Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ φυλακῆς μνημῶν
Προηγούμενο: ΛΟΓΟΣ ΛΒ’ - Περὶ τῆς καθαρᾶς Προσευχῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΓ’ - Περὶ τοῦ τρόπου τῆς εὐχῆς καὶ τῶν λοιπῶν τῶν ἐξ ἀνάγκης ζητουμένων περὶ τῆς διηνεκοῦς μνήμης καὶ πολυμερῶς ὠφελουμένων, ἐὰν τὶς ἐν διακρίσει ἀναγινώσκων φυλάττῃ αὐτὰ

Τὸ βεβαιωθῆναι τινὰ ἐν τῇ αἰτήσει τῆς εὐχῆς αὐτοῦ ἐν τῇ ἐλπίδι τοῦ Θεοῦ, τοῦτο μέρος ἄριστον τῆς χάριτος τῆς πίστεως. Βεβαίωσις δὲ τῆς εἰς Θεὸν πίστεως οὐκ ἐστὶν ἡ ὑγεία τῆς ὁμολογίας, εἰ καὶ μήτηρ ἐστὶ τῆς πίστεως, ἀλλὰ ψυχὴ ἡ θεωροῦσα τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐκ τῆς τῆς πολιτείας δυνάμεως. Ὅταν εὕρῃς ἐν ταῖς ἁγίαις Γραφαῖς τὴν πίστιν μεμιγμένην ταῖς πολιτείαις, οὐχὶ περὶ τῆς ὀρθῆς ὁμολογίας θήσεις τὴν περὶ αὐτῆς θεωρίαν. Οὐδέποτε γὰρ καταλαμβάνεται ἡ πίστις, ἡ παρέχουσα πληροφορίαν τῆς ἐλπίδος, ἐκ τῶν ἀβαπτίστων ἢ ἐκ τῶν ἐφθαρμένων τὴν διάνοιαν ἐκ τῆς ἀληθείας. Πληροφορίᾳ γὰρ τῆς πίστεως ἀποκαλύπτεται τοῖς ὑψηλοῖς ἐν τῇ ψυχῇ, κατὰ τὴν ἀναλογίαν τῶν τρόπων τῶν προσεχόντων εἰς τὴν χχχ. Ἡ διηνεκὴς μελέτη ἐν τῇ Γραφῇ τὸ φῶς ἐστὶ τῆς ψυχῆς. Αὕτη γὰρ ἐνσημαίνει τῇ ψυχῇ μνήμας ὠφελίμους, τοῦ παραφυλάξασθαι ἐκ τῶν παθῶν, τοῦ διαμένειν τε ἐν τῷ πρὸς Θεὸν πόθῳ, ἐν τῇ ἁγνείᾳ τῆς προσευχῆς, ἀλλὰ καὶ κατευθύνει ἔμπροσθεν ἡμῶν ὁδὸν εἰρήνης τῶν ἰχνῶν τῶν ἁγίων. Ὅμως μὴ διστάσῃς εἰς τὰς εὐχὰς ἡμῶν τῶν στίχων, ὅτε οὐκ ἀκολουθεῖ αὐταῖς πολὺ ἐξυπνισμός καὶ κατάνυξις διηνεκής, ἢ ἐν ταῖς εὐχαῖς ἢ ἐν τῇ ἀναγνώσει κατὰ πᾶσαν ὥραν.

Λόγους ἀπὸ πείρας λεγομένους ἐξ ἀνάγκης δέχου, εἰ καὶ ὁ λαλῶν αὐτοὺς ἰδιώτης ἐστί. Διότι οἱ θησαυροὶ τῶν βασιλέων οἱ μεγάλοι τῶν ἐπὶ τῆς γῆς οὐ καταφρονοῦσι δέξασθαι προσθήκην ἀβόλου ἀπαιτητοῦ καὶ ἐκ τῶν ρυάκων τῶν μικρῶν πλημμυρούνται οἱ ποταμοὶ καὶ μεγαλύνονται ἐν τῇ ῥύσει αὐτῶν.



Ἑπόμενο: Περὶ φυλακῆς μνημῶν
Προηγούμενο: ΛΟΓΟΣ ΛΒ’ - Περὶ τῆς καθαρᾶς Προσευχῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος