Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Λ’ - Περὶ Εὐχαριστίας Θεοῦ ἐν ᾧ καὶ κατηχήσεις κεφαλαιώδεις
Προηγούμενο: Εὐχὴ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΚΘ’ - Περὶ τῶν ὁδῶν τῶν πλησιάζειν τῷ Θεῷ ποιουσῶν καὶ φανερουμένων τῷ ἀνθρώπῳ ἐκ τῶν ἡδέων ἔργων τῆς νυκτερινῆς ἀγρυπνίας. Καὶ ὅτι οἱ ἐν τῇ διαγωγῇ ταύτῃ ἐργαζόμενοι μέλι τρέφονται πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν

Μὴ νομίσῃς, ᾧ ἄνθρωπε, ὅτι ἐν πάσῃ τῇ ἐργασίᾳ τῶν μοναχῶν ἔστι τις διαγωγὴ μείζων τῆς ἀγρυπνίας τῆς νυκτός. Ἀληθῶς, ἀδελφέ, καὶ μεῖζον ἐστὶ καὶ ἀναγκαιότατον τῷ ἐγκρατεῖ. Ἐὰν μὴ γένηται τῷ ἀσκητῇ σκορπισμὸς καὶ ταραχὴ ἐν τοῖς σωματικοῖς πράγμασι καὶ ἐν τῇ μερίμνῃ τῶν παρερχομένων, ἀλλὰ παρατηρήσηται ἑαυτὸν ἀπὸ τοῦ κόσμου καὶ φύλαξη ἑαυτὸν μετὰ ἀγρυπνίας, τούτου ὡς διὰ πτερύγων πέταται ἡ διάνοια ἐν βραχεῖ καιρῷ καὶ ὑψωθήσεται πρὸς τὴν τερπνότητα τοῦ Θεοῦ καὶ τὴν δόξαν αὐτοῦ ταχέως καταντήσει, καὶ ἐν τῇ γνώσει τῇ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν νήχετο διὰ τῆς ἐλαφρότητος καὶ κουφότητος αὐτῆς.

Μοναχὸν διαμένοντα ἐν τῇ ἀγρυπνίᾳ μετὰ διακρίσεως νοός, τοῦτον μὴ ἴδῃς ὡς σαρκοφόρον τάξεως γὰρ ἀγγελικῆς ὡς ἀληθῶς τοῦτο τὸ ἔργον. Ἀδύνατον γὰρ τοὺς ἐν τῇ διαγωγῇ ταύτῃ διαπαντὸς πολιτευόμενους ἄνευ χαρισμάτων μεγάλων παρὰ Θεοῦ ἀφεθῆναι διὰ τὴν νῆψιν αὐτῶν καὶ ἐγρήγορσιν τῆς καρδίας, καὶ διὰ τὴν ἐμμέριμνον διαγωγὴν τῶν λογισμῶν αὐτῶν πρὸς αὐτόν. Ψυχὴ ἡ ἐν τῇ διαγωγὴ ταύτης τῆς ἀγρυπνίας κοπιῶσα καὶ διαπρέπουσα ὀφθαλμοὺς χερουβικοὺς ἕξει, τοῦ διαπαντὸς ἀτενίζειν καὶ κατοπτεύειν τὴν ἐπουράνιον θεωρίαν.

Ἐγὼ μὲν οἶμαι ἀδύνατον εἶναι, τὸν μετὰ γνώσεως καὶ διακρίσεως ἐκλεξάμενον ἑαυτῷ τοῦτον τὸν κόπον τὸν μέγαν καὶ θεῖον καὶ τὸ βάρος τοῦτο προειρησάμενον βαστάσαι, μὴ ἀγωνίσασθαι ἐν τούτῳ τῷ δεδοξασμένῳ μέρει, ᾧ ἐξελέξατο, καὶ ἐν ἡμέρᾳ διαφυλάξαι ἑαυτὸν ἀπὸ τῆς ταραχῆς τῶν συντυχιῶν καὶ τῆς τῶν ἔργων μερίμνης, ἵνα μὴ κενὸς γένηται ἀπὸ τῆς ἐπικαρπίας τῆς θαυμαστῆς καὶ τῆς μεγάλης τρυφῆς, τῆς προσδοκώμενης τρυγηθῆναι ἐξ αὐτῆς. Ὁ μέντοι ἀμελῶν τούτου, θαῤῥῶ λέγειν, ὅτι ἀγονεῖ τίνος χάριν κοπιᾷ καὶ τοῦ ὕπνου ἀπέχεται, καὶ ἐν τῇ στιχολογίᾳ τῇ πολλῇ καὶ τῷ μόχθῳ τῆς γλώττης καὶ τῇ ὀλονυκτίω στάσει κακοπαθεῖ, μὴ ἔχων τὸν νοῦν αὐτοῦ ἐν τῇ ψαλμῳδία αὐτοῦ καὶ τῇ προσευχῇ, ἀλλ’ ὡς ἀπὸ συνήθειας ἀγόμενος κοπιᾷ ἀδιακρίτως. Καὶ εἰ μὴ ταῦτα οὕτως ἐστίν, ὡς ἔφην, πῶς ἂν ἐστέρηται τοῦ θερίζειν ἀπὸ τοῦ διηνεκοῦς σπέρματος αὐτοῦ, τοῦ ἐν τῷ κόπῳ, τὰς μεγίστας εὐεργεσίας καὶ ἐπικαρπίας; Εἰ γὰρ ἀντὶ τούτων τῶν φροντίδων ἐξησχόλει ἑαυτὸν εἰς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν, τὴν ἐνδυναμοῦσαν τὸν νοῦν, καὶ μάλιστα οὖσαν ἀρδείαν τῆς προσευχῆς καὶ βοηθοῦσαν εἰς τὴν ἀγρυπνίαν, καὶ ταύτης μὲν ὁμόζυγον, φῶς δὲ τῆς διανοίας ὑπάρχουσαν, εὗρεν ἂν αὐτὴν ὁδηγὸν εἰς τὴν εὐθεῖαν τρίβον καὶ σπερματικὴν τῆς ὕλης τῆς θεωρίας ἐν τῇ προσευχῇ, τὴν δεσμεύουσαν τὰς ἐνθυμήσεις ἀπὸ τοῦ μετεωρισμοῦ, τοῦ μὴ ῥέμβεσθαι καὶ νέμεσθαι ἐν τοῖς ματαίοις καὶ σπείρουσαν τὴν μνήμην τοῦ Θεοῦ ἐν τῇ ψυχῇ ἀδιαλείπτως καὶ τὰς ὁδοὺς τῶν ἅγιων τῶν εὐαρεστησάντων αὐτῷ, τὴν ἐμποιοῦσαν τὸν νοῦν κτήσασθαι λεπτότητα καὶ σοφίαν, εὗρεν ἂν πέπειρον τὸν καρπὸν τῶν τοιούτων ἐργασιῶν.

Τίνος οὖν ἕνεκεν, ᾧ ἄνθρωπε, οὕτως ἀδιακρίτως διοικεῖς τὰ κατὰ σεαυτόν; Ὅτι νυκτὸς μὲν παννύχιον στάσιν ἐπιτελεῖς καὶ καταπονεῖς σευατόν ἐν ταῖς ψαλμωδίαις καὶ ὑμνῳδίαις καὶ δεήσεσι, βαρὺ δὲ σοι καὶ οὐ μικρὸν φαίνεται, διὰ βραχυτάτης ἐπιμελείας τῆς ἡμέρας καταξιωθῆναι τῆς χάριτος τοῦ Θεοῦ, χάριν τῆς σῆς κακοπαθείας ἐν τοῖς ἑτέροις. Τίνος χάριν καταπονεῖς σεαυτὸν καὶ νυκτὸς μὲν σπείρεις, ἡμέρας δὲ πετάζεις τὸν κόπον σου, καὶ εὑρίσκῃ ἄκαρπος καὶ σκορπίζεις τὴν ἐγρήγορσιν καὶ νῆψιν καὶ θέρμην, ἦν ἐκτήσω, καὶ ἀπολύεις τὸν κόπον σοῦ μάτην ἐν ταῖς ταραχώδεσιν ὁμιλίαις τῶν ἀνθρώπων καὶ τῶν πραγμάτων, ἄνευ τινὸς εὐλόγου προφάσεως; Εἰ γὰρ τῇ νυκτερινῇ μελέτῃ ἀκόλουθον ἐποίεις τὴν ἡμερινὴν γεωργίαν καὶ τὴν θέρμην τῆς καρδιακῆς ὁμιλίας, καὶ μὴ διάστασιν ἐν τῷ μέσῳ ἐτίθεις, ἐν ὀλίγῳ καιρῷ συμπλακῆναι τῷ στηθεῖ τοῦ Ἰησοῦ εἶχες. Άλλ’ ἐντεῦθεν φανερὸν ἐστίν, ὅτι ἀδιακρίτως πολιτεύῃ καὶ οὐκ οἶδας τίνος χάριν χρὴ τοὺς μοναχοὺς ἐγρηγορέναι.

Σὺ μὲν νομίζεις, ὅτι χάριν τοῦ κοπιᾷν σε καὶ μόνον τέθεινται ταῦτα καὶ οὐ δι ἕτερον τὶ τικτόμενον ἐκ τούτων, ὁ δὲ καταξιωθεὶς ὑπὸ τῆς χάριτος μαθεῖν, χάριν ποίας ἐλπίδος ἀνθίστανται οἱ ἀγωνισταὶ τῷ ὕπνῳ καὶ ἐκβιάζονται τὴν φύσιν καὶ διὰ τῆς ἐγρηγόρσεως τῶν σωμάτων αὐτῶν καὶ τῶν ἐνθυμήσεων προσφέρουσι τὰς ἐντεύξεις αὐτῶν καθ’ ἑκάστην νύκτα, ἐκεῖνος ἐπίσταται τὴν δύναμιν, τὴν γινομένην ἀπὸ τῆς ἡμερινὴς φυλακῆς καὶ ὁποίαν βοήθειαν δίδωσι τῷ νῷ ἐν τῇ ἡσυχίᾳ τῆς νυκτὸς καὶ ποίαν ἐξουσίαν κατὰ τῶν λογισμῶν λαμβάνει καὶ ποίαν καθαρότητα καὶ σύννοιαν, καὶ πῶς ὁ ἐσμὸς τῶν ἀρετῶν ἀβιάστως καὶ ἀμάχως αὐτῷ χαρίζεται καὶ μετὰ ἐλευθερίας ποιεῖ ἐννοῆσαι τὴν εὐγένειαν τῶν λογισμῶν.

Ἐγὼ δὲ λέγω, ὅτι, ἐὰν τὸ σῶμα ἀτόνηση διὰ τὴν ἀσθένειαν αὐτοῦ καὶ μὴ δυνηθῇ νηστεῦσαι, δύναται καὶ μόνῃ τῇ ἀγρυπνίᾳ κτήσασθαι ὁ νοῦς τὴν κατάστασιν τῆς ψυχῆς καὶ δοῦναι τῇ καρδίᾳ νόησιν, τοῦ καταμαθεῖν τὴν δύναμιν τὴν πνευματικήν, μόνον ἐὰν μὴ γένηται αὐτῷ ἀφανισμὸς ἐκ τοῦ πλατυσμοῦ τῶν ἡμερινῶν αἰτιῶν.

Διὸ παρακαλῶ σὲ τὸν ἐφιέμενον κτήσασθαι νοῦν νηφάλιον πρὸς τὸν Θεὸν καὶ ἐπίγνωσιν τῆς καινῆς ζωῆς, ἐν πάσῃ τῇ ζωῇ σου μὴ ἀμελήσῃς τῆς ἀγρυπνίας τὴν πολιτείαν διότι ἐξ αὐτῆς ἀνοίγονται σου οἱ ὀφθαλμοὶ εἰς τὸ ἰδεῖν πᾶσαν τὴν δόξαν τῆς πολιτείας καὶ τὴν δύναμιν τῆς ὁδοῦ τῆς δικαιοσύνης.

Ἐὰν δὲ γένηται σοι πάλιν, ὅπερ μὴ γένοιτο, λογισμὸς χαυνότητος καὶ ἐμφωλεύσῃ σοι τυχὸν ἐκ πείρας τοῦ ἀντιλήπτορος σου, τοῦ συνήθως σε παραχωροῦντος ἀλλοιωθῆναι ἐν τοῖς τοιούτοις, εἴτε ἐν θερμότητι εἴτε ἐν ψυχρότητι, ἢ ἐξ αἰτίας τινὸς ἢ ἀσθενείας σώματος, ἢ διὰ τὸ μὴ δύνασθαι σε ὑπομεῖναι τὸν κόπον τῆς συνήθως παρὰ σοῦ γινομένης πολλῆς ψαλμῳδίας καὶ τῆς εὐτόνου εὐχῆς καὶ τῆς πολλῆς γονυκλισίας, ἃ εἴωθες ἀεὶ ἐκτελεῖν, παρακαλῶ σε ἐν ἀγάπῃ, ἐὰν καταληφθῇς ἐκ τούτων καὶ μὴ δυνηθῇς αὐτὰ διαπράξασθαι, κἂν καθήμενος γρηγόρησον καὶ ἐν τῇ καρδίᾳ πρόσευξαι καὶ μὴ ὕπνωσης, καὶ πάσῃ μηχανὴ διεξάγαγε τὴν νύκτα καθήμενος καὶ διαλογιζόμενος ἐννοίας ἀγαθάς. Καὶ μὴ σκλήρυνεις τὴν καρδίαν σου καὶ σκοτώσης αὐτὴν ἐν τῷ ὕπνῳ, καὶ πάλιν ἥξει σοι διὰ τῆς χάριτος ἡ πρώτη ἐκείνῃ θέρμη καὶ ἡ ἐλαφρότης καὶ ἡ δύναμις, καὶ σκιρτήσας χαρήσῃ εὐχάριστων τῷ Θεῷ.

Ἡ γὰρ ψυχρότης καὶ τὸ τοιοῦτον βάρος, πρὸς πεῖραν καὶ δοκιμὴν παραχωρεῖται τῷ ἀνθρώπῳ. Καὶ ἐὰν διεγείρῃ ἑαυτὸν μετὰ θερμότητος καὶ ἐκτίναξη αὐτὰ ἀφ’ ἑαυτοῦ μικρὸν ἀναγκασθείς, τηνικαῦτα πλησιάζει αὐτῷ ἡ χάρις, ὥσπερ ἦν, καὶ ἔρχεται αὐτῷ ἄλλη δύναμις, ἔχουσα πᾶν ἀγαθὸν ἐν ἑαυτῇ κεκρυμμένον καὶ τὰ εἴδη τῆς ἀντιλήψεως. Καὶ θαυμάσει ἐκπληττόμενος ὁ ἄνθρωπος, μνημονεύων τοῦ προτέρου βάρους καὶ τῆς ἐπελθούσης ἐλαφρότητος καὶ δυνάμεως, καὶ τὴν διαφορὰν καὶ ἐλαφρότητα ἐννοῶν, καὶ πῶς αἰφνιδίως τοιαύτην ἐδέξατο ἀλλοίωσιν. Καὶ ἔκτοτε σοφίζεται, ἵνα, ἐὰν ἐπέλθῃ αὐτῷ τοιοῦτον βάρος, γνωρίσει αὐτὸ ἐκ τῆς πρώτης αὐτοῦ πείρας. Ἐὰν γὰρ ἐν τῷ πρώτῳ καιρῷ μὴ ἀγωνίσηται ὁ ἄνθρωπος, ταύτην τὴν πεῖραν οὐ δύναται κτήσασθαι. Ὁρᾷς πόσον σοφίζεται ὁ ἄνθρωπος, ὅταν ἐξυπνίσῃ ἑαυτὸν μικρὸν και ὑπομείνῃ ἐν τῷ καιρῷ τοῦ πολέμου; Μόνον εἰμὴ ἡ φύσις τοῦ σώματος ἐξησθένησε, καὶ οὐκ ἐστὶ συμφέρον πολεμῆσαι τὴν φύσιν ἐν μέντοι τοῖς λοιποῖς καλὸν ἐστὶ τὸ ἀναγκάσαι τινὰ ἑαυτὸν ἐν πᾶσι τοῖς ὠφελοῦσιν αὐτόν.

Ἡ διηνεκὴς γοῦν ἡσυχία ἡ μετὰ ἀναγνώσεως καὶ ἡ σύμμετρος τῶν βρωμάτων μετάληψις καὶ ἡ ἀγρυπνία ταχέως τὴν διάνοιαν ἐξυπνίζουσιν εἰς ἔκπληξιν τῶν πραγμάτων, ἐὰν μὴ γένηταί τις αἰτία λύουσα τὴν ἡσυχίαν. Αἱ ἔννοιαι αἱ κινούμεναι τοῖς ἡσυχάζουσιν αὐτομάτως χωρὶς σκέψεως ποιοῦσιν ἀμφοτέρους τοὺς ὀφθαλμοὺς δίκην κολυμβήθρας βαπτισμοῦ ἐν τοῖς χεομένοις δάκρυσι καὶ τὰς παρειᾶς βάπτουσι τῷ πλήθει ἑαυτῶν.

Ὅταν δι’ ἐγκράτειας δαμασθῇ σου τὸ σῶμα καὶ ἀγρυπνίας καὶ τῇ προσοχῇ τῆς ἡσυχίας καὶ αἰσθάνῃ τοῦ σώματος σου τῇ ὀξύτητι τοῦ πάθους τῆς πορνείας ἔξωθεν τῆς φυσικῆς κινήσεως γινομένου, γίνωσκε ὅτι ἀπὸ λογισμῶν ὑπερηφανίας ἐπειράθης. Καὶ μῖξον τῇ τροφὴ σου σποδὸν καὶ προσκόλλησον τῇ γῇ τὴν σὴν γαστέρα καὶ ἐξερεύνησον τὶ ἐνενόησας καὶ μάθε τὴν ἀλλοίωσιν τῆς φύσεως σου καὶ τὰ παρὰ φύσιν σου ἔργα, καὶ ἴσως ἐλεήσει σε ὁ Θεὸς καὶ ἐξαποστείλει σοι φῶς τοῦ μαθεῖν ταπεινωθῆναι, ἵνα μὴ αὐξηθῇ ἡ κακία σου.

Μὴ οὖν παυσώμεθα ἀγωνιζόμενοι καὶ σπουδάζοντες, ἕως ἂν ἐν ἡμῖν μετάνοιαν ἴδωμεν καὶ εὕρωμεν τὴν ταπείνωσιν καὶ ἐπαναπαύσεται ἡ καρδία ἡμῶν ἐν τῷ Θεῷ.

ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Λ’ - Περὶ Εὐχαριστίας Θεοῦ ἐν ᾧ καὶ κατηχήσεις κεφαλαιώδεις
Προηγούμενο: Εὐχὴ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος