Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΓ’ - Περὶ τοῦ τρόπου τῆς εὐχῆς καὶ τῶν λοιπῶν τῶν ἐξ ἀνάγκης ζητουμένων περὶ τῆς διηνεκοῦς μνήμης καὶ πολυμερῶς ὠφελουμένων, ἐὰν τὶς ἐν διακρίσει ἀναγινώσκων φυλάττῃ αὐτὰ
Προηγούμενο: ΛΟΓΟΣ ΛΑ’ - Περὶ διαφορᾶς τῆς ἐν ἡσυχίᾳ διακρίσεως καὶ περὶ τῆς τοῦ νοὸς ἐξουσίας καὶ μέχρι τινὸς ἔχει ταύτην τὴν ἐξουσίαν τοῦ κινῆσαι τὰς ἰδίας κινήσεις ἐν τῇ διαφορᾷ τῶν τῆς προσευχῆς σχημάτων. Καὶ τὶς ὁ τῇ φύσει δεδομένος ὄρος τῆς προσευχῆς καὶ τινὸς μέχρι ἐξουσιάζεις ἐν αὐτῇ προσεύχεσθαι καὶ ὃν διαβαινούσης ὅρον, μὴ εἶναι ταύτην προσευχήν, εἰ καὶ προσηγορίᾳ προσευχῆς λέγεται τὸ τελούμενον
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΒ’ - Περὶ τῆς καθαρᾶς Προσευχῆς

Kαθώσπερ πᾶσα ἡ δύναμις τῶν νόμων καὶ τῶν ἐντολῶν τῶν δοθεισῶν τοῖς ἀνθρώποις παρὰ Θεοῦ μέχρι τῆς καθαρότητας τῆς καρδίας διορίζεται κατὰ τὸν λόγον τῶν Πατέρων, οὕτω καὶ πάντες οἱ τρόποι καὶ τὰ σχήματα τῆς προσευχῆς, ἅτινα τῷ Θεῷ προσεύχονται οἱ ἄνθρωποι, μέχρι τῆς καθαρᾶς προσευχῆς διορίζονται. Οἱ τε γὰρ στεναγμοὶ καὶ οἱ γονυπετήσεις καὶ αἱ καρδιακαὶ δεήσεις καὶ οἱ γλυκύτατοι κλαυθμοὶ καὶ πάντα τὰ ἐν τῇ προσευχῇ σχήματα, καθὼς ἔφην, ἕως τῆς καθαρᾶς εὐχῆς τὸν ὅρον κέκτηνται καὶ ἐξουσίαν ἔχει κινεῖσθαι.

Ἀπὸ δὲ τῆς καθαρότητος τῆς προσευχῆς καὶ μέχρι τῶν ἔνδον, ἡνίκα τὸν ὅρον τοῦτον διαβῇ, οὐκ ἔτι ἕξει ἄδειαν ἢ διάνοια, οὔτε εἰς προσευχὴν οὔτε εἰς κίνησιν οὔτε κλαυθμοὺς οὔτε ἐξουσίαν οὔτε αὐτεξουσιότητα οὔτε δέησιν οὔτε ἐπιθυμίαν,ἢ τίνος ἡδονὴν τῶν ἐν τῷδε τῷ βίῳ ἐλπιζομένων ἢ τῶν ἐν τῷ μέλλοντι αἰῶνι. Καὶ διὰ τοῦτο μετὰ τὴν καθαρὰν προσευχὴν ἄλλη προσευχῇ οὐκ ἔστι. Καὶ πᾶσα ταύτης κίνησις καὶ πάντα τὰ σχήματα ἕως ὧδε τὸν νοῦν ἀπάγουσι τῇ ἐξουσίᾳ τῆς αὐτεξουσιότητος διὰ τοῦτο ἄγων ἐν αὐτῇ. Μετὰ δὲ τοῦτον τὸν ὅρον ἔκπληξις ἔσται τότε καὶ οὐχὶ προσευχῇ διότι πέπαυται τὰ τῆς προσευχῆς, καὶ θεωρία τις ἐστί, καὶ οὐχὶ προσευχὴν προσεύχεται ὁ νοῦς.

Πᾶς τρόπος προσευχῆς γινόμενος διὰ κινήσεων γίνεται, ἡνίκα δὲ ὁ νοῦς εἰσέλθῃ εἰς τὰς πνευματικὰς κινήσεις, ἐκεῖ προσευχὴν οὐκ ἔχει. Ἄλλο ἐστὶν ἡ προσευχὴ καὶ ἄλλο ἡ ἐν αὐτῇ θεωρία, εἰ καὶ ἐξ ἀλλήλων τὰς ἀφορμὰς λαμβάνουσιν.

Ἐκείνη μὲν γὰρ σπόρος, αὐτὴ δὲ δραγμάτων ἄρσις, ἔνθα θέᾳ ἀνεκλαλήτῳ ἐξίσταται ὁ θερίζων, πῶς ἐξ ἐλαχίστων καὶ γυμνῶν κόκκων, ὧν ἔσπειρε, τοιοῦτοι ἀνθηροὶ στάχυες ἐνώπιον αὐτοῦ ἐξαίφνης ἐβλάστησαν. Οὗτος μένει ἐν τῇ ἴδιᾳ γεωργίᾳ ἐκτὸς πάσης κινήσεως.

Διότι πᾶσα προσευχὴ γινομένη δέησις ἐστὶν ἢ αἴτησις ἢ εὐχαριστίᾳ ἢ αἴνεσις. Ἐξερεύνησον εἰ ἐστὶ μία τούτων ἢ τίνος αἴτησις, ὅταν διαβῇ ὁ νοῦς τὸν ὅρον τοῦτον καὶ εἰσέλθῃ εἰς τὴν χώραν ἐκείνην. Τὸν γὰρ εἰδότα τὴν ἀλήθειαν ἐγὼ ἐρωτῶ διότι οὐ πᾶσιν αὐτῇ ἡ διάκρισις, ἀλλ’ ἐκείνοις τοῖς θεαταῖς καὶ λειτουργοῖς τούτου τοῦ πράγματος γεγενημένοις ἢ παιδευθεῖσιν ὑπὸ τοιούτων πατέρων καὶ ἐκ τῶν στομάτων αὐτῶν τὴν ἀλήθειαν δεδιδαγμένοις καὶ ἐν ταύταις καὶ ταῖς τοιαύταις ζητήσεσι διαπεράσασι τὸν βίον αὐτῶν.

Ὥσπερ μόλις ἐκ μυριάδων ἀνθρώπων εἰς εὑρίσκεται πληρώσας τὰς ἐντολὰς καὶ τὰ νόμιμα μικρὸν ἐνδεῶς, καὶ φθάσας εἰς τὴν τῆς ψυχῆς καθαρότητα, οὕτως εἰς ἐκ χιλίων εὑρίσκεται καταξιωθεὶς φθάσαι μετὰ πολλῆς παραφυλακῆς εἰς τὴν καθαρὰν προσευχὴν καὶ διαῤῥῆξαι τὸν ὅρον τοῦτον καὶ τυχεῖν ἐκείνου τοῦ μυστηρίου. Διότι πολλοὶ τῆς καθαρᾶς προσευχῆς οὐδαμῶς ἠξιώθησαν, ἀλλ’ ὀλίγοι. Πρὸς δὲ τὸ μυστήριον ἐκεῖνο καὶ μέτ’ ἐκείνην, καίπερ ἂν ὁ φθάσας μόλις εὑρίσκεται γενεᾷ καὶ γενεᾷ τῇ χάριτι τὸν Θεοῦ.

Προσευχὴ ἐστὶ δέησις καὶ φροντὶς καὶ τίνος ἐπιθυμίᾳ, ἢ λυτρώσεως τῶν ἐνθάδε πειρασμῶν ἢ τῶν μελλόντων ἢ ἐπιθυμία τῆς τῶν Πατέρων κληρουχίας, δέησις δὲ δι’ ἧς ὑπὸ Θεοῦ βοηθεῖται ἄνθρωπος. Ἐντὸς τούτων τῶν κινήσεων περιορίζονται αἱ τῆς ψυχῆς κινήσεις.

Ἡ μέντοι καθαρότης αὐτῆς καὶ ἡ μὴ καθαρότης οὕτως ἔχει. Ὅταν ἐν τῷ καιρῷ, ἐν ᾧ εὐτρέπισται ὁ νοῦς προσενέγκαι μίαν τῶν κινήσεων αὐτοῦ, ὧν εἴπομεν, συμμιγῆ αὐτῷ ἔννοια τις ξένῃ ἢ ῥεμβασμὸς ἐν τίνι τότε οὐ καθαρὰ λέγεται ἐκείνη προσευχή. Διότι ἐκ τῶν μὴ καθαρῶν ζῴων ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον Κυρίου, ὅπερ ἐστὶν ἡ καρδία, τὸ νοητὸν Θεοῦ θυσιαστήριον.

Ἐὰν δὲ τις μνήμην ἄγη ἐκείνης τῆς ὑπὸ τῶν Πατέρων καλουμένης πνευματικῆς προσευχῆς καὶ μὴ συνιὼν τὴν δύναμιν τῶν λογίων τῶν Πατέρων καὶ εἴποι, αὐτῇ ἐκ τῶν τῆς πνευματικῆς προσευχῆς ὅρων ἐστίν, ἐγὼ μὲν οἶμαι, εἰ πρὸς τὴν τῆς κατανοήσεως ἔρευναν ἔλθῃ, βλασφημία ἔσται τὸ λέγειν τινὰ τῶν κτισμάτων, ὅτι ἡ πνευματικὴ προσευχὴ ὅλως κλίνει. Ἡ γὰρ κλίνουσα κάτωθεν ἐστὶ τῆς πνευματικῆς, πᾶσα δὲ πνευματικὴ κινήσεως ἠλευθέρωται. Καὶ εἰ μετὰ καθαρότητας μόλις τὶς προσεύχεται, τὶ εἴπωμεν περὶ τῆς πνευματικῆς;

Διότι ἔθος ἦν τοῖς ἁγίοις Πατράσι πάσας τὰς ἀγαθὰς κινήσεις καὶ τὰς πνευματικὰς ἐργασίας τῷ τῆς προσευχῆς ὀνόματι προσαγορεύειν. Οὐ μόνοις δὲ τούτοις, ἀλλὰ καὶ πᾶσι τοῖς πεφωτισμένοις τῇ γνώσει, τὰς καλὰς ἐργασίας παραπλησίως τῇ προσευχῇ λογίζεσθαι εἴωθε, καὶ τούτου φανεροῦ ὄντος ὅτι ἕτερον ἐστὶ προσευχὴ καὶ ἑτέρα ἐστὶ τὰ ἐκτελούμενα πράγματα. Ἐνίοτε δὲ ταύτην τὴν λεγομένην πνευματικὴν προσευχήν, ἐν τίσιν ὁδὸν προσαγορεύουσι, καὶ ἐν ἄλλοις γνῶσιν, ἐν ἑτέροις δὲ ὀπτασίαν νοεράν. Ὁρᾷς πῶς διαλλάσσουσιν οἱ Πατέρες τὰς προσηγορίας ἐν τοῖς πνευματικοῖς πράγμασιν; Αὐτὴ γὰρ ἡ ἀκρίβεια τῶν ὀνομάτων τοῖς ἐνταῦθα συνίσταται πράγμασιν, ὑγιὲς δὲ ἢ ἀληθινὸν ὄνομα τοῖς τοῦ μέλλοντος αἰῶνος πράγμασιν οὐδαμῶς, ἀλλὰ μία γνῶσις ἁπλῆ ὑπεράνω πάσης προσηγορίας καὶ παντὸς στοιχείου καὶ μορφῆς καὶ χροιᾶς καὶ σχήματος καὶ συνθέτων ὀνομάτων. Διὰ τοῦτο, ἡνίκα ὑψωθῇ ἡ γνῶσις τῆς ψυχῆς ἐκ τοῦ ὁρατοῦ κόσμου, ὡς βούλονται οἱ Πατέρες χρῶνται τοῖς δηλωτικοῖς αὐτῆς, καθότι τὰ ὀνόματα αὐτῆς ἐν ἀκριβείᾳ οὐδεὶς ἐπίσταται. Ἀλλ’ ἵνα ἐπιστηρίξωσιν αὐτῇ τοὺς ψυχικοὺς διαλογισμούς, προσηγορίαις χρῶνται καὶ παραβολαῖς, κατὰ τὸ λόγιον τοῦ ἐν ἁγίοις Διονυσίου εἰπόντος, ὅτι ἐν παραβολαῖς καὶ συλλαβαῖς καὶ ὀνόμασιν ἐνδεχομένοις, καὶ ῥήμασι χρώμεθα τῶν αἰσθήσεων ἕνεκα. Ἡνίκα δὲ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος κινηθῇ ἡ ψυχὴ πρὸς ἐκεῖνα τὰ θεῖα, περιττὸν ἡμῖν ἐστὶ τότε αἱ τε αἰσθήσεις καὶ αἱ δι’ αὐτῶν ἐνέργειαι. Ὥσπερ αἳ δυνάμεις τῆς ψυχῆς τῆς πνευματικῆς περιτταὶ εἰσίν, ἡνίκα ἡ ψυχὴ ὅμοια τῇ θεότητι κατασταθῇ τῇ ἀκαταλήπτῳ ἑνότητι καὶ φωτισθῇ τῇ ἀκτῖνι τοῦ ὑψηλοῦ φωτὸς ἐν ταῖς ἑαυτῆς κινήσεσι.

Λοιπόν, ἀδελφέ, πίστευε, ὅτι ἐξουσίαν ἔχει διακρίνειν ὁ νοῦς τὰς ἑαυτοῦ κινήσεις, ἕως τοῦ τόπου τῆς ἐν προσευχῇ καθαρότητος, ὅταν δὲ φθάσῃ ἐκεῖ καὶ μὴ στραφῇ εἰς τὰ ὀπίσω ἢ καταλείψῃ τὴν προσευχήν, τότε γίνεται ἡ προσευχὴ ὥσπερ τὶς μεσίτις μεταξὺ τῆς ψυχικῆς καὶ τῆς πνευματικῆς. Ὅταν μὲν κινηθῇ, ἐν τῇ ψυχικὴ χώρᾳ ἐστίν, ὅταν δὲ εἰς ἐκείνην τὴν χώραν εἰσέλθῃ, παύεται τῆς προσευχῆς.

Οἱ γὰρ ἅγιοι ἐν τῷ μέλλοντι αἰῶνι οὐ προσευχῇ προσεύχονται, ὅταν ὁ νοῦς αὐτῶν καταποθῇ ὑπὸ τοῦ Πνεύματος, ἀλλὰ μετὰ καταπλήξεως ἐναυλίζονται ἐν τῇ εὐφραινούσῃ δόξῃ. Οὕτω καὶ ἐν ἡμῖν ἡνίκα ἀξιωθῇ ὁ νοῦς αἰσθάνεσθαι τῆς μελλούσης μακαριότητος, καὶ ἑαυτοῦ ἐπιλανθάνεται καὶ πάντων τῶν ἐνθάδε καὶ οὐκ ἔτι ἕξει κίνησιν ἐν τισι.

Τούτου ἕνεκεν μετὰ πεποιθήσεως θαῤῥεῖ τις λέγειν, ὅτι πᾶσαν ἀρετὴν γινομένην καὶ πᾶσαν τάξιν προσευχῆς, εἴτε ἐν σώματι εἴτε ἐν διανοίᾳ, τὸ αὐτεξούσιον τοῦ θελήματος ὁδηγεῖ καὶ κινεῖ, καὶ αὐτὸν τὸν νοῦν τὸν ὄντα βασιλέα τῶν παθῶν διὰ τῶν αἰσθήσεων. Ἡνίκα δὲ τοῦ Πνεύματος ἡ διοίκησις καὶ ἡ οἰκονομία κυριεύει τοῦ νοός, τοῦ τῶν αἰσθήσεων καὶ λογισμῶν οἰκονόμου, ἀφαιρεῖται τὸ αὐτεξούσιον ἀπὸ τῆς φύσεως, καὶ ὁδηγίᾳ ὁδηγεῖται τότε καὶ οὒχ ὁδηγήσει. Καὶ ποῦ τότε ἔσται ἡ προσευχή, ἡνίκα ἡ φύσις μὴ ἰσχύῃ ἐξουσίαν ἔχειν καθ’ ἑαυτῆς, ἀλλ’ ἑτέρα δυνάμει ὁδηγεῖται ἔνθα οὐ γινώσκει, οὐδὲ τὰς κινήσεις τῆς διανοίας κατορθῶσαι δυνηθῇ ἐν οἷς ἂν βούληται, ἀλλ’ αἰχμαλωσίᾳ κατακρατεῖται ἐν τῇ ὥρᾳ ἐκείνῃ καὶ ὕπ’ αὐτῆς ὁδηγεῖται ἔνθα οὐκ αἰσθάνεται. Ἀλλ’ οὐδὲ θέλησιν ἕξει τηνικαῦτα, οὔτε εἰ ἐν σώματι ἐστὶν ἢ ἕκτος τοῦ σώματος οἶδε, κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν. Λοιπὸν ἔσται ἄρα τῷ οὕτως αἰχμαλωτισθέντι καὶ ἑαυτὸν μὴ εἰδότι προσευχῇ.

Δία τοῦτο μηδεὶς βλασφημείτω καὶ λέγειν θαῤῥείτω, δυνατὸν εἶναι προσεύχεσθαι τὴν πνευματικὴν προσευχήν. Ταύτῃ γὰρ τῇ τόλμῃ καταχρῶνται οἱ μετὰ ἀλαζονείας προσευχόμενοι καὶ ἰδιῶται τῇ γνώσει καὶ ἑαυτοῖς καταψεύδονται, ὅτι, ὅταν βούλωνται, προσεύχονται τὴν πνευματικὴν προσευχήν. Οἱ δὲ ταπεινόφρονες καὶ νοήμονες συγκαταβαίνουσι μαθεῖν παρὰ τῶν Πατέρων καὶ γνῶναι τοὺς ὄρους τῆς φύσεως, καὶ ταύτῃ τῇ τόλμῃ τὰς ἑαυτῶν διανοίας δοῦναι οὐκ ἀνέχονται.

Ἐρώτησις. Καὶ τίνος ἕνεκεν, ἐπεὶ οὐκ ἐστὶ προσευχή, τῇ τῆς προσευχῆς ἐπωνυμία προσαγορεύεται αὐτῇ ἡ ἀνεκλάλητος χάρις;

Άποκρισις. Τὸ αἴτιον οὕτως εἶναι λέγομεν διότι ἐν τῷ καιρῷ τῆς προσευχῆς δίδοται τοῖς ἀξίοις καὶ ἐκ τῆς προσευχῆς ἔχει τὴν ἀφορμήν. Καθότι οὐκ ἔστι ταύτῃ τῇ ἐπιδόξῳ τόπος ἐπιφοιτήσεως, ἀλλ’ ἡ τὸν τοιοῦτον καιρὸν κατὰ τὴν τῶν Πατέρων μαρτυρίαν. Διὰ τοὶ τοῦτο τῇ ἐπωνυμία τῆς προσευχῆς προσαγορεύεται, διότι ἐκ τῆς προσευχῆς ὁδηγεῖται ὁ νοῦς πρὸς ἐκείνην τὴν μακαριότητα, καὶ διὰ τὸ τὴν προσευχὴν ταύτης εἶναι αἰτίαν καὶ ἐν ἄλλοις καιροῖς χώραν οὐκ ἔχειν, ὡς δηλοῦσι τὰ συγγράμματα τῶν Πατέρων. Εἴδομεν γὰρ πολλοὺς τῶν ἁγίων, ὡς καὶ ἐν τοῖς βίοις αὐτῶν ἐστίν, ἱσταμένους εἰς προσευχὴν καὶ ἁρπαγέντας τὸν νοῦν.

Ἀλλ’ ἐὰν τὶς ἐρώτηση· Τίνος χάριν ἐν τῷ καιρῷ τούτῳ μόνον γίνονται ταῦτα τὰ μεγάλα καὶ ἀνεκλάλητα χαρίσματα; Ἐροῦμεν· Διότι ἐν τούτῳ τῷ καιρῷ πλέον παντὸς καιροῦ ὁ ἄνθρωπος ηὐτρεπισμένος καὶ συνηγμένος τυγχάνει τοῦ προσέχειν τῷ Θεῷ καὶ ἐπιθυμῶν καὶ ἐκδεχόμενος πὰρ’ αὐτοῦ τὸ ἔλεος. Καὶ συντόμως εἰπεῖν, καιρὸς ἐστὶ στάσεως τῆς ἐπὶ τοῦ βασιλέως πύλης εἰς τὸ δέεσθαι. Καὶ ἡ αἴτησις τοῦ δεομένου καὶ παρακαλοῦντος ἐν τούτῳ τῷ καιρῷ πρέπει δοθῆναι. Ποῖος γὰρ ἄλλος καιρὸς ἐστίν, ἐν ᾧ ὁ ἄνθρωπος ηὐτρεπισμένος καὶ ἐν παραφυλακῇ τυγχάνει, ὡς ὁ καιρὸς ἐν ᾧ προσεύχεσθαι μέλλει; Ἢ πρέπον ἐστὶν ἴσως ἐν τῷ καιρῷ ἐν ᾧ καθεύδει ἢ ἐργάζεται τι ἢ πεφυρμένος τὸν νοῦν γίνεται, τυχεῖν ἑνὸς τῶν τοιούτων; Ἰδοὺ γάρ, εἰ καὶ οἱ ἅγιοι καιρὸν ἀργίας οὐ ἔχουσι, διότι ἐν πάσῃ ὥρᾳ ἠσχολημένοι εἴσιν ἐν τοῖς πνευματικοῖς, ἀλλ’ οὖν ἐστὶν ὅταν μὴ ἐν ἑτοιμασίᾳ τῆς προσευχῆς ἱστάμενοι ὦσι πολλάκις γὰρ ἢ μελετῶσιν ἐν τισὶ τῶν ἐν τῇ βίβλῳ ἢ ἐν τῇ θεωρίᾳ τῶν κτισμάτων, μετὰ καὶ τῶν ἄλλων τῶν ὄντων ἐπωφελῶν.

Ἀλλ’ ἐν τῷ καιρῷ τῆς προσευχῆς, τῷ Θεῷ μόνῳ προσέχει τοῦ νοὸς ἡ θεωρία καὶ πρὸς αὐτὸν τείνει πάσας τὰς κινήσεις αὐτοῦ καὶ δεήσεις ἐκ καρδίας μετὰ σπουδῆς καὶ θέρμης διηνεκοῦς προσάγει αὐτῷ. Καὶ διὰ τοῦτο ἐν τούτῳ τῷ καιρῷ, ἐν ᾧ μονωτάτη φροντὶς ἔγκειται τῇ ψυχῇ, πρέπον ἐστὶν ἐξ αὐτοῦ βρύειν θείαν εὐμένειαν. Ἰδοὺ γὰρ βλέπομεν, ὅτι ἡνίκα ὁ ἱερεὺς εὐτρεπισθῇ καὶ εἰς προσευχὴν στῇ, ἐξευμενιζόμενος τὸ θεῖον καὶ δεόμενος καὶ συνάγων τὸν νοῦν, τότε ἐπιφοιτᾷ τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τῷ ἄρτῳ καὶ τῷ οἴνῳ τῷ ἐπιτεθειμένῳ ἐπὶ τῷ θυσιαστηρίῳ.

Καὶ τῷ Ζαχαρίᾳ δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς ὤφθη ὁ Ἄγγελος καὶ τὸν Ἰωάννου τόκον προευηγγελίσατο. Ὁμοίως καὶ τῷ Πέτρῳ ἐπὶ τῷ δωματίῳ προσευχομένῳ ἐν τῷ καιρῷ τῆς ἕκτης ὥρας ὤφθη ἡ ὀπτασίᾳ ἡ ὀδηγήσασα ἔπι τὴν τῶν ἐθνῶν πρόσκλησιν, διὰ τῆς κατενεχθείσης οὐρανόθεν ὀθόνης καὶ τῶν ἐν αὐτῇ ζῴων. Καὶ τῷ Κορνηλίῳ προσευχομένῳ ὤφθη ἄγγελος καὶ εἶπεν αὐτῷ τὰ περὶ αὐτοῦ γεγραμμένα. Καὶ πάλιν Ἰησοῦ, τῷ υἱῷ Ναυή, ἐπὶ πρόσωπον κεκυφότι ἐν προσευχῇ, ἐλάλησεν αὐτῷ ὁ Θεός. Καὶ πάλιν ἐκ τοῦ ἱλαστηρίου τοῦ ἄνωθεν τῆς κιβωτοῦ, ἐξ οὐ ὁ ἱερεὺς ἐμυεῖτο θεόθεν τὰς ὀπτασίας ἑκάστου τῶν ὀφειλομένων ἐν τῷ καιρῷ, ἐν ᾧ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο ἐν τῷ φρικώδει καιρῷ τῆς προσευχῆς, τῶν φυλῶν πασῶν τῶν υἱῶν Ἰσραὴλ συνηγμένων καὶ ἐν τῇ ἐξωτέρῃ ἱσταμένω σκηνῇ εἰς προσευχήν, ἡνίκα εἰσήρχετο ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἅγιων καὶ ἔῤῥιπτεν ἑαυτὸν ἐπὶ πρόσωπον, ἤκουε τῶν λογίων τοῦ Θεοῦ Δί’ ὀπτασίας φοβέρας καὶ ἀνεκλαλήτου. χχχ ᾧ τὶ φοβερὸν ἐκεῖνο τὸ μυστήριον, ὃ ἐλειτουργείτο ἐν ἐκείνῳ τῷ πράγματι! Οὕτω καὶ πᾶσαι αἱ ὀπτασίαι αἱ ἐν τοῖς ἁγίοις φανεῖσαι ἐν τῷ καιρῷ τῆς εὐχῆς γίνονται.

Ποῖος γὰρ καιρὸς ἕτερος ἅγιος καὶ τῷ ἁγιασμῷ πρέπων ἐν τῇ εἰσδοχῇ τῶν χαρισμάτων, ὡς ὁ τῆς προσευχῆς καιρός, ἐν ᾧ συνδιαλέγεται τὶς τῷ Θεῷ; Ἐν τούτῳ γὰρ τῷ καιρῷ, ἐν ᾧ αἱ πρὸς Θεὸν λιταὶ καὶ δεήσεις καὶ αἱ μέτ’ αὐτοῦ συντυχίαι γίνονται, πάσας τὰς κινήσεις καὶ ἐνθυμήσεις πανταχόθεν μετὰ βίας συνάγει ὁ ἄνθρωπος καὶ ἐν τῷ Θεῷ μόνῳ διαλογίζεται καὶ τὴν καρδίαν αὐτοῦ ἐμπιπλαμένην ἐξ αὐτοῦ ἔχει, κἀντεῦθεν συνίησι τὰ ἀκατάληπτα τὸ γὰρ Πνεῦμα τὸ ἅγιον κατὰ τὸ μέτρον ἑκάστου κινεῖται ἐν αὐτῷ, καὶ ἐξ ὧν τὶς προσεύχεται ὕλην λαβών, κινεῖται ἐν αὐτῷ. Ὥστε ἐν τῇ προσοχῇ ἢ προσευχὴ ἐκκόπτεται τῆς κινήσεως καὶ ἐν τῇ ἐκπλήξει καταπλήττεται καὶ καταποθεῖται ὁ νοῦς καὶ τῆς ἐπιθυμίας τοῦ ἴδιου αἰτήματος ἐπιλανθάνεται. Καὶ ἐν βαθείᾳ μέθῃ βαπτίζονται αἱ κινήσεις αὐτοῦ καὶ οὐκ ἐστὶν ἐν τούτῳ τῷ κόσμῳ, καὶ τότε οὐκ ἔσται ἐκεῖ διαφορὰ ψυχῆς οὐδὲ σώματος οὔτε τινὸς μνήμη. Καθὼς ἔφη ὁ θεῖος καὶ μέγας Γρηγόριος

«Προσευχὴ ἐστὶ καθαρότης νοός, ἥτις μόνῃ ἐκ τοῦ φωτὸς τῆς ἁγίας Τριάδος μέτ’ ἐκπλήξεως τέμνεται». Ὁρᾷς πῶς τέμνεται ἡ προσευχὴ διὰ τῆς ἐκπλήξεως τῆς κατανοήσεως ἐκείνων τῶν ἐξ αὐτῆς τικτομένων ἐν τῷ νοῖ, καθὼς προέφην ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος καὶ ἐν ἄλλοις πολλοῖς τόποις; Καὶ πάλιν ὁ αὐτὸς ἔχει.

«Καθαρότης νοὸς ἐστὶ μετεωροπορία τῶν νοητῶν, ἥτις ἁμιλλᾶται τῇ οὐρανίῳ χροιᾷ, ἐφ’ ἧ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας Τριάδος».

Ἐρώτησις. Καὶ πότε ἀξιοῦται τὶς ταύτης τῆς χάριτος ὅλης;

Ἀπόκρισις. Ἐν τῷ καιρῷ τῆς προσευχῆς, φησίν, ὅταν ὁ νοῦς ἀποδύηται τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύηται τὸν νέον τῆς χάριτος, τότε τὴν ἑαυτοῦ καθαρότητα ὄψεται ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ, ἥτις Θεοῦ τόπος ὑπὸ τῆς γερουσίας τῶν υἱῶν Ἰσραὴλ ὠνόμασται, ἡνίκα ὤφθη αὐτοῖς ἐν τῷ ὄρει. Οὐκοῦν, ὡς εἶπον, οὐχὶ πνευματικὴν προσευχὴν δεῖ καλεῖν ταύτην τὴν δωρεὰν τὴν χάριν, ἀλλὰ τοκετὸν τῆς καθαρᾶς προσευχῆς, τῆς διὰ τοῦ ἁγίου Πνεύματος καταπεμπομένης. Τότε ὁ νοῦς ἐκεῖσε ὑπεράνω τῆς προσευχῆς γίνεται καὶ ἐν τῇ εὑρέσει τῆς κρείττονος, ἡ προσευχὴ καταλείπεται. Καὶ τότε οὐ προσευχῇ προσεύχεται, ἀλλ’ ἐν ἐκστάσει γίνεται ἐν τοῖς ἀκαταλήπτοις πράγμασι, τοῖς ὑπερκειμένοις τοῦ τῶν θνησκόντων κόσμου, καὶ σεσίγηται ἐν ἀγνοίᾳ πάντων τῶν ἐνθάδε. Αὕτη ἐστὶν ἡ ἄγνοια, ἡ ὑπέρτερα τῆς γνώσεως, ἥτις εἴρηται. Αὕτη ἐστὶ περὶ ἧς εἴρηται, μακάριος ὁ καταλαβὼν τὴν ἄγνοιαν, τὴν τῆς προσευχῆς ἀχώριστον, ἧς ἀξιωθείημεν χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.

χχχ ᾧ πρέπει πασὰ δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΓ’ - Περὶ τοῦ τρόπου τῆς εὐχῆς καὶ τῶν λοιπῶν τῶν ἐξ ἀνάγκης ζητουμένων περὶ τῆς διηνεκοῦς μνήμης καὶ πολυμερῶς ὠφελουμένων, ἐὰν τὶς ἐν διακρίσει ἀναγινώσκων φυλάττῃ αὐτὰ
Προηγούμενο: ΛΟΓΟΣ ΛΑ’ - Περὶ διαφορᾶς τῆς ἐν ἡσυχίᾳ διακρίσεως καὶ περὶ τῆς τοῦ νοὸς ἐξουσίας καὶ μέχρι τινὸς ἔχει ταύτην τὴν ἐξουσίαν τοῦ κινῆσαι τὰς ἰδίας κινήσεις ἐν τῇ διαφορᾷ τῶν τῆς προσευχῆς σχημάτων. Καὶ τὶς ὁ τῇ φύσει δεδομένος ὄρος τῆς προσευχῆς καὶ τινὸς μέχρι ἐξουσιάζεις ἐν αὐτῇ προσεύχεσθαι καὶ ὃν διαβαινούσης ὅρον, μὴ εἶναι ταύτην προσευχήν, εἰ καὶ προσηγορίᾳ προσευχῆς λέγεται τὸ τελούμενον
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος