Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Εὐχὴ
Προηγούμενο: ΛΟΓΟΣ ΚΖ’ - Περὶ τῆς κινήσεως τοῦ σώματος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΗ’ - Περὶ ἀγρυπνίας τῶν νυκτῶν καὶ περὶ διαφόρων τρόπων τῆς ἐργασίας αὐτῆς

Ὅταν θέλησης στῆναι ἐν τῇ λειτουργίᾳ τῆς ἀγρυπνίας σου συνεργοῦντος σοι τοῦ Θεοῦ, ποίησον ὡς λέγω σοι. Κλῖνον σου τὰ γόνατα κατὰ τὸ ἔθος καὶ ἀνάστα, καὶ μὴ εὐθέως ἄρξῃ τῆς λειτουργίας σου, ἀλλ’ ὅταν προσεύξῃ πρῶτον καὶ τελείωσης αὐτὴν καὶ σφράγισης τὴν καρδίαν σου καὶ τὰ μέλη σου ἐν τῷ ζωοποιῶ τύπῳ τοῦ σταυροῦ, στῆθι ὡς ἐν ῥοπῇ ὥρας σιωπῶν, ἕως ἂν ἀναπαυθῶσιν αἱ αἰσθήσεις σου καὶ οἱ λογισμοὶ σοῦ γαληνιάσωσι, καὶ μετὰ τοῦτο ὕψωσον τὴν θεωρίαν σου τὴν ἐσωτέραν πρὸς Κύριον καὶ πεῖσον αὐτὸν ἐν λύπη ἐνισχῦσαι τὴν ἀσθένειάν σου καὶ γενέσθαι τὴν στιχολογίαν σου καὶ τὰς ἐννοίας τῆς καρδίας σοῦ εὐαρέστους τῷ θελήματι αὐτοῦ τῷ ἁγίῳ. Καὶ εἰπὲ ἡσύχως ἐν τῇ εὐχῇ τῆς καρδίας σοῦ οὕτω.



Ἑπόμενο: Εὐχὴ
Προηγούμενο: ΛΟΓΟΣ ΚΖ’ - Περὶ τῆς κινήσεως τοῦ σώματος
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος