Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΔ’ - Περὶ μετανοιῶν καὶ ἕτεροι λόγοι
Προηγούμενο: Περὶ δακρύων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Περὶ ἐργόχειρου καὶ φιλαργυρίας

Ὅταν στραφῇς εἰς τὸ ἔργον τῶν χειρῶν ἐν τῇ διαμονῇ τῆς ἡσυχίας σου, μὴ θήσης τὴν ἐντολὴν τῶν Πατέρων κάλυμμα τῆς φιλαργυρίας σου. Ἔργον μικρὸν ἔστω σοι χάριν τῆς ἀκηδίας σου, τὸ μὴ ταράσσον τὸν νοῦν. Ἐὰν σύνην τῷ ἔργῳ χρήσασθαι πλέον ἐπιθυμῇς, γνῶθι, ὅτι ἡ εὐχὴ ἀνωτέρα ταύτης ἐστὶν ἐν τῇ τάξει αὐτῆς. Ἐὰν δὲ διὰ τὴν χρείαν τοῦ σώματος σου, εἰ μὴ ἄπληστος ἧ, ἀρκεῖ σοι εἰς πλήρωσιν τῆς χρείας σου ἐκεῖνο, ὅπερ ὁ Θεὸς οἰκονομεῖ σοι. Οὐδὲ ποτὲ γὰρ ἀφῆκεν ὁ Θεὸς τοὺς ἐργάτας αὐτοῦ ἐνδεεῖς γενέσθαι τῶν παρερχομένων. «Ζητεῖτε γὰρ πρῶτον», εἶπεν ὁ Κύριος, «τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», πρὸ τοῦ αἰτήσασθαι ὑμᾶς.

Εἶπε γὰρ τὶς τῶν ἅγιων, ὅτι οὐχὶ αὕτη ἐστὶν ἡ τάξις τῆς πολιτείας σου, τοῦ κορέσαι τοὺς πεινῶντας καὶ γενέσθαιτο κελλίον σου ξενοδοχεῖον τῶν ξένων. Αὕτη γὰρ ἡ πολιτεία τῶν κοσμικῶν ἐστὶ καὶ μᾶλλον αὐτοῖς πρέπει ὡς καλόν, οὐχὶ τοῖς ἀναχωρηταῖς καὶ ἐλευθέροις τῶν ὁρωμένων καὶ φυλάττουσι τὸν νοῦν αὐτῶν ἐν τῇ προσευχῇ.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΔ’ - Περὶ μετανοιῶν καὶ ἕτεροι λόγοι
Προηγούμενο: Περὶ δακρύων
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος