Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΕ’ - Περὶ τοῦ διατὶ οἱ ἄνθρωποι οἱ ψυχικοὶ ἐν τῇ γνώσει περιβλέπουσιν εἰς πνευματικὰ τινὰ κατὰ τὴν τῶν σωμάτων παχύτητα καὶ πῶς δύναται ὑψωθῆναι ἡ διάνοια ἐκ ταύτης. Καὶ τὶς ἐστὶν ἡ αἰτία τοῦ μὴ ἐλευθερωθῆναι ἐξ αὐτῆς. Καὶ πότε καὶ ἐν ποίῳ δυνατὸν ἐμμείναι τὴν διάνοιαν ἐκτὸς φαντασίας ἐν τῇ ὥρᾳ τῆς λιτῆς
Προηγούμενο: ΛΟΓΟΣ ΛΔ’ - Περὶ μετανοιῶν καὶ ἕτεροι λόγοι
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

Περὶ τῆς σιωπῆς

Ὑπὲρ πάντα τὴν σιωπὴν ἀγάπησον, ὅτι προσεγγίζει σοι πρὸς καρπὸν ἡ γλῶσσα γὰρ ἀσθενεῖ πρὸς τὴν ἐξήγησιν αὐτοῦ. Πρῶτον μὲν βιασώμεθα ἑαυτοὺς σιωπᾷν, καὶ τότε ἐκ τῆς σιωπῆς γεννᾶται ἡμῖν τι ὁδηγοῦν ἡμᾶς εἰς αὐτὴν τὴν σιωπήν. Δώῃ σοι ὁ Θεὸς αἰσθηθήναι τίνος γεννωμένου ἐκ τῆς σιωπῆς. Ἐὰν δὲ ἐν ταύτῃ τῇ πολιτείᾳ ἄρξῃ, οὐκ ἐπίσταμαι ἐγὼ πόσον φῶς ἀνατελεῖ σοι ἐντεῦθεν. Μὴ λογίσῃ, ᾧ ἀδελφέ, ὅτι ὅπερ ἐῤῥέθη ἐπὶ τοῦ θαυμάσιου ἐκείνου Ἀρσενίου, ὅτε παρέβαλον αὐτῷ οἱ πατέρες καὶ οἱ ἀδελφοὶ οἱ ἐρχόμενοι τοῦ θεάσασθαι αὐτόν, καὶ ἐκαθέζετο μέτ’ αὐτῶν σιωπῶν καὶ ἐν τῇ σιωπῇ ἦν ἀπολύων αὐτούς, ἐν θελήματι μόνον τοῦτο ἐποίει, ἀλλ’ ἐπεὶ ἐξ ἀρχῆς εἰς τοῦτο ἑαυτὸν ἐβιάσατο.

Ἡδονὴ τις τίκτεται ἐν τῇ καρδίᾳ ἐκ τῆς γυμνασίας τῆς ἐργασίας ταύτης μετὰ καιρὸν καὶ ἐν βίᾳ ὁδηγεῖ τὸ σῶμα τῇ ἡσυχίᾳ, καὶ πλῆθος δακρύων τίκτεται ἡμῖν ἐν ταύτῃ τῇ πολιτείᾳ. Καὶ ἐν τῇ θεωρίᾳ τῇ θαυμαστῇ αἰσθάνεται τινὸς ἐν αὐταῖς ἡ καρδίᾳ διακριτικῶς ἐν καιρῷ μετὰ πόνου καὶ ἐν καιρῷ ἐκ τοῦ θαύματος. Σμικρύνεται γὰρ ἡ καρδία καὶ γίνεται ὡς νήπιον, καὶ ὅτε ἄρξεται ἐν τῇ εὐχῇ, προεπιρρέουσι τὰ δάκρυα.

Μέγας ἐστὶν ἄνθρωπος ὁ ἐν τῇ ὑπομονῇ τῶν μελῶν ἑαυτοῦ συνήθειαν κτώμενος θαυμαστὴν ἔσω ἐν τῇ ἑαυτοῦ ψυχῇ. Ὅτε πάντα τὰ ἔργα τῆς πολιτείας ταύτης εἰς ἐν μέρος θήσεις καὶ τὴν σιωπὴν ἐν ἄλλῳ, εὑρίσκεις αὐτὴν ὑπερβάλλουσαν ἐν σταθμῷ. Παραινέσεις εἰσὶ πολλαὶ τῶν ἀνθρώπων ὅτε ἡνίκα τῇ σιωπὴ τις προσεγγίσει, περισσὴ αὐτῷ ἡ ἐργασία τῆς φυλακῆς αὐτῶν. Καὶ εὑρίσκονται γενόμεναι περισσοὶ αἱ ἐργασίαι, καὶ αὐτὸς εὑρίσκεται ὑπερυψωθεὶς αὐτῶν, ὅτι τῇ τελειότητι προσήγγισε. Καὶ γὰρ βοήθεια ἐστὶ τῇ ἡσυχίᾳ.

Πῶς δὲ τοῦτο; Ὅτι ἀδύνατον, ἐν τῇ τῶν πολλῶν κατασκηνώσει ὄντων ἡμῶν, μὴ ἀπαντηθῆναι ἡμᾶς ὑπὸ τίνος. Οὐδὲ γὰρ ὃ ἰσάγγελος Ἀρσένιος, ὃς ὑπὲρ ἅπαντας ἠγάπησε τὴν ἡσυχίαν, ἠδυνήθη ἀποστῆναι τούτων. Τὸ γὰρ συναντηθήναι ἡμᾶς ὑπὸ τῶν πατέρων καὶ τῶν ἀδελφῶν τῶν ὄντων μεθ’ ἡμῶν καὶ ἡ ἀπάντησις αὐτῶν ἡ ἀπροσδοκήτως γινομένη καὶ τὸ ἀπέρχεσθαι αὐτὸν ἐν τῇ ἐκκλησίᾳ ἢ ἀλλαχοῦ, ταῦτα πάντα ὅτε εἶδεν ὃ ἄνθρωπος ἐκεῖνος ὃ ἀξιομακάριστος, ὅτι οὐ δυνατὸν ἐστὶν ἀποστῆναι τούτων, ὅσον ἐστὶ πλησίον τῆς κατοικήσεως τῶν ἀνθρώπων, ἡνίκα δὲ ἦν πολλάκις, μὴ δυνάμενος μακρυνθήναι ἐν τόπῳ τῆς ἑαυτοῦ κατοικίας ἐκ τοῦ πλησιασμοῦ τῶν ἀνθρώπων καὶ ἐκ τῶν μοναστῶν τῶν κατοικούντων ἐν ἐκείνοις τοῖς τόποις, τοῦτον τὸν τρόπον ἔμαθεν ἐκ τῆς χάριτος, τὴν διηνεκῆ σιωπήν. Καὶ εἰ ποτὲ ἐξ ἀνάγκης ἤνοιγε τὴν θύραν ἑαυτοῦ τισὶν αὐτῶν, ἐν τῇ θεωρία αὐτοῦ μόνον ἐνηυφραίνοντο, ἡ δὲ ὁμιλίᾳ τοῦ λόγου καὶ ἡ χρεία αὐτοῦ περιττὴ ἐγίνετο μεταξὺ αὐτῶν.

Πολλοὶ τῶν Πατέρων ἐν τῇ θεωρία ταύτῃ ἦλθον εἰς κατάστασιν, εἰς τὸ παραφυλάξασθαι ἑαυτούς, τοῦ λαβεῖν αὐτοὺς προσθήκην τοῦ πλούτου τοῦ πνευματικοῦ ἐκ τῆς μαθήσεως, ἧς ἐδέξαντο ἐκ τῆς θεωρίας τοῦ μακαρίου. Καὶ τίνες ἐξ αὐτῶν ἐν λίθῳ ἢ ἐν σχοινίῳ ἐδέσμουν ἑαυτούς, ἢ ἐν λιμῷ ἔτηξαν ἑαυτούς, ἐν τῷ καιρῷ, ἡνίκα ἤθελον πρὸς τοὺς ἀνθρώπους ἐξελθεῖν. Διότι ἡ πείνα πολὺ ὠφελεῖ εἰς τὴν συστολὴν τῶν αἰσθήσεων.

Πολλοὺς Πατέρας εὗρον, ἀδελφέ, μεγάλους καὶ θαυμαστούς, πλεῖον τῶν ἔργων εἰς τὴν εὐταξίαν τῶν αἰσθήσεων πρόνοιαν ποιουμένους καὶ εἰς τὸ ἦθος τοῦ σώματος ὅτι ἐξ αὐτῶν γεννᾶται ἡ εὐταξίᾳ τῶν λογισμῶν. Αἰτίαι πολλοὶ ἔξωθεν τοῦ θελήματος συναντῶσι τῷ ἀνθρώπῳ καὶ ποιοῦσιν αὐτὸν ἐξελθεῖν ἔξωθεν τοῦ ὅρου τῆς ἐλευθερίας αὐτοῦ. Καὶ εἰ μὴ εὑρεθείη παραφυλαττόμενος ἐν τοῖς ἑαυτοῦ αἰσθήσεσιν ἐν τῇ ἀδιαλείπτῳ συνηθείᾳ, τῇ προηγησαμένῃ ἐν αὐτῷ, εἶχον ποιῆσαι αὐτὸν ἐν πολλῷ χρόνῳ μὴ ἐλθεῖν εἰς ἑαυτὸν καὶ εὑρεῖν τὴν πρώτην εἰρηνικὴν ἑαυτοῦ κατάστασιν.

Προκοπῇ τῆς καρδίας ἀδολεσχίᾳ ἐστὶν ἐν τῇ ἑαυτῆς ἐλπίδι. Προκοπῇ τῆς πολιτείας, ἡ ἐκ πάντων λύσις. Ἡ μνήμη τοῦ θανάτου δεσμὸς ἐστὶν ἀγαθὸς τῶν μελῶν τῶν ἔξωθεν. Δέλεαρ ψυχῆς ἐστὶν ἡ χαρά, ἡ ἐκ τῆς ἐλπίδος τῆς ἐξανθούσης ἐν τῇ καρδίᾳ. Αὔξησις τῆς γνώσεως αἱ διηνεκεῖς δοκιμασίαι εἰσίν, ἃς ἐκ τῶν δύο ἀλλοιώσεων λαμβάνει ὁ νοῦς ἔσωθεν καθ’ ἡμέραν. Ἐὰν γὰρ καὶ ἀκηδία ἡμῖν κατὰ καιρὸν ἐγγένηται διὰ τὴν μόνωσιν (καὶ τοῦτο ἴσως οἰκονομικῶς παραχωρεῖται γενέσθαι), ἀλλ’ ἔχομεν παράκλησιν τῆς ἐλπίδος ὑπερβάλλουσαν τὸν λόγον τῆς πίστεως, ἂν ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν.

Καὶ καλῶς εἶπε τις τῶν θεοφόρων, ὅτι ἱκανοὶ ὃ πόθος τοῦ Θεοῦ τῷ πιστῷ γενέσθαι παράκλησις καὶ ἐν τῇ ἀπώλεια τῆς ἑαυτοῦ ψυχῆς. Τὶ γάρ, φησί, βλάπτουσιν αἱ θλίψεις τὸν τὴν τρυφὴν καὶ τὴν ἀνάπαυσιν καταπεφρονημένας ἔχοντα διὰ τὰ μέλλοντα ἀγαθά;

Καὶ τοῦτο δέ, ἀδελφέ, παραγγέλλω σὸν ἔστω ἐν σοὶ ἀεὶ ἐκνικῶν ὁ τῆς ἐλεημοσύνης σταθμὸς ἕως ἂν αίσθηθής ἐν ἑαυτῷ ἐκείνου τοῦ ἐλέους, οὐ ἔχεις πρὸς τὸν κόσμον. Ταῦτα γὰρ τὰ ἡμέτερα ἔσοπτρα γενέσθω, τοῦ ἰδεῖν ἐν ἑαυτῷ τὴν ὁμοιότητα καὶ τὸν τύπον τὸν ἀληθινόν, τὸν τῇ φύσει ὑπάρχοντα καὶ τῇ οὐσίᾳ ἐκείνῃ τοῦ Θεοῦ. Ἐν τούτοις καὶ τοιούτοις φωτισθῶμεν κινηθῆναι κατὰ Θεὸν ἐν διαυγεῖ προαιρέσει. Καρδία ἀπότομος καὶ ἀνηλεὴς οὐδέποτε καθαίρεται. Ἄνθρωπος ἐλεήμων ἰατρὸς ἐστὶ τῆς ἑαυτοῦ ψυχῆς τὴν σκότωσιν γὰρ τῶν παθῶν, ὡς ἐν πνεύματι βιαίῳ καταδιώκει ἐκ τῶν ἔνδον ἑαυτοῦ. Χρέος ἀγαθὸν πρὸς τὸν Θεὸν τοῦτο ἐστὶ κατὰ τὸν εὐαγγελικόν λόγον τῆς ζωῆς.

Ὅταν προσέγγισης τῇ στρωμνῇ σου, εἰπὲ αὐτῇ: «στρωμνή, ἴσως ἐν τῇ νυκτὶ ταύτῃ τάφος μοι γίνῃ καὶ οὐ γινώσκω, μήπως ἀντὶ τοῦ προσκαίρου ὕπνου, ἐκεῖνος ὁ αἰώνιος ὁ μέλλων εἰσέλθῃ ἐν ἐμοὶ ἐν ταύτῃ τῇ νυκτί».

Ἐν ὅσῳ οὖν ἔχεις πόδας, δράμε ὀπίσω τῆς ἐργασίας, πρὸ τοῦ δεσμευθῆναι ἐν ἐκείνῳ τῷ δεσμῷ, τῷ μὴ ἐνδεχομένῳ πάλιν λυθῆναι. Ἐν ὅσῳ ἔχεις δακτύλους, σταύρωσον ἑαυτὸν ἐν προσευχῇ, πρὸ τοῦ ἐλθεῖν τὸν θάνατον. Ἐν ὅσῳ ἔχεις ὀφθαλμούς, πλήρωσον αὐτοὺς δακρύων, πρὸ τοῦ σκεπασθῆναι αὐτοὺς ὑπὸ τοῦ κονιορτοῦ. Καθάπερ γὰρ τὸ ῥόδον, τὸ ὕπ’ ἄνεμου ἐκπνεόμενον καὶ μαραινόμενον, οὕτως ἔσωθέν σου ἐν τῶν στοιχείων τῶν ἐν σοι, καὶ ἀποθνήσκεις, θοῦ ἐν τῇ καρδίᾳ σου τοῦ ἀπελθεῖν, ᾧ ἄνθρωπε, ἐν τῷ λέγειν σὲ ἀεί· «Ἴδε ἔφθασε τὴν θύραν ὁ ἀπόστολος, ὁ ἐρχόμενος ὀπίσω μου. Τὶ κάθημαι; Ἀποδημία ἐστὶν αἰώνιος, μὴ ἔχουσα πάλιν ἐπάνοδον».

Ὁ ἀγαπῶν τὴν ὁμιλίαν τὴν μετὰ τοῦ Χριστοῦ, ἀγαπᾷ γενέσθαι μοναστικός, ὁ δὲ ἀγαπῶν ὑπολειφθῆναι μετὰ τῶν πολλῶν, οὗτος φίλος τοῦ κόσμου τούτου. Ἐὰν ἀγαπᾷς τὴν μετάνοιαν, ἀγάπησον καὶ τὴν ἡσυχίαν. Ἔξωθεν γὰρ τῆς ἡσυχίας οὐ τελειοῦται ἡ μετάνοια. Καὶ ἐὰν τις ἀντιλέγῃ ἐν τούτῳ, μὴ φιλονεικήσῃς μέτ’ αὐτοῦ. Ἐὰν ἀγαπᾷς τὴν ἡσυχίαν, τὴν μητέρα τῆς μετανοίας, ἀγάπησον ἐν ἡδονῇ καὶ τὴν μικρὰν ζημίαν τοῦ σώματος καὶ τὰς βρυούσας μέμψεις καὶ τὰς ἀδικίας τὰς ὑπὲρ αὐτῆς. Ἐκτὸς γὰρ ταύτης τῆς παρασκευῆς ζῆσαι ἐν ἡσυχίᾳ μέτ’ ἐλευθερίας ἀταράχως οὐ δυνήσῃ. Ἐὰν δὲ τούτων καταφρόνησης, μέτοχος γενήσῃ τῆς ἡσυχίας κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ μένεις καθήμενος ἐν αὐτῇ, ὡς θέλει ὃ Θεός.

Πόθος ἡσυχίας ἐστὶ προσδοκίᾳ διηνεκὴς τοῦ θανάτου. Ὁ ἐκτὸς ταύτης τῆς μελέτης εἰσερχόμενος ἐν τῇ ἡσυχίᾳ, οὐ δύναται βαστάξαι ἅπερ ὀφείλομεν καρτερεῖν καὶ βαστάζειν ἐκ παντὸς τρόπου. Καὶ τοῦτο δὲ γνῶθι, ᾧ διακριτικέ, ὅτι οὐχὶ διὰ τὰ ἔργα τὰ περισσὰ τῶν κανόνων, ὅπως ταῦτα γὲ ἐργασώμεθα, τὴν κατοίκησιν μοναστικώς μετὰ τῶν ψυχῶν ἡμῶν καὶ τὴν ἡσυχίαν καὶ τὸν ἐγκλεισμὸν ποιοῦμεν. Γνώριμον γὰρ ἐστίν, ὅτι μᾶλλον ἡ μετὰ τῶν πολλῶν κοινωνία χεῖρα παρέχει εἰς τοῦτο, διὰ τὴν προθυμίαν τοῦ σώματος. Καὶ εἰ ἦν ἀναγκαῖον τοῦτο, οὐκ ἦσαν τίνες τῶν πατέρων τὴν συντυχίαν καὶ τὴν κοινωνίαν τῶν ἀνθρώπων ἐάσαντες καὶ ἄλλοι ἐν τάφοις οἰκήσαντες, τινὲς δὲ τὸν ἐγκλεισμὸν ἐκλεξάμενοι ἐν οἴκῳ μοναστικῷ, ἐν ἐκείνῳ μάλιστα τὸ σῶμα ἐκλύοντες καὶ ἀφιέντες αὐτό, μὴ δυνάμενον πληρῶσαι τοὺς κανόνας ἑαυτοῦ, σὺν πάσῃ ἀσθένεια καὶ μόχθῳ σωματικῷ ἀλλὰ καὶ τὰ βαρέα νοσήματα τὰ φθάνοντα αὐτοὺς ἐν ἡδονῇ ὑπέφερον ἐν πάσῃ τῇ ζωῇ αὐτῶν, ἐξ ὧν οὔτε κἂν στῆναι ἐν τοῖς ποσὶν ἑαυτῶν ἢ τὴν προσευχὴν τὴν συνήθη προσφέρειν ἢ δοξολογεῖν ἐν τῷ ἑαυτῶν ἠδύναντο στόματι, ἀλλ’ οὐδὲ ψαλμὸν οὔτε ἄλλο τι τῶν ἐν σώματι τελουμένων ἐποίουν. Καὶ ἤρκεσεν αὐτοῖς μόνῃ ἡ τοῦ σώματος ἀσθένεια καὶ ἡ ἡσυχία ἀντὶ πάντων τῶν κανόνων, καὶ οὗτος ὁ τρόπος ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτῶν. Καὶ ἐν ταύτῃ πάσῃ τῇ νομιζομένῃ ἀργίᾳ, οὐδεὶς ἐπεθύμησεν ἐξ αὐτῶν καταλείψαι τὸ κελλίον ἑαυτοῦ καὶ διὰ τὴν ἀργίαν τῆς ἐργασίας τῶν κανόνων αὐτοῦ ἔξω ποῦ περιάγειν ἢ ἐν ταῖς ἐκκλησίαις ἐνευφραίνεσθαι ταῖς φωναῖς καὶ ταῖς λειτουργίαις τῶν ἄλλων.

Ὁ αἰσθηθείς τῶν ἑαυτοῦ ἁμαρτιῶν κρείττων ἐστὶ τοῦ ἐγείροντος τοὺς νεκροὺς ἐν τῇ ἑαυτοῦ προσευχῇ, ὅταν εὑρεθῇ ἡ κατοίκησις αὐτοῦ ἐν μέσῳ πολλῶν. Ὁ στενάζων μίαν ὥραν ὑπὲρ τῆς ψυχῆς ἑαυτοῦ, κρείττων ἐστὶ τοῦ ὠφελοῦντος ὅλον τὸν κόσμον ἐν τῇ θεωρίᾳ ἑαυτοῦ. Ὃ ἀξιωθεὶς ἰδεῖν ἑαυτόν, αὐτὸς κρείττων ἐστὶ τοῦ ἀξιωθέντος ἰδεῖν τοὺς ἀγγέλους. Οὗτος γὰρ ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς κοινωνεῖ, ἐκεῖνος δὲ ἐν τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς. Ὁ ἀκολουθῶν τῷ Χριστῷ ἐν πένθει μοναστικῷ, οὗτος κρείττων ἐστὶ τοῦ ἐπαινοῦντος αὐτὸν ἐν ταῖς συναγωγαῖς. Καὶ μηδεὶς ἐνέγκῃ εἰς μέσον τὸ τοῦ Ἀποστόλου, «τὸ ἀνάθεμα εἶναι ἐγώ, φησίν, ηὐχόμην ἀπὸ τοῦ Χρίστου ὑπὲρ τῶν ἀδελφῶν μου». Τῷ γὰρ λαβόντι τὴν δύναμιν τοῦ Παύλου, καὶ ἐκεῖνο ποιῆσαι ἐπιτάττεται. Παῦλος δὲ ἐκ τοῦ Πνεύματος τοῦ ἐν ἑαυτῷ ἐλαμβάνετο εἰς ὠφέλειαν τοῦ κόσμου, καθὼς αὐτὸς ἐμαρτύρησεν. Ὅτι οὐκ ἐν τῷ ἑαυτοῦ θελήματι τοῦτο ἐποίει. «Ἀνάγκη γὰρ μοι, φησίν, ἐστί, καὶ οὐαὶ μοι ἐὰν μὴ εὐαγγελίζωμαι». Καὶ ἡ ἐκλογὴ τοῦ Παύλου, οὐ τῆς ἑαυτοῦ μετανοίας ἐθεώρει τὸν τρόπον, ἀλλὰ τὸ εὐαγγελίσασθαι τῇ ἀνθρωπότητι, καὶ δύναμιν περισσὴν ἔλαβεν.

Ὅμως τὴν ἡσυχίαν ἀγαπήσωμεν ἡμεῖς, ἀδελφοί, ἕως ἂν νεκρωθῇ ὁ κόσμος ἐκ τῆς καρδίας ἡμῶν. Καὶ μνημονεύσωμεν τοῦ θανάτου ἀεὶ καὶ ἐν τῇ τοιαύτη μελέτῃ προσεγγίσωμεν τῷ Θεῷ ἐν τῇ καρδίᾳ ἡμῶν καὶ καταφρονήσω μὲν τῆς ματαιότητος τοῦ κόσμου καὶ περιφρονηθῆ ἡ ἡδονὴ αὐτοῦ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ὑπομείνωμεν ἐν ἡδονῇ ἐν σώματι νοσηρῷ τὴν ἀργίαν τὴν διηνεκῆ, τὴν ἐν τῇ ἡσυχίᾳ, ὅπως ἀξιωθῶμεν τῆς τρυφῆς, μετὰ τῶν ἐν σπηλαίοις καὶ ὀπαῖς τῆς γῆς προσδοκώντων τὴν ἀποκάλυψιν τὴν ἐπαινετὴν τοῦ Κυρίου τὴν ἐξ οὐρανοῦ. Ὅτι αὐτῷ καὶ τῷ Πατρὶ αὐτοῦ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ ἡ τιμὴ καὶ τὸ κράτος καὶ ἡ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΕ’ - Περὶ τοῦ διατὶ οἱ ἄνθρωποι οἱ ψυχικοὶ ἐν τῇ γνώσει περιβλέπουσιν εἰς πνευματικὰ τινὰ κατὰ τὴν τῶν σωμάτων παχύτητα καὶ πῶς δύναται ὑψωθῆναι ἡ διάνοια ἐκ ταύτης. Καὶ τὶς ἐστὶν ἡ αἰτία τοῦ μὴ ἐλευθερωθῆναι ἐξ αὐτῆς. Καὶ πότε καὶ ἐν ποίῳ δυνατὸν ἐμμείναι τὴν διάνοιαν ἐκτὸς φαντασίας ἐν τῇ ὥρᾳ τῆς λιτῆς
Προηγούμενο: ΛΟΓΟΣ ΛΔ’ - Περὶ μετανοιῶν καὶ ἕτεροι λόγοι
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος