Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΑ’ - Περὶ διαφορᾶς τῆς ἐν ἡσυχίᾳ διακρίσεως καὶ περὶ τῆς τοῦ νοὸς ἐξουσίας καὶ μέχρι τινὸς ἔχει ταύτην τὴν ἐξουσίαν τοῦ κινῆσαι τὰς ἰδίας κινήσεις ἐν τῇ διαφορᾷ τῶν τῆς προσευχῆς σχημάτων. Καὶ τὶς ὁ τῇ φύσει δεδομένος ὄρος τῆς προσευχῆς καὶ τινὸς μέχρι ἐξουσιάζεις ἐν αὐτῇ προσεύχεσθαι καὶ ὃν διαβαινούσης ὅρον, μὴ εἶναι ταύτην προσευχήν, εἰ καὶ προσηγορίᾳ προσευχῆς λέγεται τὸ τελούμενον
Προηγούμενο: ΛΟΓΟΣ ΚΘ’ - Περὶ τῶν ὁδῶν τῶν πλησιάζειν τῷ Θεῷ ποιουσῶν καὶ φανερουμένων τῷ ἀνθρώπῳ ἐκ τῶν ἡδέων ἔργων τῆς νυκτερινῆς ἀγρυπνίας. Καὶ ὅτι οἱ ἐν τῇ διαγωγῇ ταύτῃ ἐργαζόμενοι μέλι τρέφονται πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Λ’ - Περὶ Εὐχαριστίας Θεοῦ ἐν ᾧ καὶ κατηχήσεις κεφαλαιώδεις

Ἡ εὐχαριστίᾳ τοῦ λαμβάνοντος ἐρεθίζει τὸν διδόντα τοῦ δοῦναι δωρήματα μείζονα τῶν προτέρων. Ὁ μὴ εὐχαριστῶν ἐπὶ τοῖς μικροτέροις, καὶ ἐπὶ τοῖς μείζοσι ψεύστης ἐστὶ καὶ ἄδικος.

Ὁ ἀσθενῶν καὶ γινώσκων τὴν ἀῤῥωστίαν αὐτοῦ, ζητεῖν ὀφείλει τὴν ἰατρείαν, ὁ δὲ ὁμολογῶν τὸν πόνον αὐτοῦ, ἐγγίζει τῇ θεραπείᾳ αὐτοῦ καὶ εὐκόλως εὑρήσει αὐτήν. Σκληρὰ καρδίᾳ πληθύνονται οἱ πόνοι αὐτῆς καὶ τοῦ ἀῤῥώστου τοῦ τῷ ἰατρῷ ἀντιτασσομένου ἡ κόλασις αὐτοῦ περισσεύεται.

Οὒκ ἔστιν ἁμαρτία ἀσυγχώρητος, εἰ μὴ ἡ ἀμετανόητος, οὐδὲ δώρημα διαμένει χωρὶς προσθήκης, εἰ μὴ τὸ στερούμενον εὐχαριστίας. Τοῦ ἄφρονος τὸ μέρος μικρὸν ἐστὶν ἐν ὀφθαλμοῖς αὐτοῦ.

Μνημόνευε ἀεὶ τῶν ὑπερεχόντων σου τῇ ἀρετῇ, τοῦ ἰδεῖν σεαυτὸν λειπόμενον τοῦ μέτρου αὐτῶν διαπαντός, καὶ γενοῦ κατανοῶν ἀεὶ τὰς ἰσχυροτέρας θλίψεις τῶν τεθλιμμένων καὶ κεκακωμένων, ὅπως τὴν προσήκουσαν εὐχαριστίαν ἀποδώσης ὑπὲρ τῶν μικρῶν καὶ εὐτελῶν τῶν παρὰ σοι εὑρισκομένων καὶ δυνηθῇς μετὰ χαρᾶς ὑπομεῖναι αὐτάς.

Ἐν τῷ καιρῷ τῆς σῆς ἥττης καὶ χαυνότητος καὶ ὀκνηρίας, δεδεμένος ὧν καὶ κατεχόμενος ὑπὸ τοῦ ἐχθροῦ ἐν ἐπιπονωτέρα ταλαιπωρία καὶ μοχθηρῷ ἔργῳ τῆς ἁμαρτίας, ἐννόησον ἐν τῇ καρδία σου τὸν πρότερον καιρὸν τῆς σπουδῆς σου καὶ πῶς ἦσθα φροντίζων ἕως καὶ τῶν λεπτότερων, καὶ τὸν ἀγῶνα ὃν ἐπεδείκνυες, καὶ πῶς ἐν ζήλῳ ἧς κινούμενος ἐξ ἐναντίας τῶν κωλῦσαι θελόντων τὴν ὁδοιπορίαν σου. Πρὸς τούτοις δὲ λογίζου καὶ τοὺς στεναγμούς, οὓς ὑπὲρ τῶν ἐλαττωμάτων ἐστέναζες τῶν προσγινομένων σοι ἐκ τῆς ἀμελείας σου καὶ πῶς ἐν πᾶσι τούτοις τὸν στέφανον τῆς νίκης ἐλάμβανες. Καὶ γὰρ ἐν ταῖς τοιαύταις καὶ τηλικαύταις μνήμαις ἐξυπνίζεται ἡ ψυχὴ σου ὡς ἀπὸ βάθους καὶ ἐνδύεται τὴν φλόγα τοῦ ζήλου, καὶ ὡς ἐκ νεκρῶν ἀνίσταται ἐκ τοῦ ποντισμού αὐτῆς καὶ ύψουται καὶ στρέφεται εἰς τὴν ἀρχαίαν τάξιν αὐτῆς, διὰ θερμοῦ ἀγῶνος ἐξ ἐναντίας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας.

Μνήσθητι τῆς πτώσεως τῶν δυνατῶν, καὶ ταπεινοῦσαι ἐν ταῖς ἀρεταῖς σοῦ. Μνημόνευε τῶν σκληρῶν παραπτωμάτων τῶν πάλαι παραπεσόντων καὶ μεταγνόντων, καὶ τοῦ ὕψους καὶ τῆς τιμῆς, ἧς μετὰ ταῦτα ἠξιώθησαν, καὶ λήψῃ θάρσος ἐν τῇ μετανοίᾳ σου.

Καταδίωξον σεαυτόν, καὶ καταδιωχθήσεται ὁ ἐχθρὸς σου ἀπὸ τῆς ἐγγύτητός σου. Εἰρήνευσον ἐν σεαυτῷ, καὶ εἰρηνεύσει σοι ὁ οὐρανὸς καὶ ἡ γῇ.

Σπούδασον εἰσελθεῖν εἰς τὸ ταμεῖον τὸ ἔνδοθέν σου, καὶ ὄψει τὸ ταμεῖον τὸ οὐράνιον ἐν γὰρ ἐστὶ τοῦτο κἀκεῖνο, καὶ ἐν μιᾷ εἰσόδῳ θεωρεῖς τὰ ἀμφότερα. Ἡ κλῖμαξ τῆς βασιλείας ἐκείνης ἔνδοθέν σου ἐστί, κεκρυμμένη ἐν τῇ ψυχῇ σου. Βάπτισον σεαυτὸν ἐν ἑαυτῷ ἐκ τῆς ἁμαρτίας, καὶ εὑρήσεις ἐκεῖ ἀναβάσεις, ἐν αἷς ἀναβαίνειν δυνήσῃ.

Ἡ Γραφὴ οὐκ ἐξηγήσατο ἡμῖν, τὶ εἴσι τὰ πράγματα τοῦ μέλλοντος αἰῶνος, πῶς δὲ τὴν αἴσθησιν τῆς τρυφῆς αὐτῶν δεξόμεθα ἐντεῦθεν, δίχα τῆς φυσικῆς ἀλλοιώσεως καὶ τῆς ἐξόδου τοῦ κόσμου τούτου, εὐκόλως ἐδίδαξεν ἡμᾶς εἰ καὶ ἐν ὀνόματι ποθεινῶν πραγμάτων καὶ ἐνδόξων, τῶν πὰρ ἡμῖν ἡδέων καὶ ἔντιμων, ἔθηκεν ἡμῖν, πρὸς τὸ ἐρεθίσαι ἡμᾶς εἰς τὸν πόθον αὐτῶν, ἐν τῷ λέγειν, «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐ ἤκουσε», καὶ τὰ ἑξῆς ἀνήγγειλε δὲ ἡμῖν ἐν τούτῳ, ὅτι τὰ μέλλοντα ἀγαθὰ ἀκατάληπτα εἰσί καὶ οὐκ ἔχουσιν ὁμοιότητα τίνος τῶν ἐνταῦθα.

Ἡ πνευματικὴ τρυφὴ οὐκ ἐστὶν ἡ χρεία τῶν πραγμάτων τῶν ὑποστατικῶς ἔξωθεν τῆς ψυχῆς τῶν λαμβανόντων εὑρισκομένη. Εἰ δὲ μή, τὸ «ἡ βασιλεία τῶν οὐρανῶν ἔνδοθεν ὑμῶν ἐστί», καὶ τό, «ἐλθέτω ἡ βασιλεία σου», λοιπόν, ὕλην πράγματων αἰσθητῶν ἡμεῖς ἐκτησάμεθα ἔνδοθεν ἡμῶν πρὸς ἀῤῥαβῶνα τῆς τρυφῆς τῆς ἐν αὐτοῖς. Ἀναγκαῖον γὰρ ἐστὶν ὅμοιον είναιτο κτῆμα τῷ ἀῤῥαβῶνι καὶ τὸ ὁλικὸν τῷ μέρει. Καὶ τὸ «ὡς ἐν ἐσόπτρῳ», εἰ καὶ οὒχ ὑποστατικῶς δεικνύει, ἀλλὰ πάντως κτῆμα ὁμοιώσεως δηλοῖ. Ἐὰν δὲ ὡς ἀληθὴς μαρτυρία τῶν ἑρμηνευσάντων τὰς Γραφάς, ὅτι αὐτῇ ἡ αἴσθησις ἐνέργεια νοερὰ τοῦ ἁγίου Πνεύματος ἐστί, καὶ αὕτη λοιπὸν μέρος ἐστὶν ἐκείνου τοῦ ὅλου.

Φιλάρετος ἐστίν, οὐχ ὁ ποιῶν τὰ καλὰ ἀγωνιστικῶς, ἀλλ’ ὁ ὑποδεχόμενος τὰ ἀκολουθοῦντα κακὰ μετὰ χαρᾶς. Οὐκ ἐστὶ μέγα τὸ ὑπομεῖναι τίνα θλίψεις τὰς ὑπὲρ τῆς ἀρετῆς, ὡς τὸ μὴ ἀπορήσαι τὸν νοῦν ἐν τῇ ἐκλογὴ τοῦ ἀγαθοῦ θελήματος αὐτοῦ, ἐν τῇ κολακεία τοῦ γαργαλισμοῦ.

Πᾶσα μεταμέλεια γινομένη μετὰ τὴν τοῦ αὐτεξουσίου ἀφαίρεσιν οὔτε χαρὰ βρύει ἐν αὐτῇ οὔτε ψηφίζεται πρὸς ἀμοιβὴν τῶν κτησαμένων αὐτήν.

Σκέπασον τὸν πταίοντα, ὅταν οὐκ ἔχῃς ζημίαν ἐξ αὐτοῦ, καὶ αὐτὸν μὲν θαῤῥεῖν παρασκευάζεις, σὲ δὲ βαστάζει τὸ ἔλεος τοῦ Δεσπότου σου. Στήριξον τοὺς ἀσθενεῖς καὶ τοὺς λελυπημένους τῇ καρδίᾳ τῷ λόγῳ καὶ ὅσον ἡ χεὶρ σου εὐπορεῖ, καὶ ὑποστηρίξει σὲ ἡ δεξιὰ ἡ βαστάζουσα τὰ πάντα. Γίνου κοινωνὸς μετὰ τῶν τῇ καρδίᾳ λελυπημένων, ἐν τῷ πόνῳ τῆς προσευχῆς καὶ τῇ συνοχῇ τῆς καρδίας σου, καὶ ἀνοίγεται ἔμπροσθεν τῶν αἰτημάτων σου πηγὴ ἐλέους.

Κοπίασον σεαυτὸν ἐν ταῖς λιταῖς ἀεὶ ἐνώπιον τοῦ Θεοῦ, ἐν καρδίᾳ βασταζούσῃ λογισμὸν καθαρόν, πεπληρωμένον κατανύξεως, καὶ ὁ Θεὸς φυλάττει τὴν διάνοιάν σου ἐκ τῶν ἀκαθάρτων τὲ καὶ ῥυπαρῶν λογισμῶν, ἵνα μὴ ἡ ὁδὸς τοῦ Θεοῦ ἐνυβρισθή ἐν σοί. Σχόλασον σεαυτὸν διαπαντὸς ἐν τῇ μελέτῃ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν, ἐν ἀκριβεῖ κατανοήσει, ἵνα μὴ προφάσει τῆς ἀργίας τοῦ νοῦ μολυνθῇ ἡ ὅρασίς σου ἐν ἀκολάστοις ἀλλοτρίοις μολυσμοῖς. Μὴ θέλησης πειράσαι τὴν διάνοιάν σου ἐν ἀκολάστοις λογισμοῖς ἢ προσώποις τοῖς πειράζουσί σε, ἡνίκα νομίζεις μὴ ἡττηθῆναι ὕπ’ αὐτῶν. Διότι οἱ σοφοὶ ἐν τούτῳ τρόπῳ ἐσκοτίσθησαν καὶ ἐμωράνθησαν. Μὴ ταμιεύσης τὴν φλόγα ἐν τῷ κόλπῳ σου ἄνευ ἰσχυρότερων θλίψεων τῆς σαρκὸς σου. Δύσκολον ἐστὶ τὴν νεότητα χωρὶς γυμνασίας δεσμευθῆναι ὑπὸ τὸν ζυγὸν τοῦ ἁγιασμοῦ.

Ἡ ἀρχὴ τοῦ σκοτασμοῦ τοῦ νοῦ (ἡνίκα ὁρᾶται τὸ σημεῖον αὐτοῦ ἐν τῇ ψυχῇ) ἐν πρώτοις εἰς τὴν ὀκνηρίαν τῆς λειτουργίας καὶ τῆς προσευχῆς. Ἄλλη γὰρ ὁδὸς τῆς πλάνης τῆς ψυχῆς οὐκ ἐστίν, εἰ μὴ πρῶτον ἐκεῖθεν ἐκπέσῃ ἡνίκα γὰρ βοηθείας τοῦ Θεοῦ στερηθῇ, εὐχερῶς ὑποπίπτει εἰς τὰς χεῖρας τῶν ἀντιπάλων αὐτῆς. Καὶ ἄλλο ὅταν ἢ ψυχὴ πάλιν ἀμέριμνος γένηται ἐκ τῶν τῆς ἀρετῆς ἔργων, πάντως εἰς τὰ ἐναντία τούτων διασύρεται. Ἡ μετάβασις ἐκ ποίου πλαγίου γίνεται, ἀρχὴ ἐστὶ του ἐξ ἐναντίας μέρους. Σὺ πράξε τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς ψυχῆς, καὶ μὴ φροντίσῃς τῶν ματαίων. Δεῖξον τὴν ἀσθένειάν σοῦ ἔμπροσθεν τοῦ Θεοῦ διαπαντός, καὶ οὐ μὴ δοκιμασθὴς ὑπὸ τῶν ἀλλότριων, ὁπόταν μονωθῇς ἀπὸ τοῦ ἀντιλήπτορος σου.

Ἡ πρᾶξις τοῦ σταυροῦ διπλῆ ἐστί, καὶ τοῦτο πρὸς τὸ διπλοῦν τῆς φύσεως, τὸ διαιρούμενον εἰς δύο μέρη. Καὶ ἡ μὲν πρὸς τὸ ὑπομεῖναι τὰς θλίψεις τῆς σαρκός, τὰς πληρουμένας τῇ ἐνεργείᾳ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς, ἐστί, καὶ καλεῖται πρᾶξις, ἡ δὲ ἐν τῇ λεπτὴ ἐργασία τοῦ νοῦ καὶ ἐν τῇ θεῖα εὑρίσκεται ἀδολεσχίᾳ, ἔτι δὲ καὶ ἐν τῇ διαμονῇ τῆς προσευχῆς, καὶ εἰς τὰ ἑξῆς, ἥτις διαπράττεται ἐν τῷ ἐπιθυμητικῷ μέρει, καὶ καλεῖται θεωρία. Καὶ ἡ μία μέν, ἤγουν ἡ πρᾶξις, τὸ παθητικὸν μέρος τῆς ψυχῆς καθαρίζει ἐν τῇ δυνάμει τοῦ ζήλου, ἡ δ’ ἄλλη τὴν ἐνέργειαν τῆς ἀγάπης τῆς ψυχῆς, ἥτις ἐστὶν ἐπιπόθησις φυσική, ἥτις διυλίζει τὸ νοητὸν μέρος τῆς ψυχῆς. Ἕκαστος οὖν πρὸ τῆς τελείας γυμνασίας ἐν τῷ πρώτῳ μέρει διαβαίνων πρὸς ἐκείνην τὴν δευτέραν διὰ τὴν ἡδονὴν αὐτῆς ἐρωτικῶς, ἵνα μὴ λέγω ἐξ ὀκνηρίας, ἢ ὀργὴ ἐπέρχεται αὐτῷ, διὰ τὸ μὴ νεκρῶσαι πρῶτον τὰ μέλη αὐτοῦ τὰ ἐπὶ τῆς γῆς, τουτέστι τὸ ἰάσασθαι τὴν ἀσθένειαν τῶν λογισμῶν ἐν τῇ ὑπομονῇ τῆς ἐργασίας τῆς ὕβρεως τοῦ σταυροῦ ἐτόλμησε γὰρ τοῦ φαντασθῆναι ἐν τῷ νοΐ αὐτοῦ τὴν δόξαν τοῦ σταυροῦ. Τοῦτο δὲ ἐστὶ τὸ ῥηθὲν ὑπὸ τῶν ἀρχαίων ἁγίων ὅτι πρὸ τοῦ ἡσυχάσαι τὰ αἰσθητήρια ἀπὸ τῆς ἀσθενείας, εἰ βουληθῇ ὁ νοῦς ἀναβῆναι ἐπὶ τὸν σταυρόν, ἡ ὀργὴ του Θεοῦ ἔρχεται ἐπ’ αὐτόν.

Ἡ ἀνάβασις ἡ ἐπιφέρουσα τὴν ὀργὴν τοῦ σταυροῦ, οὐχὶ τῷ πρώτῳ μέρει τῆς ὑπομονῆς τῶν θλίψεων, ἥτις ἐστὶ σταύρωσις τῆς σαρκός, ἀλλὰ τὸ ἀνελθεῖν εἰς τὴν θεωρίαν, ἥτις ἐστὶ δεύτερον μέρος τὸ μετὰ τὴν ἴασιν τῆς ψυχῆς γινόμενον. Οὗτινος ἡ διάνοια μεμολυσμένη ἐν τοῖς τῆς ἀτιμίας πάθεσι καὶ τρέχει τοῦ φαντασθῆναι ἐν τῇ διανοίᾳ αὐτοῦ τὰς φαντασίας τῶν λογισμῶν, ἐπιτιμίῳ ἐπιστομίζεται, διὰ τὸ μὴ πρότερον καθαρεῦσαι τὴν διάνοιαν ἐν θλίψεσι καὶ ὑποτάξαι τὰς ἐπιθυμίας τῆς σαρκός, ἀλλ’ ἐκ τῆς ἀκοῆς τῶν ὤτων καὶ τοῦ μέλανος τῶν γραμμάτων ἔδραμε κατὰ πρόσωπον αὐτοῦ, τοῦ πορευθῆναι ἐν ὁδῷ πεπληρωμένῃ γνόφων καὶ αὐτὸς τυφλὸς τοῖς ὄμμασι. Καὶ γὰρ οἱ τῇ ὁράσει ὑγιαίνοντες καὶ πεπληρωμένοι φωτὸς καὶ κεκτημένοι ὁδηγοὺς τῆς χάριτος, καὶ αὐτοὶ ἐκ κινδύνῳ εἰσὶ νυκτὸς καὶ ἡμέρας, ἡνίκα οἱ ὀφθαλμοὶ αὐτῶν πεπληρωμένοι δακρύων καὶ ἐν τῇ προσευχῇ καὶ τῷ κλαυθμῷ ἐξυπηρετώσιν ὅλην τὴν ἡμέραν, κἂν τῇ νυκτί, διὰ τὴν πτόησιν τῆς ὁδοιπορίας καὶ διὰ τοὺς κρημνοὺς τοὺς ἰσχυρότερους τοὺς ἀπαντῶντας αὐτοῖς, καὶ τὰ σχήματα τῆς ἀληθείας τὰ εὑρισκόμενα μεμιγμένα μετὰ τῶν ὑποκρινομένων σχημάτων.

Τὰ τοῦ Θεοῦ, φησίν, ἀφ’ ἑαυτῷ ἔρχονται, σοῦ μὴ αἰσθανομένου. Ναί, ἀλλ’ ἐὰν ὁ τόπος καθαρὸς καὶ οὐ ρυπαρός. Ἐὰν δὲ μὴ ἡ κόρη τοῦ ὀφθαλμοῦ τῆς ψυχῆς σου καθαρὰ ἧ, μὴ τολμήσῃς ἀτενίσαι εἰς τὴν σφαίραν τοῦ ἡλίου, ἵνα μὴ στερηθῇς καὶ αὐτῆς τῆς μικρᾶς αὐγῆς, ἥτις ἐστὶν ἡ ἁπλῆ πίστις καὶ ἡ ταπείνωσις καὶ ἡ ἐξομολόγησις ἡ καρδιακή, καὶ τὰ μικρὰ ἔργα τὰ κατὰ τὴν δύναμίν σου, καὶ ἀπορριφήση ἐν ἑνὶ χώρῳ τῶν νοητῶν, ὃς ἐστὶ τὸ ἐξώτερον σκότος, τὸ ἔξωθεν τοῦ Θεοῦ, τύπον φέρον τοῦ ᾅδου, ὡς ἐκεῖνος ὃ ἀναισχυντήσας εἰσελθεῖν εἰς τὸν γάμον ἐν ῥυπαροῖς ἱματίοις.

Ἐκ τῶν καμάτων καὶ τῆς φυλακῆς βρύει ἡ καθαρότης τῶν λογισμῶν, καὶ ἐκ τῆς καθαρότητος τῶν λογισμῶν τὸ φῶς τοῦ φρονήματος, καὶ ἐντεῦθεν ἐκ τῆς χάριτος ὁδηγεῖται ὁ νοῦς εἰς ἐκεῖνο, εἰς ὅπερ οὐκ ἔχουσιν ἐξουσίαν αἱ αἰσθήσεις οὔτε διδάσκουσιν οὔτε διδάσκονται.

Λόγισαι παρὰ σεαυτῷ τὴν ἀρετὴν εἶναι σῶμα, τὴν δὲ θεωρίαν ψυχήν, τὰ δὲ ἀμφότερα εἷς ἄνθρωπος τέλειος ἐν Πνεύματι ἡνωμένος, ἐκ δύο μερῶν, αἰσθητῶν καὶ νοητῶν. Καὶ ὥσπερ ἀδύνατον, ἵνα ἔλθῃ ἡ ψυχὴ εἰς γένεσιν καὶ γέννησιν χωρὶς τελειότητας τῆς διαπλάσεως τοῦ σώματος σὺν τοῖς μέλεσιν αὐτοῦ, οὕτως ἀδύνατον ἐλθεῖν τὴν ψυχὴν εἰς τὴν θεωρίαν τὴν δευτέραν, ἥτις ἐστὶ Πνεῦμα τῆς ἀποκαλύψεως, ἡ εἰκονιζόμενη ἐν τῇ γαστρὶ τῆς μήτρας, τῆς δεχόμενης τὴν ὕλην τοῦ πνευματικοῦ σπέρματος, χωρὶς τελειώσεως τοῦ ἔργου τῆς ἀρετῆς, ὅπερ ἐστὶν οἶκος τῆς διαγνώσεως, τῆς δεχόμενης τὰς ἀποκαλύψεις. Θεωρία ἐστὶν αἴσθησις τῶν θείων μυστηρίων τῶν κεκρυμμένων ἐν τοῖς πράγμασι καὶ ταῖς αἰτίαις.

Ὅταν ἀκούσῃς ἀπόστασιν τοῦ κόσμου ἥ κατάληψιν ἢ τὴν καθαρότητα τοῦ κόσμου, ἐξ ἀρχῆς χρήζεις μαθεῖν καὶ γνῶναι οὐκ ἰδιωτικοῖς, ἀλλ’ ἐν ταῖς ἐννοίαις ταῖς νοηταῖς, τὶ ἐστὶν ἡ ἐπωνυμία τοῦ κόσμου καὶ ἐκ πόσων διαφορῶν συνίσταται τοῦτο τὸ ὄνομα, καὶ τότε δυνήσῃ γνῶναι τὴν ψυχὴν σου, πόσον ἀπέχει ἀπὸ τοῦ κόσμου, καὶ πόσην μίξιν ἔχει πρὸς τὸν κόσμον.

Κόσμος ἐστὶν ὄνομα περιεκτικὸν ἐπιπῖπτον ἐπὶ τὰ εἰρημένα πάθη. Ἐὰν γὰρ μὴ πρῶτον γνῷ ὁ ἄνθρωπος τὶ ἐστὶν ὁ κόσμος, οὐδὲ φθάνει γνῶναι εἰς πόσα μέλη ἀπέχει ἀπὸ τοῦ κόσμου καὶ εἰς πόσα δέδεται ἐν αὐτῷ. Πολλοὶ εἴσιν οἵτινες ἐν δύο καὶ τρισὶ μέλεσιν ὑπέστησαν ἐκ τοῦ κόσμου καὶ ἐκώλυσαν ἑαυτοὺς ἐξ αὐτῶν καὶ ἐνόμισαν ἑαυτοὺς ξένους εἶναι τοῦ κόσμου ἐν τῇ διαγωγῇ αὐτῶν, διὰ τὸ μὴ συνιέναι καὶ ἰδεῖν σοφῶς, ὅτι ἐν δυσὶ μέλεσι τῷ κόσμῳ ἀπέθανον, καὶ τὰ λοιπὰ μέλη αὐτῶν ζῶσιν ἔνδοθεν τοῦ σώματος τῷ κόσμῳ. Ὅμως οὐδὲ εἰς τὰ πάθη αὐτῶν ἠδυνήθησαν αἰσθηθήναι, καὶ ὅτι οὐκ ᾐσθήθησαν αὐτῶν, οὐδὲ περὶ τῆς θεραπείας αὐτῶν ἐφρόντισαν.

Ὁ κόσμος λέγεται ἐκ τῆς ἐξετάσεως τῆς θεωρίας καὶ σύστασις τοῦ περιεκτικοῦ ὀνόματος τοῦ ἐπιπίπτοντος ἐπὶ τὰ πάθη τὰ μεμερισμένα. Καὶ ὅτε θέλομεν ὀνομάσαι ὁλικῶς τὰ πάθη, ὀνομάζομεν αὐτὰ κόσμον. Καὶ ὅτε θέλομεν ἀφορίσαι αὐτὰ εἰς τὴν διαίρεσιν τῶν ὀνομάτων αὐτῶν, πάθη ὀνομάζομεν αὐτά.

Καὶ τὰ πάθη μέρη εἰσὶ τοῦ δρόμου τῆς διαδρομῆς τοῦ κόσμου, καὶ ὅπου λήγουσι τὰ πάθη, ἐκεῖ ὁ κόσμος ἔστη ἐκ τῆς διαδοχῆς αὐτοῦ. Τὰ δὲ πάθη εἰσί ταῦτα, ὁ πόθος τοῦ πλούτου, τὸ συνάξαι πράγματα τίνα, ἡ τρυφὴ τοῦ σώματος ἀφ’ ἧς τὸ πάθος τῆς συζυγίας, ὃ πόθος τῆς τιμῆς ἐξ ἧς ὁ φθόνος βρύει, ἡ οἰκονομία τῆς ἀρχῆς, ἡ φυτίωσις τῆς εὐπρεπείας τῆς ἐξουσίας, ἡ κόσμησις καὶ ἡ περπερότης, ἡ ἀνθρωπινὴ δόξα, ἥτις ἐστὶν αἰτία τῆς μνησικακίας, ὁ φόβος τοῦ σώματος.

Ὅπου ταῦτα παύονται τοῦ δρόμου, ἐκεῖ ἀπέθανεν ὁ κόσμος. Καὶ καθ ὅσον ἐκεῖ τινὰ μέρη ὑπολιμπάνεται ἐκ τούτων, κατὰ τοσοῦτον ἔξω μένει ὁ κόσμος, ἀργῶν ἐκ τῆς συστάσεως αὐτοῦ. Καθὼς περὶ τῶν ἁγίων ἔφη τις, ὅτι ὅτε ἔζων, ἦσαν τεθνηκότες ζῶντες γὰρ τῇ σαρκί, οὐ σαρκικῶς ἔζων. Καὶ σὺ βλέπε ἐν ποίοις τούτων ζῇς, καὶ τότε γνώσῃ ἐν ποίοις μέρεσι ζῇς τῷ κόσμῳ, καὶ ὅπως τέθνηκας.

Ὅταν μάθῃς τὶ ἐστὶν ὁ κόσμος, ἐκ τῆς διαφορᾶς τούτων μανθάνεις ἐν τίσι δέδεσαι ἐν τῷ κόσμῳ καὶ ἐν τισὶ λέλυσαι ἐξ αὐτοῦ. Καὶ ἵνα συντόμως εἴπω, ὁ κόσμος ἐστὶν ἡ διαγωγὴ ἡ σαρκικῇ καὶ τὸ φρόνημα τῆς σαρκός. Διὰ τὸ ἀπᾶραι δὲ ἑαυτὸν τινὰ ἐκ τούτων γινώσκεται ὅτι ἐξῆλθεν ἐκ τοῦ κόσμου. Καὶ τὸ ἀπαλλοτριωθῆναι ἐκ τοῦ κόσμου, ἐκ τῶν δύο τούτων γινώσκεται, ἐκ τῆς καλλίστης διαγωγῆς καὶ ἐκ τῆς διαφορᾶς τῶν νοημάτων αὐτοῦ τοῦ νοός.

Λοιπὸν ἐξ ὧν βλαστάνει ἐν τῇ διανοίᾳ σου περὶ τῶν πραγμάτων, ὑπὲρ ὧν μετεωρίζεται ἡ διάνοια ἐν τοῖς νοήμασιν αὐτοῖς, καὶ ἐκ τούτων φθάνεις τὸ μέτρον τῆς διαγωγῆς σου. Ἐν ποίοις ἐπιποθεῖ ἡ φύσις χωρὶς κόπου καὶ ποίᾳ εἰσὶ βλαστήματα τὰ ἀδιάλειπτα καὶ ποίᾳ εἰσὶ τὰ κινούμενα ἀπὸ τοῦ συμβεβηκότος καὶ εἰ ἡ διάνοια ἔλαβεν αἴσθησιν τὴν τῶν νοημάτων παντελῶς τῶν ἀσωμάτων καὶ ἐὰν ὅλη ὑλικῶς κινῆται, καὶ ταῦτα τὰ ὑλικά, ἐμπαθῆ εἰσίν. Αἱ σφραγῖδες γὰρ τῆς τῶν ἔργων σωματώσεως, ἐν αἷς φαντάζεται ἡ διάνοια ἀκουσίως ἐν πᾶσιν οἷς διαπράττεται, εἰσὶν αἱ ἀρεταί. Καὶ ἐξ αὐτῶν χωρὶς ἀσθενείας λαμβάνει τῆς θέρμης αἰτίαν καὶ τῆς συναγωγῆς τῶν λογισμῶν ἐν τῷ ἀγαθῷ σκοπῷ τοῦ καμεῖν σωματικῶς διὰ τὴν γυμνασίαν αὐτῆς, ἐὰν οὐκ ἐμπαθῶς ἐργάζηται αὐτὰ καί, βλέπε, ἐὰν οὐκ ἀῤῥωστῇ ἡ διάνοια ἐν τῇ ἀπαντήσει τῶν σφραγίδων τῶν κρυπτῶν λογισμῶν, διὰ τὴν φλόγα τὴν κρείττονα τὴν κατὰ Θεόν, ἥτις συνήθης ἐστὶ τοῦ κόπτειν τὰς μνήμας τὰς ματαίας.

Ταῦτα τὰ σημεῖα τὰ μικρὰ τοῦ κεφαλαίου τούτου ἀρκοῦσι τῷ ἀνθρώπῳ τοῦ φωτίσαι αὐτόν, ἐὰν ἡσυχάζῃ καὶ ᾗ ἀφωρισμένος, ἀντὶ πολλῶν βιβλίων. Οὕτω κραταιότερός ἐστὶν ἐν τῷ ἀνθρώπῳ ὁ φόβος τοῦ σώματος, ὥστε πολλάκις ἐκ τῶν ἐνδόξων καὶ ἐντίμων πραγμάτων μένειν ἄπρακτον ἐξ αὐτοῦ. Καὶ ὅτε παρακύψει ἐπὶ τῷ φόβῳ τοῦ σώματος ὁ φόβος τῆς ψυχῆς, τότε ἐξασθενεῖ ὁ φόβος τοῦ σώματος ἀπὸ ἔμπροσθεν τοῦ φόβου τῆς ψυχῆς, ὡς κηρὸς ἐκ τῆς δυνάμεως τῆς φλογὸς τῆς ἐν αὐτῷ.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΑ’ - Περὶ διαφορᾶς τῆς ἐν ἡσυχίᾳ διακρίσεως καὶ περὶ τῆς τοῦ νοὸς ἐξουσίας καὶ μέχρι τινὸς ἔχει ταύτην τὴν ἐξουσίαν τοῦ κινῆσαι τὰς ἰδίας κινήσεις ἐν τῇ διαφορᾷ τῶν τῆς προσευχῆς σχημάτων. Καὶ τὶς ὁ τῇ φύσει δεδομένος ὄρος τῆς προσευχῆς καὶ τινὸς μέχρι ἐξουσιάζεις ἐν αὐτῇ προσεύχεσθαι καὶ ὃν διαβαινούσης ὅρον, μὴ εἶναι ταύτην προσευχήν, εἰ καὶ προσηγορίᾳ προσευχῆς λέγεται τὸ τελούμενον
Προηγούμενο: ΛΟΓΟΣ ΚΘ’ - Περὶ τῶν ὁδῶν τῶν πλησιάζειν τῷ Θεῷ ποιουσῶν καὶ φανερουμένων τῷ ἀνθρώπῳ ἐκ τῶν ἡδέων ἔργων τῆς νυκτερινῆς ἀγρυπνίας. Καὶ ὅτι οἱ ἐν τῇ διαγωγῇ ταύτῃ ἐργαζόμενοι μέλι τρέφονται πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος