Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ ἐργόχειρου καὶ φιλαργυρίας
Προηγούμενο: Ὅτι οὗ δεῖ ἀντιλέγειν τοῖς λογισμοῖς, ἀλλὰ παραῤῥιπτεῖν ἑαυτὸν τῷ Θεῷ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Περὶ δακρύων

Τὰ δάκρυα τὰ ἐν τῇ εὐχῇ σημεῖον ἐστὶ τοῦ ἐλέους τοῦ Θεοῦ, οὗπερ ἠξιώθη ἡ ψυχὴ ἐν τῇ ἑαυτῆς μετάνοια, καὶ ὅτι προσεδέχθη καὶ ἤρξατο εἰσέρχεσθαι εἰς πεδιάδα τῆς καθαρότητος ἐν τοῖς δάκρυσιν. Ἐὰν γὰρ μὴ ἀρθῶσιν οἱ λογισμοὶ τῶν παρερχομένων καὶ ῥίψωσιν ἐξ ἑαυτῶν τὴν ἐλπίδα τοῦ κόσμου καὶ κινηθῇ ἐξ αὐτῶν ἡ καταφρόνησις αὐτοῦ καὶ ἄρξωνται ἀγαθὰ ἐφόδια τῆς ἐξόδου αὐτῶν παρασκευάζειν καὶ ἄρξωνται ἐν τῇ ψυχῇ λογισμοὶ κινεῖσθαι τῶν ὄντων ἐκεῖσε, οὐ δύνανται οἱ ὀφθαλμοὶ δακρύειν. Τὰ δάκρυα γὰρ ἐκ τῆς ἀκραιφνοῦς ἀδολεσχίας καὶ ἀμετεωρίστου, τῶν λογισμῶν τε τῶν πολλῶν καὶ συνεχῶν καὶ ἀκλινῶς γινομένων, καὶ ἐκ μνήμης τινὸς λεπτοῦ γινομένου ἐν τῇ διάνοια καὶ λυποῦντος τὴν καρδίαν ἐκ τῆς μνήμης αὐτοῦ. Καὶ ἐκ τούτων τὰ δάκρυα πληθύνονται καὶ ἐπὶ πλέον αὐξάνονται.



Ἑπόμενο: Περὶ ἐργόχειρου καὶ φιλαργυρίας
Προηγούμενο: Ὅτι οὗ δεῖ ἀντιλέγειν τοῖς λογισμοῖς, ἀλλὰ παραῤῥιπτεῖν ἑαυτὸν τῷ Θεῷ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος