέτρον τῆς ἀναπαύσεως τῆς προσαγομένης ἡμῖν, κατὰ τοσοῦτον τόπον ποιοῦμεν τοῖς πάθεσιν ἐν ἡμῖν. Διότι ἐν σώματι στενοχωρουμένῳ οὐ δύνανται οἱ λογισμοὶ μετεωρηθῆναι εἰς τὰ μάταια.

Ὅταν δὲ τὶς ἐν χαρᾷ ὑπομένῃ τοὺς κόπους καὶ τὰς θλίψεις, καὶ τοὺς λογισμοὺς κραταιῶς χαλινῶσαι δύναται. Διότι αὐτοὶ οἱ λογισμοὶ ἀργοῦσιν ἐν κόποις. Ὅταν δὲ ὁ ἄνθρωπος μνημόνευση τῶν πρώτων αὐτοῦ ἁμαρτιῶν καὶ κόλαση ἑαυτόν, τότε καὶ ὁ Θεὸς φροντίδα ποιεῖται τοῦ ἀναπαῦσαι αὐτόν. Διότι χαίρει ὁ Θεός, ὅτι αὐτὸς ἑαυτῷ τὸ ἐπιτίμιον δέδωκε διὰ τὴν παράβασιν τῆς ὁδοῦ τοῦ Θεοῦ, ὅπερ σημεῖον ἐστὶ τῆς μετανοίας. Καὶ ὅσον αὐτὸς πολλὰ βιάσεται τὴν ψυχὴν αὐτοῦ, τοσοῦτον πληθύνεται ἐκ τοῦ Θεοῦ ἡ τιμὴ αὐτοῦ. Πᾶσα δὲ χαρά, ἥτις οὐκ ἔχει ἐξ ἀρετῆς τὴν αἰτίαν, ἡ τοιαύτη παραυτίκα κινήσεις ἐπιθυμιῶν ἐν τῷ εὑρηκότι αὐτὴν διεγείρει. Σύνες δὲ τοῦτο, ὅτι ἐπὶ πᾶσαν ἐπιθυμίαν ἐμπαθῆ, οὐκ ἐπὶ τὴν φυσικὴν τοῦτο εἰρήκαμεν.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΗ’ - Περὶ ἀγρυπνίας τῶν νυκτῶν καὶ περὶ διαφόρων τρόπων τῆς ἐργασίας αὐτῆς
Προηγούμενο: Περὶ τῆς σιωπῆς καὶ τῆς ἡσυχίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος