Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΣΤ’ - Περὶ τοῦ μὴ δεῖν χωρὶς ἀνάγκης ἐπιθυμεῖν ἢ ἐπιζητεῖν σήμερα τινὰ φανερὰ ἔχειν ἐν ταῖς χερσὶν ἡμῶν
Προηγούμενο: Περὶ τῆς σιωπῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΕ’ - Περὶ τοῦ διατὶ οἱ ἄνθρωποι οἱ ψυχικοὶ ἐν τῇ γνώσει περιβλέπουσιν εἰς πνευματικὰ τινὰ κατὰ τὴν τῶν σωμάτων παχύτητα καὶ πῶς δύναται ὑψωθῆναι ἡ διάνοια ἐκ ταύτης. Καὶ τὶς ἐστὶν ἡ αἰτία τοῦ μὴ ἐλευθερωθῆναι ἐξ αὐτῆς. Καὶ πότε καὶ ἐν ποίῳ δυνατὸν ἐμμείναι τὴν διάνοιαν ἐκτὸς φαντασίας ἐν τῇ ὥρᾳ τῆς λιτῆς

Εὐλογημένη ἡ τιμὴ τοῦ Κυρίου, τοῦ ἀνοίγοντος θύραν ἔμπροσθεν ἡμῶν, ἵνα μὴ σχῶμεν αἴτησιν, εἰ μὴ τὴν εἰς αὐτὸν ἐπιθυμίαν. Οὕτω γὰρ καταλιμπάνομεν καὶ εἰς τὴν καταδίωξιν αὐτὸν μόνον ἐξέρχεται ἡ ψυχή, ὡς μὴ ἔχειν τινὰ μέριμναν κωλύουσαν αὐτὴν κατέναντι τῆς θεωρίας ἐκείνης τοῦ Κυρίου. Καθ’ ὅσον γάρ, ἀγαπητοί, ἀφίησιν ἡ διάνοια τὴν μέριμναν τούτων τῶν ὁρατῶν καὶ φροντίζει ἐν τῇ ἐλπίδι τῶν μελλόντων κατὰ τὸ μέτρον τῆς ὑψώσεως αὐτῆς ἐκ τῆς μερίμνης τοῦ σώματος καὶ τῆς μελέτης αὐτῆς ἐν ἐκείνῃ, κατὰ τοσοῦτον λεπτύνεται καὶ γίνεται διαυγὴς ἐν τῇ εὐχῇ. Καὶ καθ’ ὅσον ἐλευθεροῦται τὸ σῶμα ἐκ τῶν δεσμῶν τῶν πραγμάτων, κατὰ τοσοῦτον καὶ ἡ διάνοια. Καὶ καθ’ ὅσον ἡ διάνοια τῶν δεσμῶν τῶν φροντίδων ἐλευθεροῦται, κατὰ τοσοῦτον τηλαυγὴς γίνεται. Καὶ καθ’ ὅσον τηλαυγὴς γίνεται, λεπτύνεται καὶ ὑψοῦται ἐκ τῶν νοημάτων τοῦ αἰῶνος τούτου, τοὺς βαστάζοντος τοὺς τρόπους τῆς παχύτητος. Καὶ τότε γινώσκει ἡ διάνοια θεωρεῖν ἐν Θεῷ κατ’ αὐτόν, καὶ οὐ καθὼς ἡμεῖς.

Ἐὰν γὰρ μὴ πρῶτον ὁ ἄνθρωπος τῆς ἀποκαλύψεως ἄξιος γένηται, οὐ δύναται γνῶναι αὐτήν. Καὶ ἐὰν μὴ ἔλθεις εἰς καθαρότητα, οὐ δύναται εἶναι τὰ νοήματα τηλαυγῆ, τοῦ θεωρῆσαι τὰ κρυπτά. Καὶ ἕως ἂν ἐλευθερωθῇ ἐκ πάντων τῶν ὁρατῶν τῶν δρωμένων ἐν τῇ κτίσει αὐτῶν, οὐκ ἐλευθεροῦται ἐκ τῶν νοημάτων τῶν περὶ αὐτῶν, οὐδὲ ἀργὸς γίνεται ἐκ τῶν λογισμῶν τῶν σκοτεινῶν. Καὶ ἔνθα ἡ σκοτία καὶ ἡ πλοκὴ τῶν λογισμῶν, καὶ τὰ πάθη ἐκεῖ. Ἐὰν γὰρ μὴ ἐλευθερωθῇ ὁ ἄνθρωπος ἐκ τούτων, ὧν εἴπομεν, καὶ τῶν αἴτιων αὐτῶν, οὐ μὴ θεάσηται ἐν τοῖς κρυπτοῖς ἡ διάνοια.

Διὰ τοῦτο πρὸ πάντων τὴν ἀκτημοσύνην ἐκέλευσεν ὁ Κύριος κρατῆσαι καὶ ἀποστῆναι τῆς ταραχῆς τοῦ κόσμου καὶ λυθῆναι ἐκ τῆς μερίμνης πάντων τῶν ἀνθρώπων, «ὅστις, λέγων, οὐκ ἀποτάσσεται πάσῃ τῇ ἀνθρωπότητι καὶ πᾶσι τοῖς ἑαυτοῦ, καὶ ἀρνεῖται ἑαυτόν, οὐ δύναταί μου εἶναι μαθητής». Ἵνα γὰρ μὴ ἡ διάνοια ἐν πᾶσι βλάβῃ, ἐν θεωρίᾳ, ἐν ἀκοῇ, ἐν μερίμνῃ τῶν πραγμάτων, ἐν ἀφανισμῷ αὐτῶν, ἐν αὐξήσει αὐτῶν, ἐν ἀνθρώπῳ, καὶ διὰ τὸ δεσμῆσαι αὐτὴν ἐν τῇ ἐλπίδι μόνῃ τῇ πρὸς αὐτόν, ἔτρεψε πᾶσαν μέριμναν τῶν λογισμῶν καὶ ἐν ἑαυτῷ πᾶσαν μέριμναν ἐδέσμησε τοῦ φρονήματος ἐν τῇ λύσει πάντων, ἵνα ἐκ τούτου ὀρεγώμεθα τῆς ὁμιλίας αὐτοῦ ἐν τῇ διαμονῇ τῆς μερίμνης ἡμῶν τῆς περὶ αὐτόν.

Ἀλλὰ καὶ γυμνασίας πάλιν χρῄζει ἡ εὐχή, ἵνα διὰ τοῦ μακροῦ χρόνου τοῦ ἐν αὐτῇ σοφισθή ἡ διάνοια. Μετὰ γὰρ τὴν ἀκτημοσύνην τὴν λύουσαν τὰ νοήματα ἡμῶν ἐκ τῶν δεσμῶν, διαμονὴν θέλει ἡ εὐχή. Ὅτι ἐκ τῆς διαμονῆς τοῦ καιροῦ λαμβάνει ἡ διάνοια τὴν γυμνασίαν καὶ γινώσκει ἀποδιῶξαι τὸν λογισμὸν ἄπ’ αὐτῆς καὶ μανθάνει ἐκ τῆς πολλῆς πείρας ἅπερ πάρ’ ἄλλου δέξασθαι οὐ δύναται. Ἑκάστη γὰρ πολιτείᾳ γινομένη αὔξησιν λαμβάνει ἐκ τῆς πολιτείας τῆς πρὸ αὐτῆς καὶ τὰ πρὸ αὐτῆς ζητεῖται εἰς εὕρεσιν τῶν μέτ’ αὐτήν. Τὴν εὐχήν, προλαμβάνει ἀναχώρησις, καὶ αὕτη ἡ ἀναχώρησις, διὰ τὴν εὐχήν, καὶ αὕτη ἡ εὐχῇ, ἵνα κτησώμεθα τὴν ἀγάπην τοῦ Θεοῦ, ὅτι ἐξ αὐτῆς εὑρίσκονται αἱ αἰτίαι, ἵνα ἀγαπήσωμεν τὸν Θεόν.

Καὶ τοῦτο δὲ πρέπον γνῶναι ἡμᾶς, ἀγαπητοί, ὅτι ἑκάστη ὁμιλία ἐν κρυπτῷ γινομένη καὶ πασὰ μέριμνα ἀγαθῆς διανοίας ἐν Θεῷ καὶ πᾶσα τῶν πνευματικῶν μελέτη ἐν τῇ εὐχὴ ὁρίζεται καὶ ἐν τῷ ὀνόματι τῆς εὐχῆς ψηφίζεται καὶ ἔσωθεν τούτου συνάγεται τοῦ ὀνόματος. Εἴτε ἀναγνώσεων εἴποις διαφορᾶς, εἴτε φωνὰς στόματος εἰς δοξολογίαν Θεοῦ, εἴτε λυπηρὰν ἐν Κυρίῳ φροντίδα, εἴτε σώματος προσκυνήσεις, εἴτε ψαλμωδίαν στιχολογίας, εἴτε τὰ λοιπὰ ἄλλα, ἐξ ὧν ἡ διδαχὴ ἐπιγίνεται τῆς εὐχῆς τῆς εἰλικρινοῦς, ἐξ ἧς ἡ ἀγάπη γεννᾶται τοῦ Θεοῦ. Ἢ γὰρ ἀγάπη ἐκ τῆς εὐχῆς, καὶ ἡ εὐχῇ ἐκ τῆς διαγωγῆς τῆς ἀναχωρήσεως. Ταύτης δὲ τῆς ἀναχωρήσεως εἰς τοῦτο χρῄζομεν, εἰς τὸ ἔχειν ἡμᾶς τόπον ἀδολεσχῆσαι μόνους μετὰ τοῦ Θεοῦ, τῆς δὲ ἀναχωρήσεως προηγεῖται ἡ τοῦ κόσμου ἀποταγή.

Ἐὰν γὰρ ὁ ἄνθρωπος μὴ ἀποτάξηται τῷ κόσμῳ πρῶτον καὶ εὐκαιρήσῃ ἐκ πάντων τῶν αὐτοῦ, οὐ δύναται μονωθῆναι. Καὶ οὕτω πάλιν τῆς ἀποταγῆς τοῦ κόσμου προηγεῖται ἡ ὑπομονῇ, καὶ τῆς ὑπομονῆς τὸ μῖσος τοῦ κόσμου, καὶ τοῦ μίσους τοῦ κόσμου ὁ φόβος καὶ ὁ πόθος. Ἐὰν γὰρ μὴ ἐκφοβήσῃ τὴν διάνοιαν ὁ φόβος τῆς γεέννης καὶ εἰς ἔφεσιν τῶν μακαρισμῶν ἐλθεῖν ὁ πόθος ποιήσῃ, οὐ κινηθήσεται ἐν αὐτῷ τὸ μῖσος τούτου τοῦ κόσμου. Καὶ ἐὰν μὴ μισήσῃ τὸν κόσμον, οὒχ ὑπομένει ἐκτὸς εἶναι τῆς ἀναπαύσεως αὐτοῦ. Καὶ ἐὰν μὴ προηγήσηται ἡ ὑπομονῇ ἐν τῇ διανοίᾳ, οὐ δύναται ἐκλέξασθαι τόπον πεπληρωμένον ἀγριότητος καὶ κενὸν τῶν ἐν αὐτῷ οἰκούντων. Καὶ ἐὰν μὴ ἐκλέξηται ἑαυτῷ ζωὴν ἀναχωρήσεως, οὐ δύναται διαμεῖναι ἐν τῇ εὐχῇ. Καὶ ἐὰν μὴ μείνῃ ἀδολεσχῶν μετὰ τοῦ Θεοῦ καὶ διαμείνῃ ἐν τούτοις τοῖς διανοήμασι τοῖς μεμιγμένοις ἐν τῇ εὐχῇ καὶ ἐν τοῖς εἴδεσι τῆς διδαχῆς, ἧς εἰρήκαμεν, οὐ μὴ αἰσθανθή τῆς ἀγάπης.

Λοιπὸν ἡ ἀγάπη τοῦ Θεοῦ ἐκ τῆς μέτ’ αὐτοῦ ὁμιλίας, ἡ δὲ ἀδολεσχίᾳ καὶ ἡ μελέτη τῆς εὐχῆς διὰ τῆς ἡσυχίας, καὶ ἡ ἡσυχίᾳ ἐν τῇ ἀκτημοσύνῃ, ἐν τῇ ὑπομονῇ καὶ ἐν τῷ μίσει τῶν ἐπιθυμιῶν. Καὶ τὸ μῖσος τῶν ἐπιθυμιῶν, ἐκ τοῦ φόβου τῆς γεέννης καὶ τῆς τῶν μακαρισμῶν προσδοκίας. Μισεῖ δὲ τὰς ἐπιθυμίας ὁ γινώσκων τὸν καρπὸν τὸν ἐξ αὐτῶν, τὶ εὐτρεπίζει αὐτῷ καὶ ἐκ ποίου μακαρισμοῦ κωλύεται δι’ αὐτάς.

Οὕτως ἑκάστη πολιτεία ἐν τῇ πρὸ αὐτῆς δεδεμένη ἐστὶ καὶ ἐξ αὐτῆς λαμβάνει προσθήκην καὶ μεταβαίνει εἰς ἄλλην ὑψηλοτέραν αὐτῆς. Καὶ ἐὰν μία ἐξ αὐτῆς ὑπολείπηται, οὐ δύναται στῆναι τὸ ὀπίσω αὐτῆς καὶ ὁρᾶσθαι. Ὅτι πάντα λύονται καὶ ἀπόλλυνται. Τὸ δὲ πλέον τούτων, μέτρον ἐστὶ τῶν λόγων.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΣΤ’ - Περὶ τοῦ μὴ δεῖν χωρὶς ἀνάγκης ἐπιθυμεῖν ἢ ἐπιζητεῖν σήμερα τινὰ φανερὰ ἔχειν ἐν ταῖς χερσὶν ἡμῶν
Προηγούμενο: Περὶ τῆς σιωπῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος