Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ τῆς σιωπῆς
Προηγούμενο: Περὶ ἐργόχειρου καὶ φιλαργυρίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΔ’ - Περὶ μετανοιῶν καὶ ἕτεροι λόγοι

Μὴ ψηφίσῃς ἀργίαν τὴν ἔκτασιν τῆς εὐχῆς τῆς ἀμετεωρίστου, τῆς συνηγμένης καὶ μακράς, διὰ τὸ καταλεῖψαί σε τοὺς ψαλμούς. Πλέον δὲ τῆς μελέτης τῆς στιχολογίας, τὰς μετανοίας ἐν τῇ προσευχῇ ἀγάπησον. Ὅτε δώσει σοι χεῖρα αὕτη, τὸν τόπον τῆς λειτουργίας ἀναπληροῖ, καὶ ὅτε ἐν αὐτῇ τῇ λειτουργίᾳ δοθῇ σοι τὸ χάρισμα τῶν δακρύων, μὴ ψήφισης τὴν ἐν αὐτοῖς τρυφὴν ἀργίαν ἐξ αὐτῆς. Πλήρωμα γὰρ τῆς εὐχῆς ἡ χάρις ἡ τῶν δακρύων.

Ἐν τῷ καιρῷ, ἐν ὦ ἡ διάνοια σου ἐσκορπισμένη ἐστί, πλέον τῆς εὐχῆς τῇ ἀναγνώσει ἔμμεινον. Οὐ πᾶσα δὲ γραφὴ ὠφέλιμος, καθὼς ἐῤῥέθη. Πολὺ πλέον τῶν ἔργων τὴν ἡσυχίαν ἀγάπησον. Τίμησον τὴν ἀνάγνωσιν, εἰ δυνατόν, κρεῖττον τῆς στάσεως. Αὕτη γὰρ πηγὴ ἐστὶ τῆς καθαρᾶς εὐχῆς. Μὴ οὖν ἀμελήσῃς παντελῶς, νῆφε δὲ ἐκ τοῦ μετεωρισμοῦ. Τῆς γὰρ πολιτείας ῥίζα ἡ ψαλμῳδία. Ὅμως καὶ τοῦτο γνῶθι, ὅτι τῆς στιχολογίας τῆς μετὰ τοῦ μετεωρισμοῦ, τὰ ἔργα τοῦ σώματος πλέον ὠφελοῦσι, τὸ δὲ λυπεῖσθαι κατὰ διάνοιαν, τὸν κόπον ὑπερβάλλει τοῦ σώματος.

Ἐν τῷ καιρῷ τῆς ἀμελείας νῆφε καὶ κίνησον μικρὸν τὸν τὸν ζῆλον μεγάλως γὰρ ἐξυπνίζει τὴν καρδίαν καὶ διαθερμαίνει τὰ νοήματα τῆς ψυχῆς. Ἐξ ἐναντίας τῆς ἐπιθυμίας ἐν τῷ τῆς ἀμελείας καιρῷ, τῇ φύσει ὁ θυμὸς βοηθεῖ λύει γὰρ τὴν ψυχρότητα τῆς ψυχῆς. Ἐκ τούτων γὰρ τῶν αἰτίων εἴωθεν ἔρχεσθαι καθ’ ἡμῶν ἡ ἀμέλεια ἡ ἐκ τοῦ βάρους τῆς γαστρὸς ἢ ἐκ τῶν πολλῶν ἔργων.

Ἡ εὐταξία τῆς ἐργασίας τὸ φῶς ἐστὶ ἐπὶ τοῦ φρονήματος. Οὐκ ἐστὶν ἄλλο τι, ὡς ἡ γνῶσις. Πᾶσα εὐχῇ ἦν προσφέρεις ἐν τῇ νυκτί, πασῶν τῶν τῆς ἡμέρας πράξεων ἔστω ἐν ὀφθαλμοῖς σου τιμιωτέρα. Μὴ βαρύνῃς τὴν γαστέρα σου, ἵνα μὴ συγχυθῇ ἡ διάνοια σου καὶ ἔσῃ τεταραγμένος ἐν τῷ μετεωρισμῷ, ὅταν ἀναστῇς νυκτὸς καὶ ἐκλυθῶσι τὰ μέλη σοῦ καὶ αὐτὸς εὑρέθης γυναικώδους πεπληρωμένος χαυνώσεως, οὐ μὴν δέ, ἀλλὰ καὶ ἡ ψυχὴ σου ἐσκοτισμένῃ καὶ τὰ νοήματα σου τεθολωμένα καὶ οὐ δύνῃ συνάξαι αὐτὰ παντελῶς ἐν τῇ στιχολογίᾳ,διὰ τὴν σκότωσιν, καὶ μωραίνηται ἐν σοὶ ἡ τῶν πάντων γεῦσις, καὶ οὐ γλυκαίνηταί σοι ἡ στιχολογίᾳ τῆς ψαλμῳδίας, ἧς διὰ τῆς ἐλαφρότητος καὶ λαμπρότητος τῆς διανοίας ὁ νοῦς εἴωθε γεύεσθαι μεθ’ ἡδονῆς τῆς ἐν αὐτῇ διαφοράς.

Ὅταν γὰρ ἡ εὐταξίᾳ τῆς νυκτὸς ταραχθῇ, τότε καὶ ἐν τῇ ἡμερινὴ ἐργασίᾳ γίνεται ὁ νοῦς συγκεχυμένος, καὶ ἐν σκοτώσει διαπορευόμενος καὶ ἐντρυφά. Ἐπιπίπτει γὰρ ὡς καταιγὶς ἐπὶ τὰ νοήματα, καὶ ἐὰν εἰς εὐχὴν κινηθῇ καὶ ἐὰν εἰς μελέτην. Ἡ ἡδονὴ γὰρ ἡ ἐν ἡμέρᾳ διδομένη τοῖς ἀσκηταῖς ἐκ τοῦ φωτὸς τῆς ἐργασίας τῆς νυκτὸς βρύει ἐπὶ τῷ νῷ τῷ καθαρῷ.

Ἕκαστος ἄνθρωπος, ὃς οὐ ἔλαβε πεῖραν τῆς ἡσυχίας τῆς μακράς, μὴ προσδοκήσῃ μαθεῖν ἐξ ἑαυτοῦ τὶ πλέον ἐν τοῖς ἀγαθοῖς τῆς ἀσκήσεως, εἰ καὶ μέγας ἐστὶ σοφὸς καὶ διδάσκαλος, ἔχων πολλὰ κατορθώματα.

Παραφύλαξαι, μὴ ἐπὶ πλέον ἐξασθένηση τὸ σῶμα σου, ἵνα μὴ ἐνδυναμωθῇ κατὰ σοῦ ἡ ἀμέλεια καὶ ψυχράνη τὴν ψυχὴν σου ἐκ τῆς γεύσεως τῆς ἐργασίας αὐτῆς. Ὡς ἐν ζυγῷ ἁρμόζει σταθμίσαι ἕκαστον τὴν ἑαυτοῦ πολιτείαν. Ἐν τῷ καιρῷ, ἐν ᾧ κορέννυσαι, παραφύλαξαι ὀλίγον ἐκ τῆς πρὸς ἑαυτὸν παῤῥησίας. Ἐν σωφροσύνη ἔστω τὸ κάθισμά σου καὶ ἐν τῇ ὥρᾳ τῆς χρείας σου. Μάλιστα δὲ γίνου σώφρων καὶ καθαρὸς ἐν τῇ ὥρᾳ τοῦ ὕπνου σου, καὶ παρατετηρημένος, οὐ μόνον ἐν τῷ λογισμῷ σου, ἀλλὰ καὶ ἐν τοῖς μέλεσί σου. Φυλάττου ἐκ τῆς οἰήσεως ἐν τῇ ὥρᾳ τῶν καλῶν ἀλλοιώσεων. Τὴν ἀσθένειάν σου καὶ τὴν ἰδιωτείαν σου πρὸς τὴν λεπτότητα αὐτῆς τῆς οἰήσεως ἐν προσευχῇ σπουδαίως δεῖξον τῷ Κυρίῳ, ἵνα μὴ καταλειφθῇς πειραθῆναι ἐν τοῖς αἰσχροῖς. Ἡ πορνεία γὰρ ἀκολουθεῖ τῇ ὑπερηφανίᾳ καὶ τῇ οἰήσει ἡ πλάνη. Ἐν τοῖς ἔργοις τῶν χειρῶν σου πρὸς τὴν χρείαν σου ἔργασαι, μᾶλλον δὲ πρὸς δεσμὸν τὸν ἐν τῇ ἡσυχίᾳ σου. Μὴ ἀσθενήσῃς ἐν πεποιθήσει σου πρὸς τὸν προνοητὴν σου. Οἰκονομίαι γὰρ θαυμαστοὶ γίνονται ἐν τοῖς οἰκείοις αὐτοῦ. Διότι ἐν ἐρήμῳ ἃ οἰκείτω οἰκονομεῖ τοὺς ἐν πεποιθήσει αὐτοῦ καθήμενους οὐκ ἐν χερσὶν ἀνθρώπων. Ἐὰν ἐπισκέψηταί σε ὁ Κύριος ἐν τοῖς σωματικοῖς χωρὶς ἔργον, ὅτε σὺ ἀγωνίζῃ ἐν τῇ ἐπιμελείᾳ τῆς ψυχῆς σου, κινεῖται τότε ἐν σοι καὶ λογισμὸς ἐκ τῆς μηχανῆς τοῦ διαβόλου, τοῦ φονευτοῦ, ὅτι ἡ αἰτία τῆς προνοίας ταύτης ἁπάσης πάντως ἐκ σου ἐστί. Καὶ τότε συνάμα τούτῳ τῷ λογισμῷ παύεται ἐκ σοῦ καὶ ἡ πρόνοια τοῦ Θεοῦ, καὶ αὐτῇ τῇ ὥρᾳ βρύουσι κατὰ σου πλεῖστοι πειρασμοί, εἴτε ἐκ τῆς ἀμελείας τοῦ προνοητοῦ εἴτε ἐκ τῶν ἀνακαινισμών τῶν πόνων καὶ τῶν νοσημάτων τῶν κινουμένων ἐν τῷ σώματί σου. Οὐκ ἐκ μόνης δὲ τῆς κινήσεως τοῦ λογισμοῦ ἀμελεῖ ὁ Θεός, ἀλλὰ καὶ ἐκ τοῦ διαμεῖναι τὴν διάνοιαν ἐν αὐτῇ. Ἐκ τῆς κινήσεως γὰρ τῆς ἀκουσίου οὐ παιδεύει καὶ κρίνει ὁ Θεὸς τὸν ἄνθρωπον, οὐδὲ ἐὰν πρὸς ὥραν συμφωνήσωμεν αὕτη. Καὶ ἐὰν αὕτη τῇ ὥρᾳ κεντήσωμεν τὸ πάθος καὶ ἡ κατάνυξις φθάσῃ ἡμᾶς, οὐ λογοθετεῖ ὁ Κύριος εἰς τὴν τοιαύτην ἀμέλειαν ἡμᾶς, ἀλλ’ εἰς ἐκείνην, ἦν ἡ διάνοια ἀληθῶς ἐδέξατο καὶ ἀνεπαισθήτως προσβλέπει αὐτῇ καὶ ὡς καθήκουσαν καὶ ὠφελοῦσαν ἐδέξατο αὐτήν, καὶ οὐκ ἐλογίσατο αὐτὴν φροντίδα δεινήν.

Ἡμεῖς ἀεὶ τοῦτο προσευξώμεθα τῷ Κυρίῳ. «Χριστὲ τὸ πλήρωμα τῆς ἀληθείας ἀνατειλάτω ἡ ἀλήθειά σου ἐν ταῖς καρδίαις ἡμῶν καὶ κατὰ τὸ θέλημα σοῦ γνῶμεν πορευθῆναι ἐν τῇ ὁδῷ σοῦ».

Ὅτε λογισμὸς τὶς πονηρὸς ἐνσπαρεί σοι, εἴτε τούτων τῶν ἀπὸ μακρὰν ὄντων εἴτε τῶν προλήψεων, καὶ συνεχῶς δεικνύει ἑαυτὸν τῷ νοΐ, γνῶθι ἀληθῶς, ὅτι παγίδα κρύψει σοι ἀλλ’ ἐξυπνίσθητι καὶ νῆφε ἐν καιρῷ. Εἰ δὲ ἐστὶν ἐκ τούτων τῶν τοῦ μέρους τῶν δεξιῶν καὶ τῶν ἀγαθῶν, γνῶθι ὅτι τρόπον τινὰ ζωῆς θέλει ὁ Θεὸς δοῦναι σοι, καὶ διὰ τοῦτο ἀεὶ ἔξωθεν τοῦ ἔθους κινεῖται ἐν σοὶ ἐὰν δὲ σκοτεινὸς λογισμὸς ἢ καὶ διστάζης ἐν αὐτῷ, ὅτι οὐ δύνῃ τηλαυγῶς φθάσαι, ἐὰν τε οἰκεῖος ἢ κλέπτης ἧ, ἢ άντιλήπτωρ ἢ ἐνεδρευτής, ὃς ἐν σχήματι ἀγαθῷ ἐκρύβη, ἓν εὐχῇ ἐκτενεῖ καὶ ὀξυτάτῃ, νυκτὸς καὶ ἡμέρας, ἐν ἀγρυπνίᾳ πολλῇ παρασκευασθώμεν κατ’ αὐτοῦ. Μὴ ὠθήσῃς αὐτόν, μηδὲ συμφωνήσῃς αὐτῷ, ἀλλ’ εὐχὴν ἐν σπουδῇ καὶ θερμότητι ποίησον ὑπὲρ αὐτοῦ. Καὶ μὴ σιωπήσεις ἐπικαλέσασθαι τὸν Κύριον, καὶ αὐτὸς δεικνύει σοι αὐτὸν πόθεν ἐστίν.



Ἑπόμενο: Περὶ τῆς σιωπῆς
Προηγούμενο: Περὶ ἐργόχειρου καὶ φιλαργυρίας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος