Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περί διαφορᾶς τῆς ἀγάπης
Προηγούμενο: ΛΟΓΟΣ ΛΓ’ - Περὶ τοῦ τρόπου τῆς εὐχῆς καὶ τῶν λοιπῶν τῶν ἐξ ἀνάγκης ζητουμένων περὶ τῆς διηνεκοῦς μνήμης καὶ πολυμερῶς ὠφελουμένων, ἐὰν τὶς ἐν διακρίσει ἀναγινώσκων φυλάττῃ αὐτὰ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Περὶ φυλακῆς μνημῶν

Ἐὰν γὰρ ἡ μνήμη τῶν ἀγαθῶν ἀνακαινίζῃ ἐν ἡμῖν τὴν ἀρετήν, ὅταν ταῦτα διαλογιζώμεθα, δῆλον ὅτι καὶ ἡ μνήμη τῆς ἀκολασίας ἀνακαινίζει ἐν τῇ διάνοια ἡμῶν ἐπιθυμίαν αἰσχράν, ὅταν αὐτῆς μνημονεύσωμεν. Διότι ἡ ἕκαστου τούτων μνήμη διαφορὰν τῶν πραγμάτων ἐνσημαίνει καὶ διαγράφει ἐν τοῖς διαλογισμοῖς ἡμῶν καὶ δεικνύει ἡμῶν ὥσπερ ἐν δακτύλῳ, ἢ τῶν λογισμῶν ἡμῶν αἰσχρότητα ἢ τὸ τῆς πολιτείας τῆς ἡμετέρας ὑψηλόν, καὶ κραταιοὶ ἐν ἡμῖν τοὺς λογισμοὺς καὶ τὰς κινήσεις, ἤτοι τῶν δεξιῶν ἢ τῶν ἀριστερῶν. Καὶ γινόμεθα μελετῶντες ἐν τῷ κρυπτῷ τῆς διανοίας ἡμῶν, καὶ εἰκονίζεται ὁ μερισμὸς τῆς πολιτείας ἡμῶν ἐν τῇ μελέτη τῆς διανοίας ἡμῶν, ἵνα ἐξ ἀνάγκης θεωρῶμεν ἑαυτοὺς διαπαντός.

Λοιπόν, οὐχὶ ἡ μελέτη μόνη βλάπτει τὸν ἔχοντα αὐτήν, ἀλλὰ σὺν αὐτῇ καὶ ἡ θεωρία καὶ ἡ μνήμη πάλιν ἡ ταῦτα ἀναπληροῦσα. Καὶ οὐ μόνῃ ἡ ἐργασία τῆς ἀρετῆς βοηθεῖ τῷ τελειοῦντι αὐτὴν μεγάλως, ἀλλὰ καὶ ἡ φαντασία τῆς διανοίας, ἡ εἰκονιζόμενη ἐκ τῆς μνήμης τῶν προσώπων τῶν ἐργασαμένων αὐτήν.

Καὶ ἐκ τούτου γνωστὸν ἐστίν, ὅτι οἱ πλεῖστοι, οἱ τὴν τάξιν τῆς καθαρότητος φθάσαντες πρὸς θεωρίαν τινῶν ἁγίων, ἀξιοῦνται ἐν τῇ θεωρίᾳ τῆς νυκτὸς πάντοτε, καὶ ἐν τῇ ἡμέρᾳ κατὰ πᾶσαν ὥραν ὕλη αὐτοῖς χαρᾶς ἐγγίνεται ἐν τῇ τῆς διανοίας νοητὴ ἀδολεσχίᾳ ἡ τούτων θεωρίᾳ σφραγισθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν. Καὶ τούτου χάριν ἐν θερμότητι προσέρχονται τῇ ἐργασίᾳ τῶν ἀρετῶν καὶ φλὸξ περισσὴ ἐμπίπτει ἐν αὐτοῖς εἰς τὴν ἐπιθυμίαν αὐτῶν.

Καὶ λέγουσιν ὅτι οἱ ἅγιοι ἄγγελοι λαμβάνουσι τὰ ὁμοιώματα τίνων ἁγίων, τῶν τιμίων καὶ ἀγαθῶν, καὶ δεικνύουσιν αὐτὰ ἐν τῇ φαντασία τοῦ ὕπνου τῇ ψυχὴ ἐν τῷ μετεωρισμῷ τῶν διαλογισμῶν αὐτῆς, εἰς χαρὰν καὶ περιποίησιν καὶ ἀγαλλίαμα. Καὶ ἐν ἡμέρᾳ κινοῦσιν αὐτὰ ἀεὶ ἐν τῇ τῶν λογισμῶν αὐτῶν θεωρίᾳ, καὶ ἐλαφρύνεται ἡ ἐργασία αὐτῆς ἐκ τῆς χαρᾶς τῶν ἁγίων.

Οὕτω καὶ ἐν τῇ συνεχείᾳ τῶν πολέμων. Ὃ ἔχων συνήθειαν μελετᾶν ἐν τοῖς κακοῖς, ὑπὸ τῶν δαιμόνων ἐν τῇ ὁμοιότητι ταύτῃ φαντάζεται. Λαμβάνουσι γὰρ ὁμοίωσιν καὶ δεικνύουσι τῇ ψυχὴ φαντασίας πτοούσας αὐτήν, πλέον ἐν τῇ μνήμῃ τῇ ἡμερινῇ ἐν τούτοις μεσάζοντες. Καὶ ποτὲ μὲν ἐν τῇ θεωρίᾳ ταύτῃ τῇ φοβερᾷ, τῇ πτοούσῃ τὴν ψυχήν, ἀσθενεῖν αὐτὴν ποιοῦσι, ποτὲ δὲ πάλιν δεικνύουσιν αὐτῇ τὴν δυσχέρειαν τῆς πολιτείας, τὴν ἐν τῇ ἡσυχίᾳ καὶ τῇ μονώσει καὶ ἕτερα τίνα.

Καὶ ἡμεῖς οὖν, ἀδελφοί, περὶ τοῦ προσέχειν ταῖς μνήμαις καὶ τούτων τεκμαίρεσθαι τὴν κατάστασιν τῆς ψυχῆς, λάβωμεν ἄρτι τὸ διακρίνειν ἀεὶ ἐν ταῖς μνήμαις τῆς μελέτης ἡμῶν, ποίαις ὁμιλοῦμεν αὐτῶν καὶ ποίαις ἀποδιώκομεν ἀφ’ ἡμῶν ταχέως, ὅταν προσεγγίσωσι τῷ φρονήματι ἡμῶν, ἐὰν ταῖς ἐκ τῆς προνοίας διαμονῶν τῶν ῥιπτόντων τὴν ὕλην τοῖς πάθεσιν, εἴτε ταῖς ἐκ τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ, ἢ ταῖς ἐκ τῶν ἁγίων ἀγγέλων τῶν παρεχόντων τὸ νεῦμα τῆς χαρᾶς καὶ τῆς γνώσεως, τὰς μνήμας τε τὰς ἐν τοῖς λογισμοῖς τὰς ἐξυπνιζούσας ἡμᾶς ἐν τῷ πρὸς ἡμᾶς αὐτῶν πλησιασμῷ, ἢ ταῖς ἐκ τῶν προλήψεων τῶν προλαβουσῶν ἐν αἰσθήσει, ἐξ ὧν κινοῦνται ἐν τῇ ψυχὴ οἱ λογισμοί, οἱ ἁρπάζοντες ἐν τῷ μέρει τῷ ἑνὶ ἐξ αὐτῶν. Τὴν δὲ πεῖραν τῶν δύο τούτων ἐν τῇ διαγνώσει τῆς διακρίσεως κτησόμεθα, τὴν θεωρίαν τε αὐτῶν καὶ τὴν ὁμιλίαν καὶ τὴν ἐργασίαν τῶν ἔργων αὐτῶν, καὶ ἑκάστῃ ἐξ αὐτῶν ἀκολουθεῖν ποιήσομεν εὐχὴν ἀφωρισμένην.



Ἑπόμενο: Περί διαφορᾶς τῆς ἀγάπης
Προηγούμενο: ΛΟΓΟΣ ΛΓ’ - Περὶ τοῦ τρόπου τῆς εὐχῆς καὶ τῶν λοιπῶν τῶν ἐξ ἀνάγκης ζητουμένων περὶ τῆς διηνεκοῦς μνήμης καὶ πολυμερῶς ὠφελουμένων, ἐὰν τὶς ἐν διακρίσει ἀναγινώσκων φυλάττῃ αὐτὰ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος