Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ δακρύων
Προηγούμενο: Περί διαφορᾶς τῆς ἀγάπης
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Ὅτι οὗ δεῖ ἀντιλέγειν τοῖς λογισμοῖς, ἀλλὰ παραῤῥιπτεῖν ἑαυτὸν τῷ Θεῷ

Ὁ μὴ ἀντιλέγων τοῖς ἐν ἡμῖν ὑποσπειρομένοις ὑπὸ τοῦ ἐχθροῦ λογισμοῖς, ἀλλὰ διὰ τῆς πρὸς τὸν Θεὸν ἱκεσίας τὴν πρὸς αὐτοὺς ὁμιλίαν ἐκκόπτων, τοῦτο σημεῖον ἐστίν, ὅτι εὗρεν ὁ νοῦς σοφίαν παρὰ τῆς χάριτος καὶ ἐκ πολλῶν ἔργων ἠλευθέρωσεν αὐτὸν ἡ γνῶσις αὐτοῦ ἡ ἀληθινή. Καὶ ἐν τῇ εὑρέσει τῆς συντόμου τρίβου, ἦν ἔφθασε, τὸν πολὺν μετεωρισμὸν τῆς μακρὰς ὁδοῦ ἐξέκοψε. Διότι οὐκ ἐν παντὶ καιρῷ ἔχομεν δύναμιν ἀντιλέγειν πᾶσι τοῖς λογισμοῖς, τοῖς ἀντικειμένοις ἡμῖν, ὥστε παῦσαι αὐτούς, ἀλλὰ πολλάκις λαμβάνομεν πληγὴν ἐξ αὐτῶν, τὴν μὴ θεραπευομένην ἐν πολλῷ καιρῷ. Ἐξ ἐναντίας γὰρ τούτων τῶν ἐχόντων ἑξακισχιλίους χρόνους εἰσφέρει ἑαυτὸν δογματίσαι. Καὶ γίνεται τοῦτο αὐτοῖς παρασκευή, ἐν ᾗ δυνήσονται πλῆξαί σε ὑπέρμετρα τῆς σοφίας σου καὶ τῆς φρονήσεώς σου. Ἀλλὰ καὶ ὅτε νικήσεις αὐτοὺς σύ, ὁ ῥύπος τῶν λογισμῶν μολύνει τὴν διάνοιάν σοῦ καὶ ἡ ὀσμὴ τῆς δυσωδίας αὐτῶν πολλὴν ἐναπομένει καιρὸν τῇ ὀσφρήσει σοῦ. Ἐν τῷ πρώτῳ δὲ τρόπῳ ἐκ τούτων ἁπάντων μετὰ τοῦ φόβου γίνῃ ἐλεύθερος. Διότι οὐκ ἔστι βοήθεια ἄλλη, ὡς ὁ Θεός.



Ἑπόμενο: Περὶ δακρύων
Προηγούμενο: Περί διαφορᾶς τῆς ἀγάπης
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος