Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΗ’ - Περὶ τοῦ συνιέναι ἐν ποίῳ μέτρῳ ἵσταται τὶς ἐκ τῶν κινουμένων ἐν αὐτῷ λογισμῶν
Προηγούμενο: ΛΟΓΟΣ ΛΣΤ’ - Περὶ τοῦ μὴ δεῖν χωρὶς ἀνάγκης ἐπιθυμεῖν ἢ ἐπιζητεῖν σήμερα τινὰ φανερὰ ἔχειν ἐν ταῖς χερσὶν ἡμῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΖ: Περὶ τῶν ἔγγιστα τοῦ Θεοῦ ζώντων καὶ ἐν τῇ ζωῇ τῆς γνώσεως τὰς ἡμέρας

Γέρων τις ἔγραψεν εἰς τὰ τείχη τοῦ κελλίου αὐτοῦ λόγους καὶ ἐννοίας πολυτρόπους καὶ ἠρωτήθη, τὶ ἐστὶ ταῦτα; Καὶ εἶπεν· Οὗτοι εἰσὶν οἱ λογισμοὶ τῆς δικαιοσύνης, οἱ ἐρχόμενοι ὑπὸ τοῦ ἀγγέλου τοῦ παραμένοντος μοι, καὶ οἱ διαλογισμοὶ τῆς φύσεως οἱ εὐθεῖς, οἱ κινούμενοι ἐν ἐμοί. Καὶ διαγράφω αὐτοὺς ἐν τῷ καιρῷ αὐτῶν τῆς κινήσεως, ὅπως ἐν τῷ καιρῷ τῆς σκοτώσεώς μοὺ ἀδολεσχήσω ἐν αὐτοῖς καὶ λυτρώσωνταί με τῆς πλάνης.

Ἄλλος γέρων μακαριζόμενος ὑπὸ τῶν ἑαυτοῦ λογισμῶν, ὅτι, ἀντὶ τοῦ παρερχομένου κόσμου ἠξιώθης τῆς μὴ ἀφανιζομένης ἐλπίδος, ἀπεκρίθη ὁ γέρων· Ἀκμὴν ἐν ὅσῳ εἰμὶ ἐν τῇ ὁδῷ, μάτην ἐπαινεῖτε με. Ἀκμὴν οὐκ ἐτελείωσα τὴν ὁδόν.

Ἐὰν ποίησης ἀρετὴν καλὴν καὶ μὴ αἰσθανθής τῆς γνώσεως τῆς ἀντιλήψεως αὐτῆς, μὴ θαυμάσῃς. Ἕως γὰρ ἂν ταπεινωθῇ ὁ ἄνθρωπος, οὐ λαμβάνει τὸν μισθὸν τῆς ἑαυτοῦ ἐργασίας, ἡ δὲ ἀμοιβὴ οὐ τῇ ἐργασίᾳ δίδοται, ἀλλὰ τῇ ταπεινώσει. Ὃ ἀδικῶν τὴν δευτέραν, τὴν πρώτην ἀπόλλυσιν. Ὃ προλαβὼν καὶ λαβὼν τὴν ἀμοιβὴν τῶν ἀγαθῶν, οὗτος ὑπερέχει τὸν ἔχοντα τὴν ἐργασίαν τῆς ἀρετῆς. Ἢ ἀρετὴ μήτηρ τῆς λύπης ἐστὶ καὶ ἐκ τῆς λύπης γεννᾶται ἡ ταπείνωσις καὶ τῇ ταπεινώσει δίδοται ἡ χάρις. Λοιπὸν ἡ ἀνταπόδοσις οὐ τῇ ἀρετὴ οὐδὲ τῷ ὑπὲρ αὐτῆς πόνῳ, ἀλλὰ τῇ τικτομένῃ ἐξ αὐτῶν ταπεινώσει ἐστίν. Ἐὰν δὲ αὐτὴ ὑστερηθή, τὰ πρῶτα ματαίως γίνονται.

Ἡ ἐργασία τῆς ἀρετῆς, ἡ φυλακὴ τῶν ἐντολῶν ἐστὶ τοῦ Κυρίου. Ἡ περίσσεια τῆς ἐργασίας, αὕτη ἐστὶν ἡ ἀγαθὴ κατασκευὴ τῆς διανοίας, ἥτις συνίσταται ἐκ τῆς ταπεινοφροσύνης καὶ ἐκ τῆς φυλακῆς. Ὅταν ἡ τῶν πρώτων δύναμις ὑστερηθή, αὐτῇ ἀντ’ αὐτῶν ἀποδεκτὸς γίνεται. Ὁ Χριστὸς δὲ οὐ τὴν ἐργασίαν τῶν ἐντολῶν, ἀλλὰ τὴν διόρθωσιν ἀπαιτεῖ τῆς ψυχῆς, δι’ ἦν τὰς ἐντολὰς τοῖς νομικοῖς ἐνομοθέτησε. Τὸ μὲν σῶμα ἐργάζεται ἐν τοῖς δεξιοῖς καὶ τοῖς ἀριστεροῖς ἐπίσης, ἡ δὲ διάνοια, καθὼς θέλει, ἢ δικαιοῦται ἢ πλημμελεῖ. Ἐστὶν ὁ ἐν τοῖς πράγμασι τοῖς ἀριστεροῖς ἐργαζόμενος τὴν ζωὴν ἐν τῇ σοφία τοῦ Θεοῦ, καὶ ἐστὶν ὁ τὴν ἁμαρτίαν πραγματευόμενος ὡς ἐν προσώπῳ τῶν θεϊκῶν.

Τὰ ἐλαττώματα ἐν τισὶ τοῖς φυλάττουσιν ἑαυτοὺς φύλακες εἰσὶ τῆς δικαιοσύνης. Χάρισμα ἄνευ πειρασμῶν, ἀπώλεια τῶν δεχόμενων αὐτὸ ἐστίν. Ἐὰν ἐργάζῃ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ καὶ δῶ σοι χάρισμα, πεῖσον αὐτὸν δοῦναι σοι ἐπίγνωσιν, πῶς ἁρμόζει σοι ταπεινωθῆναι ἢ στῆσαί σοι φρουρὸν ὑπὲρ αὐτοῦ ἢ λαβεῖν αὐτὸ ἀπὸ σου, ἵνα μὴ πρόξενος ἀπώλειας σοι γένηται. Οὐ πάντων γὰρ ἐστὶ τὸ φυλάξαι τὸν πλοῦτον ἐκτὸς βλάβης. Ψυχὴ ἡ λαβοῦσα μέριμναν τῆς ἀρετῆς καὶ ἐν ἀκριβείᾳ καὶ φόβῳ ζῶσα Θεοῦ, οὐ δύναται εἶναι χωρὶς λύπης καθ’ ἡμέραν. Διότι συμπεπλεγμένας ἔχουσιν αἱ ἀρεταὶ τὰς λύπας ἐν αὐταῖς. Ὃ ἐξερχόμενος ἐκ τῶν θλίψεων, πάντως καὶ τῆς ἀρετῆς ἀδιστάκτως χωρίζεται. Ἐὰν ἐπιθυμῇς τὴν ἀρετήν, παράδος ἑαυτὸν εἰς πᾶσαν θλῖψιν. Αἱ γὰρ θλίψεις γεννῶσι τὴν ταπείνωσιν. Οὐ θέλει ὁ Θεὸς τὴν ψυχὴν εἶναι δίχα μερίμνης, καὶ ὁ θέλων ἀμεριμνεῖν, ἔξωθεν τοῦ θελήματος εὐρίσεται τοῦ Θεοῦ, ἐν τῷ ἑαυτοῦ φρονήματι. Μέριμναν δὲ οὐ τὴν περὶ τῶν σωματικῶν λέγομεν, ἀλλὰ τὴν περὶ τῶν καταπονούντων, τῶν ἀκολουθούντων τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Ἕως ἐὰν φθάσωμεν τὴν ἀληθινὴν γνῶσιν, ἥτις ἐστὶν ἡ ἀποκάλυψις τῶν μυστηρίων, ἐν πειρασμοῖς προσεγγίζομεν τῇ ταπεινώσει. Τῷ ἄνευ θλίψεως ἐν τῇ ἑαυτοῦ ἀρετῇ εὑρισκομένῳ, θύρα ὑπερηφανίας ἠνοίχθη αὐτῷ.

Καὶ τὶς ἐστὶ λοιπὸν ὁ ἐπιθυμῶν ἄλυπος εἶναι ἐν τῷ ἑαυτοῦ φρονήματι; Οὐ δύναται ἡ διάνοια χωρὶς αἰτίας τῶν κολαφισμάτων ἐν τῇ ταπεινώσει ἐμμείναι, ἀλλ’ οὐδὲ ἐν τῇ ἀδολεσχίᾳ τῆς δεήσεως πρὸς τὸν Θεὸν καθαρῶς, ἐκτὸς ταπεινοφροσύνης. Πρῶτον μὲν ἐκ τῆς καθηκούσης μερίμνης μακρύνεται ὁ ἄνθρωπος ἐν τῷ ἑαυτοῦ φρονήματι καὶ μετὰ ταῦτα προσεγγίζει ἑαυτῷ τὸ πνεῦμα τῆς ὑπερηφανίας καί, ἐμμένοντος αὐτῇ τοῦ ἀνθρώπου, τότε ὁ ἄγγελος τῆς προνοίας μακρύνεται ἄπ’ αὐτοῦ, ὃς ἐστὶ πλησίον αὐτοῦ κινῶν ἐν αὐτῷ τὴν μέριμναν τῆς δικαιοσύνης. Καὶ ὅτε ἀδικήσει τοῦτον καὶ ἐξ αὐτοῦ μακρυνθείη τότε ὁ ἀλλότριος προσεγγίζει αὐτῷ, καὶ ἔκτοτε οὐκ ἐστὶν ἐν οὕτω μία μέριμνα δικαιοσύνης.

Πρὸ τῆς συντριβῆς, ὑπερηφανία, λέγει ὁ σοφός, καὶ πρὸ τοῦ χαρίσματος, ἡ ταπείνωσις. Κατὰ τὸ μέτρον τῆς ὑπερηφανίας τῆς ἐν τῇ ψυχὴ ὁρωμένης, κατὰ τὸ μέτρον τῆς συντριβῆς τῆς παιδείας τῆς ἐκ τοῦ Θεοῦ γινομένης αὕτη.

Ὑπερηφανία ἐστὶν οὒχ ὅταν ἐν τῇ διανοίᾳ ὁ ταύτης πέραση λογισμός, οὐδὲ ἐὰν νικᾶταί τις ἐξ αὐτῆς κατὰ καιρόν, ἀλλ’ ἐκείνῃ ἡ διαμένουσα ἐν τῷ ἀνθρώπῳ. Ἐκείνῳ μὲν τῷ πρώτῳ ἡ κατάνυξις ἀκολουθεῖ, οὗτος δέ, ὅτε αὐτὴν ἀγαπήσειεν, οὐκ οἶδε κατάνυξιν.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΗ’ - Περὶ τοῦ συνιέναι ἐν ποίῳ μέτρῳ ἵσταται τὶς ἐκ τῶν κινουμένων ἐν αὐτῷ λογισμῶν
Προηγούμενο: ΛΟΓΟΣ ΛΣΤ’ - Περὶ τοῦ μὴ δεῖν χωρὶς ἀνάγκης ἐπιθυμεῖν ἢ ἐπιζητεῖν σήμερα τινὰ φανερὰ ἔχειν ἐν ταῖς χερσὶν ἡμῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος