Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΖ: Περὶ τῶν ἔγγιστα τοῦ Θεοῦ ζώντων καὶ ἐν τῇ ζωῇ τῆς γνώσεως τὰς ἡμέρας
Προηγούμενο: ΛΟΓΟΣ ΛΕ’ - Περὶ τοῦ διατὶ οἱ ἄνθρωποι οἱ ψυχικοὶ ἐν τῇ γνώσει περιβλέπουσιν εἰς πνευματικὰ τινὰ κατὰ τὴν τῶν σωμάτων παχύτητα καὶ πῶς δύναται ὑψωθῆναι ἡ διάνοια ἐκ ταύτης. Καὶ τὶς ἐστὶν ἡ αἰτία τοῦ μὴ ἐλευθερωθῆναι ἐξ αὐτῆς. Καὶ πότε καὶ ἐν ποίῳ δυνατὸν ἐμμείναι τὴν διάνοιαν ἐκτὸς φαντασίας ἐν τῇ ὥρᾳ τῆς λιτῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΣΤ’ - Περὶ τοῦ μὴ δεῖν χωρὶς ἀνάγκης ἐπιθυμεῖν ἢ ἐπιζητεῖν σήμερα τινὰ φανερὰ ἔχειν ἐν ταῖς χερσὶν ἡμῶν

Ἐν παντὶ καιρῷ, ἐν ᾧ ὁ Κύριος ἐγγὺς εἰς ἀντίληψιν τῶν ἑαυτοῦ ἁγίων, χωρὶς ἀνάγκης οὐ δεικνύει τὴν δύναμιν ἑαυτοῦ φανερῶς ἐν ἔργῳ τινὶ καὶ σημείῳ αἰσθητῷ, ἵνα μὴ μωρανθή ἡ ἀντίληψις ἡμῶν καὶ εἰς βλάβην παρασκευασθῇ ἡμῶν. Καὶ τοῦτο ποιεῖ, πρόνοιαν τῶν ἁγίων ποιούμενος, θέλων δεῖξαι αὐτοῖς, ὅτι οὐδὲ πρὸς ὥραν λήγει ἐξ αὐτῶν ἡ κρυπτὴ αὐτοῦ ἐπιμέλεια, ἀλλ’ ἐν παντὶ πράγματι ἀφίησιν αὐτοὺς κατὰ τὴν ἑαυτῶν δύναμιν ἀγῶνα ἐνδείξασθαι καὶ ἐν τῇ προσευχῇ κοπιάσαι.

Εἰ δὲ ἐστὶ πρᾶγμα νικῶν ἐκ τῆς δυσκολίας αὐτούς, ὅταν ἀσθενήσωσι καὶ ἀπολειφθῶσιν ἐξ αὐτοῦ, διὰ τὸ μὴ ἱκανὴν εἶναι τὴν φύσιν πρὸς αὐτό, τέλειοι αὐτὸς κατὰ τὸ μέγεθος τοῦ ἑαυτοῦ κράτους, κατὰ τὸ ὀφειλόμενον καὶ ὡς γινώσκει, ὅτι βοηθοῦνται.Καὶ κατὰ τὸ δυνατὸν ἐν κρυπτῷ ἐνισχύει αὐτούς, Ἕως οὐ ἐνδυναμωθῶσι κατέναντι τῆς θλίψεως αὐτῶν. Ἐν γνώσει γὰρ τῇ δωρουμένῃ αὐτοῖς ὕπ’ αὐτοῦ ποιεῖ λυθῆναι τὸ πολύπλοκον τῆς θλίψεως αὐτῶν, καὶ ἐν τῇ θεωρίᾳ αὐτῆς ἐξυπνίζει αὐτοὺς εἰς δοξολογίαν ὠφελοῦσαν κατ’ ἀμφότερους τοὺς τρόπους. Εἰ δὲ φανερωθῆναι τὸ ἔργον δέεται καὶ τὸ πρᾶγμα, τότε ἐξ ἀνάγκης ποιεῖ τοῦτο. Οἱ τρόποι αὐτοῦ σοφώτατοί εἰσὶ καὶ ἐν τῇ ἐνδείᾳ καὶ ἀνάγκῃ διαρκοῦσι, καὶ οὒχ ὡς ἔτυχεν.

Ὁ χωρὶς ἀνάγκης κατατολμῶν ἐν τούτῳ ἢ παρακαλῶν τὸν Θεὸν καὶ ἐπιθυμῶν θαυμάσια καὶ δυνάμεις γενέσθαι ἐν ταῖς χερσὶν αὐτοῦ, πειραζόμενος ὑπὸ τὸ γελοιαστοῦ εὑρίσκεται δαίμονος ἐν τῇ διανοίᾳ αὐτοῦ καὶ καυχώμενος καὶ ἀσθενῶν τῇ συνειδήσει αὐτοῦ. Ἐν τῇ θλίψει γὰρ τὴν βοήθειαν τοῦ Θεοῦ αἰτεῖσθαι ἡμᾶς δέον. Χωρὶς ἀνάγκης πειράσαι τὸν Θεόν, κίνδυνος, καὶ οὐκ ἐστὶν ἀληθείᾳ δίκαιος ὁ ἐφιέμενος τούτου. Ἐκεῖνο δέ, ὅπερ ὁ Κύριος οὐκ εὐδοκῶν ἐποίησε, τοῖς πολλοῖς τῶν ἁγίων εὑρίσκεται, ὁ δὲ θέλων καὶ ἐπιθυμῶν τοῦτο ἐν τῷ ἑαυτοῦ θελήματι, μὴ οὔσης ἀνάγκης, πτῶμα πίπτει ἐκ τῆς φυλακῆς καὶ ὀλισθαίνει ἐκ τῆς γνώσεως τῆς ἀληθείας. Ἐὰν γὰρ ἐν τούτῳ εἰσακουσθῇ ὁ αἰτῶν, καθὼς κατατολμᾶ πρὸς τὸν Θεόν, εὑρίσκει ἐν αὐτῷ τόπον ὁ πονηρὸς καὶ εἰς μείζονα τούτων μεταφέρει αὐτόν. Οἱ γὰρ ἀληθινοὶ δίκαιοι οὐ μόνον οὐκ ἐπιθυμοῦσι τούτων, ἀλλὰ καὶ διδομένων αὐτοῖς ἀποστρέφονται. Καὶ οὐ μόνον ἐν τοῖς ἀνθρώπων ὀφθαλμοῖς τοῦτο οὐ θέλουσιν, ἀλλὰ καὶ κρυπτῶς ἐν ἑαυτοῖς.

Ἰδοὺ γὰρ τὶς τῶν πατέρων τῶν ἁγίων, ἐκ τῆς καθαρότητος ἑαυτοῦ, ἔλαβε πρὸς τῆς χάριτος χάρισμα τοῦ προγινώσκειν τοὺς ἐρχόμενους πρὸς αὐτόν, καὶ ᾐτήσατο τὸν Θεόν, εὐχομένων καὶ ἄλλων ἁγίων, δεηθέντων πρὸς τοῦτο παρὰ τοῦ γέροντος, ὅπως ληφθείη τὸ χάρισμα ἄπ’ αὐτοῦ. Εἰ δὲ τίνες ἐξ αὐτῶν ἐδέξαντο χαρίσματα, ἐξ ἀνάγκης ἐδέξαντο ἢ ἐξ ἁπλότητος αὐτῶν. Ἐν τοῖς λοιποῖς δὲ τὸ νεῦμα τὸ θεῖον οὐκ ἐκίνει, ἀλλ’ οὐχ ὡς ἔτυχε παντελῶς.

Ὁ μακάριος ἐκεῖνος ὁ Ἀμμοῦν ὁ ἅγιος, ὅτε ἀπῆλθε πρὸς τὸν ἀσπασμὸν τοῦ ἁγίου Μεγάλου Ἀντωνίου καὶ ἐπλανήθη τὴν ὁδόν, βλέπε τὶ εἶπε πρὸς τὸν Θεόν, καὶ πάλιν, τὶ ἐποίησεν αὐτῷ ὁ Θεός. Καὶ μνήσθητι καὶ τοῦ ἀββᾶ Μακαρίου καὶ τῶν λοιπῶν. Οἱ δίκαιοι οἱ ἀληθινοὶ ἀεὶ τοῦτο λογίζονται ἐν ἑαυτοῖς ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ Θεοῦ. Καὶ ἐν τούτῳ δοκιμάζονται, ὅτι ἀληθινοὶ εἰσίν, ὅτι ταλαίπωρους ἔχουσιν ἑαυτοὺς καὶ οὐκ εἰσὶν ἄξιοι τῆς ἐπιμελείας αὐτοῦ καὶ τοῦτο ἐξομολογοῦνται κρυπτῶς καὶ φανερῶς καὶ τοῦτο σοφίζονται ἐκ τοῦ ἁγίου Πνεύματος, ἵνα μὴ ἀπολειφθῶσιν ἐκ τῆς πρεπούσης αὐτοῖς φροντίδος καὶ τοῦ ἐργάσασθαι ὅσον εἰσὶν ἐν τῇ ζωῇ ταύτῃ. Τὸν καιρὸν δὲ τῆς ἀναπαύσεως ἐν τῷ μέλλοντι αἰῶνι ἐτήρησε, καὶ οἱ ἔχοντες ἐν ἑαυτοῖς τὸν Κύριον οἰκοῦντα, διὰ τοῦτο οὐκ ἐπιθυμοῦσιν εἶναι ἐν ἀναπαύσει καὶ ἀπαλλαγῆναι τῶν θλίψεων, εἰ καὶ παράκλησις κατὰ καιρὸν αὐτοῖς δίδοται ἐν τοῖς πνευματικοῖς μυστικῶς.

Καὶ οὐκ ἐστὶν αὕτη ἡ ἀρετή, ἵνα ὅταν φθάσῃ αὐτὴν ὁ ἄνθρωπος, ἀπολειφθείη τῆς μερίμνης καὶ τοῦ κόπου αὐτῆς, ἀλλὰ τοῦτο ἐστὶ τὸ σκήνωμα τοῦ Πνεύματος, ὅπως ἀεὶ ὑποτάσσειν ἑαυτὸν βιάζηται, εἰ καὶ τρόπος ἐστὶ ποιῆσαι τὸ πρᾶγμα ἐν ἀναπαύσει ὅτι τοῦτο τοῦ Πνεύματος θέλημα ἐν οἷς κατοικεῖ, μὴ τῇ ὀκνηρίᾳ ἐνεθίζειν αὐτούς, ἀλλ’ οὐδὲ τὴν ἀνάπαυσιν ζητεῖν προτρέπεται αὐτούς, ἀλλὰ μᾶλλον τῇ ἐργασίᾳ καὶ ταῖς περισσαῖς ἐκδοῦναι ἑαυτοὺς θλίψεσι. Καὶ ἐν τοῖς πειρασμοῖς κρατύνει αὐτοὺς καὶ τῇ σοφίᾳ προσεγγίσαι ποιεῖ. Τοῦτο τὸ θέλημα τοῦ Πνεύματος, ἵνα ἐν κόποις γενώνται οἱ ἀγαπητοὶ αὐτοῦ.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΖ: Περὶ τῶν ἔγγιστα τοῦ Θεοῦ ζώντων καὶ ἐν τῇ ζωῇ τῆς γνώσεως τὰς ἡμέρας
Προηγούμενο: ΛΟΓΟΣ ΛΕ’ - Περὶ τοῦ διατὶ οἱ ἄνθρωποι οἱ ψυχικοὶ ἐν τῇ γνώσει περιβλέπουσιν εἰς πνευματικὰ τινὰ κατὰ τὴν τῶν σωμάτων παχύτητα καὶ πῶς δύναται ὑψωθῆναι ἡ διάνοια ἐκ ταύτης. Καὶ τὶς ἐστὶν ἡ αἰτία τοῦ μὴ ἐλευθερωθῆναι ἐξ αὐτῆς. Καὶ πότε καὶ ἐν ποίῳ δυνατὸν ἐμμείναι τὴν διάνοιαν ἐκτὸς φαντασίας ἐν τῇ ὥρᾳ τῆς λιτῆς
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος