Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὅτι οὗ δεῖ ἀντιλέγειν τοῖς λογισμοῖς, ἀλλὰ παραῤῥιπτεῖν ἑαυτὸν τῷ Θεῷ
Προηγούμενο: Περὶ φυλακῆς μνημῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Περί διαφορᾶς τῆς ἀγάπης

Ἀγάπη, ἢ ἐκ τίνων γινομένη πραγμάτων, ὡς λαμπὰς ἐστὶ μικρὰ ἐκ τοῦ ἐλαίου ἐκτρεφομένη, καὶ οὕτω συνίσταται τὸ φῶς αὐτῆς ἢ καὶ ὡς χείμαῤῥος ῥέων ἐκ τοῦ ὑετοῦ, οὗπερ ἡ ῥεύσις καταπαύεται, τῆς συνιστώσης αὐτὸν ὕλης λεῖψιν παθούσης. Ἡ ἀγάπη δέ, ἡ τὸν Θεὸν αἴτιον ἔχουσα, ὡς πηγὴ ἐστὶ βρύουσα καὶ οὐδέποτε τὰ ῥεύματα αὐτῆς ἀνακόπτεται αὐτὸς γὰρ μόνος ἐστὶ τῆς ἀγάπης πηγὴ καὶ ἀνελλιπὴς ἡ ὕλη αὐτῆς.

Πῶς ὀφείλεις εὔχεσθαι ἀρεμβάστως Θέλεις τρυφῆσαι ἐν τῇ στιχολογίᾳ τῆς λειτουργίας σου καὶ λαβεῖν αἴσθησιν τῶν λογίων τοῦ Πνεύματος τῶν ὑπὸ σοῦ λεγομένων; Τελείως τὴν ποσότητα ἄφες καὶ τὴν γνῶσιν τῶν μέτρων τῶν ἐν αὐτοῖς μὴ στήσῃς καὶ τοὺς στίχους ἵνα λέγῃς ὡς ἐν τοῖς τρόποις τῆς εὐχῆς, καὶ τὸν ἐκστηθισμόν τὸν συνήθη κατάλειψαι, καὶ νόησον ὅπερ σοι λέγω. Καὶ ὅπερ ἱστορικῶς εἴρηται, ὡς ἐν ἀναγνώσει τινὸς τῶν ὑπὸ Θεοῦ κυβερνωμένων, ἔστω ἡ διάνοια σου θεωροῦσα ἐν τῇ μελέτῃ αὐτῶν, ἕως ἂν εἰς τὰς κατανοήσεις αὐτῶν τὰς μεγάλας ἐξυπνισθῇ σου ἡ ψυχὴ τῇ ἐκπλήξει τῆς οἰκονομίας καὶ ἐκ τούτου κινηθῆναι ἢ εἰς δοξολογίαν ἢ εἰς λύπην ἐπωφεληθή. Καὶ εἰ τὶ ἐστὶν εἰς εὐχήν, καθ’ ἑαυτοῦ λάβε. Καὶ ὅταν βεβαιωθῇ ἡ διάνοια ἐν τούτοις, ἡ σύγχυσις ἔκτοτε δίδωσι τόπον καὶ ἀπέρχεται.

Οὒκ ἔστι γὰρ ἐν τῇ ἐργασίᾳ τῇ δουλικῇ εἰρήνη τῆς διανοίας, οὐδὲ ἐν τῇ ἐλευθερίᾳ τῶν τέκνων σύγχυσις τῆς ταραχής. Ἔθος γὰρ ἔχει ἡ σύγχυσις ἀφαιρεῖν τὴν γεῦσιν τῆς συνέσεως καὶ τῆς κατανοήσεως καὶ σκυλεῦσαι τὰ νοήματα τὰ ἐν αὐτοῖς, καθάπερ βδέλλα ἡ συμπίνουσα τὴν ζωὴν τῶν σωμάτων ἐν τῷ αἵματι τῶν μελῶν αὐτῶν. Καὶ γὰρ ὄχημα διαβόλου, εἰ δυνατόν, πρέπει ὀνομάζεσθαι τὴν σύγχυσιν. Διότι ὃ σατανᾶς κατὰ τὴν ὁμοίωσιν τοῦ ἡνιόχου ἔθος ἔχει ἐπιβαίνειν τῷ νῷ καὶ λαμβάνειν τὸ ἄθροισμα μέτ’ αὐτοῦ τῶν παθῶν καὶ εἰσέρχεσθαι εἰς τὴν ταλαίπωρον ψυχὴν καὶ καταποντίζειν αὐτὴν ἐν συγχύσει.

Καὶ τοῦτο δὲ ἐν διακρίσει νόησον. Μὴ γίνου ἐν τοῖς στίχοις τῆς ψαλμῳδίας σου ὡς πάρ’ ἄλλου δεχόμενος τοὺς λόγους, ἵνα μὴ οἰηθῇς τὸ ἔργον τῆς μελέτης πληθύνειν ἀδιαλείπτως, καὶ τῆς κατανύξεως καὶ τῆς χαρᾶς τῆς ἐν αὐτοῖς παρέλθῃς τελείως ἀλλ’ ὡς ἐξ ἑαυτοῦ, ἵνα λέγῃς τοὺς λόγους σου ἐν τῇ δεήσει σου ἐν κατανύξει καὶ κατανοήσει τῆς διακρίσεως, ὡς ὁ συνίων τὸ ἔργον αὐτοῦ ἀληθῶς. Σημείωσαι πόθεν τίκτεται ἡ ἀκηδία καὶ πόθεν ὁ μετεωρισμός.

Ἡ ἀκηδία ἐκ τοῦ μετεωρισμοῦ τῆς διανοίας, καὶ οὗτος ἐκ τῆς τῶν ἔργων ἀργίας καὶ τῆς ἀναγνώσεως καὶ τῆς ματαίας συντυχίας ἢ γίνεται, τῆς γαστρὸς πεπληρωμένης.



Ἑπόμενο: Ὅτι οὗ δεῖ ἀντιλέγειν τοῖς λογισμοῖς, ἀλλὰ παραῤῥιπτεῖν ἑαυτὸν τῷ Θεῷ
Προηγούμενο: Περὶ φυλακῆς μνημῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος