Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΒ’ - Περὶ τῆς καθαρᾶς Προσευχῆς
Προηγούμενο: ΛΟΓΟΣ Λ’ - Περὶ Εὐχαριστίας Θεοῦ ἐν ᾧ καὶ κατηχήσεις κεφαλαιώδεις
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΑ’ - Περὶ διαφορᾶς τῆς ἐν ἡσυχίᾳ διακρίσεως καὶ περὶ τῆς τοῦ νοὸς ἐξουσίας καὶ μέχρι τινὸς ἔχει ταύτην τὴν ἐξουσίαν τοῦ κινῆσαι τὰς ἰδίας κινήσεις ἐν τῇ διαφορᾷ τῶν τῆς προσευχῆς σχημάτων. Καὶ τὶς ὁ τῇ φύσει δεδομένος ὄρος τῆς προσευχῆς καὶ τινὸς μέχρι ἐξουσιάζεις ἐν αὐτῇ προσεύχεσθαι καὶ ὃν διαβαινούσης ὅρον, μὴ εἶναι ταύτην προσευχήν, εἰ καὶ προσηγορίᾳ προσευχῆς λέγεται τὸ τελούμενον

Δόξα τῷ ἐκχέοντι πλουσίως τὰς ἑαυτοῦ δωρεᾶς ἐν τοῖς ἀνθρώποις, ὅτι, σαρκικοὺς ὄντας, ἐποίησεν αὐτοὺς λειτουργεῖν αὐτῷ ἐν τάξει τῶν ἀσωμάτων φύσεων καὶ κατηξίωσε τὴν τῶν χοικῶν φύσιν λαλῆσαι περὶ τοιούτων μυστηρίων, καὶ μάλιστα ἁμαρτωλούς, καθ’ ἡμᾶς, τοὺς μὴ ὄντας ἄξιους, μήτε ἀκοῦσαι τοιούτων λόγων, ἀλλὰ τῇ χάριτι αὐτοῦ διήνοιξε τὴν πώρωσιν τῆς καρδίας ἡμῶν, τοῦ κατανοῆσαι ἐκ τῆς θεωρίας τῶν Γραφῶν καὶ διδαχῆς τῶν μεγάλων Πατέρων.

Οὐ γὰρ ἠξιώθην ἐξ οἰκείου ἀγῶνος ἔχειν πεῖραν ἑνὸς ἐκ χιλίων, ὧν ἐν ταῖς ἐμαῖς χερσὶ διεθέμην, καὶ μάλιστα ἐν τῷδε τῷ συγγράμματι, ὅπερ μέλλω ἐκθέσθαι, πρὸς ἐρεθισμὸν καὶ φωτισμὸν τῶν ψυχῶν ἡμῶν καὶ τῶν ἐντυγχανόντων αὐτῷ, ἴσως ἂν ἐξυπνισθῶσι προσεγγίσαι τῇ ἐργασίᾳ ἐξ ἐπιθυμίας τούτου.

Ἄλλο ἐστὶν ἡ ἡδονὴ τῆς προσευχῆς καὶ ἕτερον ἐστὶν ἡ θεωρία τῆς προσευχῆς, τιμιωτέρα δὲ τῆς πρώτης ἡ δευτέρᾳ, ὅσον ὁ τέλειος ἄνθρωπος τοῦ ἀτελοῦς παιδίου. Ἐνίοτε ἐφηδύνονται οἱ στίχοι ἐν τῷ στόματι καὶ στιχολογίᾳ ἀναρίθμητος γίνεται ἑνὸς στίχου ἐν τῇ προσευχῇ, μὴ συγχωροῦσα ἐπ’ ἄλλον στίχον δραμεῖν καὶ κόρον οὐκ οἶδεν.

Ἐνίοτε δὲ ἐκ τῆς προσευχῆς τίκτεται θεωρία τις καὶ τὴν προσευχὴν τῶν χειλέων ἐκκόπτει καὶ γίνεται ἐκεῖνος τῇ θεωρία σῶμα ἄπνουν, ἐκπεπληγμένος. Τὸ τοιοῦτον λέγομεν τὴν τῆς προσευχῆς θεωρίαν, καὶ οὐχὶ καθὼς οἱ ἄφρονες λέγουσιν, εἶδος τίνος καὶ μορφὴν ἡ σχῆμα φαντασθέν.

Καὶ πάλιν ἐν τῇ θεωρία ταύτης τῆς προσευχῆς μέτρον ἐστὶ καὶ διάκρισις χαρισμάτων καὶ μέχρι τούτου προσευχῇ ἐστί. Διότι οὔπω διέβη ἡ διάνοια, τοῦ μὴ εἶναι προσευχήν, ὅπερ ἐστὶν ὑψηλότερον αὐτῆς. Αἱ γὰρ κινήσεις τῆς γλώττης καὶ τῆς καρδίας ἐν προσευχῇ κλεῖδες εἰσί, τὰ μέντοι μετὰ ταῦτα, εἴσοδος εἰς τὰ ταμεῖα. Παυσάσθω ἐνταῦθα πᾶν στόμα καὶ πᾶσα γλῶσσα καὶ καρδία, ἡ τῶν λογισμῶν ταμειοῦχος, καὶ νοῦς ὁ τῶν αἰσθήσεων κυβερνήτης, καὶ ἡ διάνοια, τὸ ταχυπετὲς ὄρνεον καὶ ἀναιδέστατον, καὶ πᾶσα τούτων μηχανὴ παυσάσθω. Κἀνταῦθα μενέτωσαν οἱ ζητοῦντες, διότι παρέστη ὁ οἰκοδεσπότης.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΒ’ - Περὶ τῆς καθαρᾶς Προσευχῆς
Προηγούμενο: ΛΟΓΟΣ Λ’ - Περὶ Εὐχαριστίας Θεοῦ ἐν ᾧ καὶ κατηχήσεις κεφαλαιώδεις
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος