Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΘ’ - Περὶ τῶν ὁδῶν τῶν πλησιάζειν τῷ Θεῷ ποιουσῶν καὶ φανερουμένων τῷ ἀνθρώπῳ ἐκ τῶν ἡδέων ἔργων τῆς νυκτερινῆς ἀγρυπνίας. Καὶ ὅτι οἱ ἐν τῇ διαγωγῇ ταύτῃ ἐργαζόμενοι μέλι τρέφονται πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν
Προηγούμενο: ΛΟΓΟΣ ΚΗ’ - Περὶ ἀγρυπνίας τῶν νυκτῶν καὶ περὶ διαφόρων τρόπων τῆς ἐργασίας αὐτῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Εὐχὴ

Κύριε Ἰησοῦ ὁ Θεὸς μου, ὁ ἐπισκεπτόμενος τὴν κτίσιν σου, ᾧ δῆλα τὰ πάθη μου καὶ ἡ ἀσθένεια τῆς φύσεως ἡμῶν καὶ ἡ ἰσχὺς του ἀντιπάλου ἡμῶν, σὺ αὐτὸς σκέπασόν με ἐκ τῆς κακίας αὐτοῦ. Διότι ἡ δύναμις αὐτοῦ κραταιᾷ καὶ ἡ φύσις ἡμῶν ταλαίπωρος καὶ ἡ δύναμις ἡμῶν ἀσθενής. Σὺ οὖν, ἀγαθέ, ὁ ἐπιστάμενος τὴν ἀσθένειαν ἡμῶν, ὃ καὶ βαστάζων τὴν δυσκολίαν τῆς ἀδυναμίας ἡμῶν, φύλαξον με ἐκ τῆς ταραχῆς τῶν λογισμῶν καὶ τοῦ κατακλυσμοῦ τῶν παθῶν, καὶ ἄξιον ποίησον με ταύτης τῆς λειτουργίας τῆς ἁγίας, μήπως ἐν τοῖς πάθεσί μου φθείρω τὴν γλυκύτητα αὐτῆς καὶ εὑρεθῶ ἀναιδὴς ἐνώπιον σοῦ καὶ τολμηρός.

Δεῖ δὲ ἡμᾶς ἐν πάσῃ ἐλευθερίᾳ πορεύεσθαι ἐν τῇ λειτουργίᾳ ἡμῶν, ἔξωθεν πάσης διανοίας νηπιώδους τεταραγμένης. Ἐὰν δὲ ἴδωμεν, ὅτι ὥρᾳ οὐκ ἐστὶ πολλῇ καὶ ὀρθρίζωμεν πρὸ τοῦ τελειῶσαι ἡμᾶς, ἐάσωμεν ἑκουσίως ἐν γνώσει δόξαν μίαν ἢ καὶ δύο ἐκ τοῦ ἔθους, ἵνα μὴ γένηται τόπος τῇ ταραχῇ, ἀφανίσαι τὴν γεῦσιν τῆς λειτουργίας ἡμῶν καὶ θολώσωμεν τοὺς ψαλμοὺς τῆς πρώτης ὥρας.

Ἐάν, ἡνίκα λειτουργεῖς, προσλαλήση σοι καὶ ψιθυρίσῃ ὁ λογισμὸς λέγων σοι, «Τάχυνον ὀλίγον καὶ πληθύνεσθαι τὸ ἔργον, καὶ ἐκλυτρώσῃ ταχέως», μὴ κανονίσης σεαυτὸν ἐὰν δὲ σφοδροτέρως ὀχλῇ ἐν τούτῳ, στράφηθι εὐθέως εἰς τὰ ὀπίσω δόξαν μίαν ἢ ὅσον ἐθέλεις, καὶ ἕκαστον στίχον βαστάζοντα τὸν τρόπον τῆς εὐχῆς μετὰ κατανοήσεως στιχολόγησον αὐτὸν πολλὰς βολὰς καὶ ἐὰν πάλιν ταράξῃ σε ἢ σφίγξῃ κατὰ σου, ἄφες τὴν στιχολογίαν καὶ θοῦ τὸ γόνυ εἰς προσευχὴν καὶ εἰπὲ «Ἐγὼ οὐ ῥήματα θέλω μετρῆσαι, ἀλλὰ τὰς μονὰς καταφθάσαι. Ἐν πάσῃ γὰρ τρίβῳ μου, ἢ ὁδηγήσεις με ταχέως ἐγὼ ἐν αὐτῇ πορεύσομαι». Ἐκεῖνος ὁ λαὸς ὁ χωνεύσας τὸν μόσχον ἐν τῇ ἐρήμῳ, τεσσαράκοντα ἔτη ἐπορεύθησαν αὐτὴν διερχόμενοι, ἀνερχόμενοι καὶ κατερχόμενοι τὰ ὄρη καὶ τοὺς βουνούς, καὶ τὴν γῆν τῆς ἐπαγγελίας οὐδὲ μακρόθεν ἐθεάσαντο.

Ἐὰν δὲ ὅταν ἀγρυπνῇς, ἡ στάσις νικήσῃ σε ἐκ τοῦ μήκους τῆς ἐκτάσεως καὶ ἀσθενήσῃς ἐκ τῆς ἀτονίας καὶ εἴπῃ σοι ὁ λογισμός, μᾶλλον δὲ ὁ κακομήχανος προσλαλήση τῷ λογισμῷ, καθὼς καὶ τῷ ὄφει «Τελείωσον, ἐπεὶ οὐ δύνασαι στῆναι», εἰπὲ αὐτῷ, «Ούχ οὕτως, ἀλλὰ καθίσαιμι κάθισμα ἓν (καὶ αὐτὸ κρεῖττον τοῦ ὕπνου)». Καὶ ἐὰν ἡ γλῶσσα μου σιωπὰ καὶ οὐ λέγῃ ψαλμόν, ἡ διάνοια μου δὲ ἀδολεσχῇ μετὰ τοῦ Θεοῦ ἐν τῇ εὐχῇ καὶ τῇ ὁμιλίᾳ τῇ μέτ’ αὐτοῦ, ἡ ἐγρήγορσις ἐκ παντὸς τοῦ ὕπνου ὠφελιμωτέρα ἐστίν.

Οὐχὶ ἡ στάσις δὲ ὅλη ἡ ἀγρυπνία ἐστίν, οὐδὲ πάλιν ἡ στιχολογίᾳ τῶν ψαλμῶν μόνων, ἀλλ’ ἔστιν:

α’, ὁ ἐν ψαλμοῖς ἐκφέρων ὅλην τὴν νύκτα

β’, καὶ ἐστὶν ὁ ἐν μετανοίᾳ καὶ εὐχαῖς κατανύξεως καὶ κατακλίσεσιν ἐπὶ τῆς γῆς

γ’, καὶ ἐστὶν ὁ ἐν κλαυθμῷ καὶ δάκρυσι καὶ θρήνοις ἐπὶ τοῖς ἑαυτοῦ παραπτώμασιν. Ἐῤῥέθη περὶ τίνος τῶν πρώτων ἡμῶν, ὅτι τεσσαράκοντα ἔτη εἰς λόγος ἦν ἡ εὐχὴ αὐτοῦ, «Ἐγὼ ὡς ἄνθρωπος ἥμαρτον, σὺ δὲ ὡς Θεὸς συγχώρησον». Καὶ ἤκουον αὐτοῦ οἳ πατέρες μελετῶντος τὸν στίχον ἐν λύπῃ ὅτι ἔκλαιε καὶ οὒχ ἡσύχαζε καὶ ἀντὶ τῆς λειτουργίας ἦν αὐτῷ αὐτῇ ἡ εὐχὴ μόνη νυκτὸς καὶ ἡμέρας

δ’ καὶ ἔστιν ὁ ὀλίγα ἑσπέρας στιχολογῶν, τὸ δὲ ὑπόλοιπον τῆς νυκτὸς διατριβῶν εἰς τροπάρια

ε’, καὶ ἔστιν ὁ εἰς δοξολογίαν καὶ ἀνάγνωσιν

στ’, καὶ ἐστὶ πάλιν ὁ τιθεὶς ἑαυτῷ ὅρον μὴ κλῖναι γόνυ κατ’ ἐκεῖνον τὸν καιρόν, μεθ’ οὐ ἐπολέμει ὁ λογισμὸς τῆς πορνείας.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΘ’ - Περὶ τῶν ὁδῶν τῶν πλησιάζειν τῷ Θεῷ ποιουσῶν καὶ φανερουμένων τῷ ἀνθρώπῳ ἐκ τῶν ἡδέων ἔργων τῆς νυκτερινῆς ἀγρυπνίας. Καὶ ὅτι οἱ ἐν τῇ διαγωγῇ ταύτῃ ἐργαζόμενοι μέλι τρέφονται πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν
Προηγούμενο: ΛΟΓΟΣ ΚΗ’ - Περὶ ἀγρυπνίας τῶν νυκτῶν καὶ περὶ διαφόρων τρόπων τῆς ἐργασίας αὐτῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος