Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΛΘ: Περὶ τῆς ἀγγελικῆς κινήσεως τῆς πρὸς προκοπὴν τῆς ψυχῆς ἐν τοῖς πνευματικοῖς διὰ τῆς προνοίας τοῦ Θεοῦ ἐξυπνιζομένης ἐν ἡμῖν περὶ πρώτης ἐργασίας ἐν τῷ ἀνθρώπῳ
Προηγούμενο: ΛΟΓΟΣ ΛΖ: Περὶ τῶν ἔγγιστα τοῦ Θεοῦ ζώντων καὶ ἐν τῇ ζωῇ τῆς γνώσεως τὰς ἡμέρας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΗ’ - Περὶ τοῦ συνιέναι ἐν ποίῳ μέτρῳ ἵσταται τὶς ἐκ τῶν κινουμένων ἐν αὐτῷ λογισμῶν

Ἄνθρωπος ὅσον ἐστὶν ἐν ἀμελείᾳ, ἐκ τῆς ὥρας τοῦ θανάτου φοβεῖται, ὅτε δὲ ἀπαντήσει τῷ Θεῷ, ἐκ τῆς ἀπαντήσεως τῆς κρίσεως, ὅταν δὲ ὁλοτελῶς ἔλθῃ εἰς τοὔμπροσθεν ἐν τῇ ἀγάπη, ταῦτα τὰ δύο καταπίνονται. Πῶς δὲ τοῦτο; Ὅτι, ὅτε ἐν τῇ γνώσει καὶ τῇ πολιτείᾳ τοῦ σώματος ἵσταταί τις, ἐκ τοῦ θανάτου πτοεῖται, καὶ ὅταν ἐν τῇ γνώσει τῇ ψυχικὴ καὶ τῇ ἀγαθῇ πολιτείᾳ, γένηται, ἐν τῇ μνήμῃ τῆς κρίσεως τῆς μελλούσης κινεῖται ἡ διάνοια αὐτοῦ ἐν πάσῃ ὥρᾳ. Διότι ἐν αὐτῇ τῇ φύσει ὀρθῶς ἵσταται καὶ ἐν τῇ τάξει τῇ ψυχικὴ κινεῖται καὶ ἀναστρέφεται ἐν τῇ γνώσει ἑαυτοῦ καὶ τῇ πολιτείᾳ, καὶ πρὸς τὸν πλησιασμὸν τοῦ Θεοῦ καλῶς καθίσταται. Ὅταν δὲ φθάσῃ τὴν γνῶσιν ἐκείνην τῆς ἀληθείας ἐν τῇ κινήσει τῆς αἰσθήσεως τῶν μυστηρίων τοῦ Θεοῦ καὶ ἐν τῇ στερεώσει τῆς ἐλπίδος τῶν μελλόντων, ἐν τῇ ἀγάπῃ καταπίνεται.

Ἐκεῖνος ὁ σωμάτειος καὶ καθ’ ὁμοιότητα τοῦ ζῴου φοβούμενος τὴν θυσίαν, ὁ λογικὸς δὲ ἐκ τῆς κρίσεως τοῦ Θεοῦ φοβεῖται, ὁ δὲ γενόμενος υἱός, εἰς τὴν ἀγάπην καλλώπιζεται καὶ οὐκ ἐν τῇ πτοούση ῥάβδῳ παιδαγωγεῖται. «Ἐγὼ δὲ καὶ ὁ οἶκος τοῦ πατρὸς μου τῷ Κυρίῳ δουλεύσωμεν».

Ὁ φθάσας τὴν ἀγάπην τοῦ Θεοῦ, οὐκ ἔτι πάλιν ἐπιθυμεῖ διαμεῖναι ἐνταῦθα. Ἢ ἀγάπη γὰρ καταργεῖ τὸν φόβον. Ἀγαπητοί, διότι γέγονα μωρός, οὒχ ὑπομένω φυλάξαι τὸ μυστήριον ἐν σιωπῇ, ἀλλὰ γίνομαι ἄφρων, διὰ τὴν τῶν ἀδελφῶν ὠφέλειαν. Διότι αὕτη ἐστὶν ἡ ἀγάπη ἡ ἀληθινή, ἥτις οὐ δύναται ὑπομεῖναι ἐν τινι μυστηρίῳ ἐκ τῶν ἀγαπητῶν αὐτῆς.

Πολλάκις ὅτε ταῦτα ἔγραφον, ὑπελείποντό μου οἱ δάκτυλοι ἐπὶ τὸν χάρτην, καὶ οὒχ ὑπέφερον κατέναντι τῆς ἡδονῆς τῆς ἐμπιπτούσης ἐν τῇ καρδίᾳ μου καὶ τὰς αἰσθήσεις κατασιγαζούσης. Ὅμως μακάριος, οὗ ἡ ἀδολεσχία ἐν τῷ Θεῷ ἀεὶ καὶ ἑαυτὸν ἐκ πάντων κατέσχε τῶν κοσμικῶν καὶ πρὸς αὐτὸν μόνον γέγονεν ἐν τῇ ὁμιλίᾳ τῆς γνώσεως αὐτοῦ, καὶ εἰ μακροθυμήσειεν, οὐ βραδύνει μακρὸν ἰδέσθαι καρπόν.

Ἡ χαρὰ ἡ ἐν Θεῷ ἰσχυρότερα ἐστὶ τῆς ἐνταῦθα ζωῆς, καὶ ὁ εὑρὼν αὐτήν, οὐ μόνον εἰς τὰ πάθη οὐ περιβλέψεται, ἀλλ’ οὐδὲ ἐπὶ τὴν ἑαυτοῦ ζωὴν ἐπιστραφήσεται, οὐδὲ αἴσθησις ἑτέρα γενήσεται ἐκεῖθεν, εἰ ἐξ ἀληθείας γέγονεν αὕτη. Ἢ ἀγάπη γλυκυτέρα τῆς ζωῆς καὶ γλυκυτέρα ἡ κατὰ Θεὸν σύνεσις, ἐξ ἧς ἡ ἀγάπη τίκτεται ὑπὲρ μέλι καὶ κηρίον. Οὐκ ἔστι λύπη τῇ ἀγάπῃ δέξασθαι ὑπὲρ τῶν άγαπώντων αὐτὴν μέγαν θάνατον.

Ἡ ἀγάπη γέννημα ἐστὶ τῆς γνώσεως, καὶ ἡ γνῶσις γέννημα ἐστὶ τῆς ὑγείας τῆς ψυχῆς. Ἡ ὑγεία τῆς ψυχῆς ἐστὶ δύναμις, ἥτις ἐκ τῆς ὑπομονῆς τῆς μακρὰς γέγονεν.

Καὶ τὶ ἐστὶν ἡ γνῶσις; Αἴσθησις τῆς ζωῆς τῆς ἀθανάτου. Καὶ τὶ ἐστὶν ἡ ζωὴ ἡ ἀθάνατος; Αἴσθησις ἐν Θεῷ. Ὅτι ἐκ τῆς συνέσεως ἡ ἀγάπη. Ἢ δὲ κατὰ Θεὸν γνῶσις βασιλεὺς ἐστὶ πασῶν τῶν ἐπιθυμιῶν, καὶ τῇ δεχομένῃ καρδίᾳ αὐτήν, πᾶσα ἐν τῇ γῇ γλυκύτης περισσὴ ἐστί. Τῇ γὰρ γλυκύτητι τῆς ἐπιγνώσεως τοῦ Θεοῦ οὐκ ἐστὶν οὐδὲν ὅμοιον.

Εὐχὴ : Κύριε πλήρωσον τὴν καρδίαν μου ζωῆς αἰωνίου.

Ζωὴ αἰώνιος ἐστι παράκλησις εἰς Θεὸν καὶ ὁ εὑρὼν παράκλησιν ἐν Θεῷ περιττὴν ἡγεῖσθαι τὴν κοσμικήν.

Πόθεν αἰσθάνεται ὁ ἄνθρωπος ὅτι ἐδέξατο σοφίαν ἐκ τοῦ Πνεύματος; Ἐξ ἐκείνης τῆς διδασκούσης αὐτὸν ἐν τῷ κρύπτω αὐτοῦ καὶ ἐν ταῖς αἰσθήσεσι τοὺς τρόπους τῆς ταπεινώσεως. Καὶ ἀποκαλύπτεται αὐτῷ ἐν τῇ διανοίᾳ αὐτοῦ, πῶς δεχθήσεται ἡ ταπείνωσις.

Πόθεν δὲ αἰσθάνεται τις, ὅτι ἔφθασεν αὐτήν; Ἐξ ὧν ἀηδίζεται ἀρεσθῆναι τῷ κόσμῳ ἐν ταῖς ἀναστροφαῖς αὐτοῦ ἢ τῷ λόγῳ, καὶ μισητὴ ἐστὶν ἐν ὀφθαλμοῖς αὐτοῦ ἡ δόξα τοῦ κόσμου τούτου.

Καὶ τὶ εἰσὶ τὰ πάθη; Προσβολαὶ εἰσίν, αἵτινες ἐν τοῖς πράγμασι τοῦ κόσμου τούτου ἐτέθησαν, κινοῦσαι τὸ σῶμα πρὸς τὴν χρείαν αὐτοῦ τὴν ἀναγκαστικὴν καὶ οὐ παύονται προσβάλλουσαι ὅσον οὗτος ὁ κόσμος ἐστίν. Ἄνθρωπος δὲ ἀξιωθεὶς τῆς χάριτος τῆς θείας καὶ γευσάμενος καὶ αἰσθηθείς τίνος ὑπερέχοντος τούτων, οὐκ εἰσέρχεσθαι ταύτας εἰς τὴν ἑαυτοῦ καρδίαν ἀφίησιν. Ὅτι ἐν τῷ τόπῳ τῶν προσβολῶν κατεκράτησεν ἄλλη ἐπιθυμία κρείττων αὐτῶν. Καὶ οὔτε δὲ αὗται προσεγγίζουσι τῇ καρδίᾳ, αὐτοῦ οὔτε τὰ τικτόμενα ἐξ αὐτῶν, ἀλλ’ ἵστανται ἔξω ἀργαί, οὒχ ὅτι προσβολαὶ οὐκ εἰσὶ τῶν παθῶν, ἀλλ’ ὅτι ἡ καρδία ἡ δεχόμενη αὐτὰς νεκρὰ ἐστὶν ἐν αὐταῖς καὶ ζῇ ἐν τινι ἄλλῳ· οὒχ ὅτι ἔληξεν ἐκ τῆς φυλακῆς τῆς διακρίσεως καὶ τῶν ἔργων, ἀλλ’ ὅτι οὐκ ἐστὶν ἐν τῇ διανοίᾳ αὐτοῦ ὄχλησις τίνος. Ἐκορέσθη γὰρ ἡ συνείδησίς αὐτοῦ ἀπὸ τρυφῆς ἄλλου τινός.

Καρδία ἡ δεξαμένη αἴσθησιν τῶν πνευματικῶν καὶ τῆς θεωρίας τοῦ μέλλοντος αἰῶνος ἐν ἀκρίβεια, ἐν τοιούτῳ τρόπῳ γίνεται τῇ συνειδήσει ἐν τῇ μνήμῃ τῶν παθῶν, οἵῳ ἂν κεκορεσμένος ἄνθρωπος τροφῆς τιμίας γένοιτο ἐπὶ τροφὴ ἄλλη μὴ τοιαύτη παρακειμένη ἐνώπιον αὐτοῦ, μὴ προσεχῶν αὐτῇ τὸ παράπαν, μηδὲ ἐπιθυμῶν, ἀλλὰ μᾶλλον βδελυττόμενός τε καὶ ἀποστρεφόμενος οὐ μόνον διὰ τὸ ἑαυτῆς βδελυρὸν τε καὶ ἔμμυσον, ἀλλὰ καὶ διὰ τὸν κόρον τῆς προτέρας καλλίστης, ἧς ἐτράφη τροφῆς. Οὒχ ὥσπερ ὁ σκορπίσας τὸ μέρος αὐτοῦ καὶ ἐπιθυμήσας τῶν κερατίων, διὰ τὸ προφθάσαι σκορπίσαι τὸν πατρικὸν πλοῦτον ὃν εἶχε.

Καὶ πάλιν οὐκ ἐστίν, ὁ ἐμπιστευθεὶς θησαυρόν, καθεύδων. Ἐὰν φυλάξωμεν τὸν νόμον τῆς νήψεως καὶ τὸ ἔργον τῆς διακρίσεως ἐν γνώσει, ἐξ ὧν καρποῦται ἡ ζωή, παντελῶς ὁ ἀγὼν τῶν προσβολῶν τῶν παθῶν τῇ διανοίᾳ οὐ προσεγγίζει. Οὐκ ἐκ τοῦ ἀγῶνος δὲ κωλύονται εἰς τὴν καρδίαν εἰσελθεῖν, ἀλλ’ ἐκ τοῦ κόρου τῆς συνειδήσεως καὶ ἐκ τῆς γνώσεως τῆς ψυχῆς, ἧς ἐπληρώθη, καὶ ἐκ τῆς ἐπιθυμίας τῶν θεωριῶν τῶν θαυμάσιων τῶν εὑρισκομένων ἐν αὐτῇ. Ταῦτα ἐκώλυσαν τὰς προσβολάς, μὴ προσεγγίσαι αὐτῇ οὒχ ὅτι ἐχωρίσθη ἐκ τῆς φυλακῆς, καθὼς εἶπον, καὶ τῶν ἔργων τῆς διακρίσεως, ἅπερ φυλάττουσι τὴν γνῶσιν τῆς ἀληθείας καὶ τὸ φῶς τὸ ψυχικόν, ἀλλ’ ὅτι οὐκ ἔχει ἀγῶνα ἡ διάνοια, διὰ τὰς αἰτίας, ἃς προείπομεν.

Τὸ βρῶμα γὰρ τῶν πτωχῶν τοῖς πλουσίοις βδελυκτὸν ἐστίν, ὁμοίως καὶ τὸ βρῶμα τῶν ἀῤῥώστων τοῖς ὑγιαίνουσιν. Ἀλλ’ ὁ πλοῦτος καὶ ἡ ὑγεία ἐκ τῆς νήψεως καὶ τῆς ἐπιμελείας συνίσταται, Ὅσον γὰρ ζῇ τις, χρῄζει τῆς νήψεως καὶ τῆς ἐπιμελείας καὶ τοῦ ἐξυπνισμοῦ, τοῦ φυλάξαι τὸν ἑαυτοῦ θησαυρόν, ἐὰν δὲ τὸν ὅρον αὐτοῦ καταλείψῃ, νοῆσαι ἔχει καὶ κλαπῆναι. Οὐ μέχρι δὲ τοῦ τὸν καρπὸν ἰδέσθαι δέον ἐργάζεσθαι, ἀλλ’ ἕως τῆς ἐξόδου χρεὼν ἀγωνίζεσθαι. Πολλάκις γὰρ τὸν καρπὸν πεπανθέντα, καταβάλλει ἐξάπινα χάλαζα.

Ὁ μισγόμενος ἐν πράγμασι καὶ λύων ἑαυτὸν εἰς ὁμιλίας, οὐκ ἔτι πιστεύεται, ὅτι ἡ ὑγεία αὐτοῦ προσμεῖναι ἔχει ἐν αὐτῷ. Ὅταν προσεύχῃ, ταύτην τὴν προσευχὴν εἰπέ.

Κύριε, ἀξίωσον μὲ νεκρωθῆναι τῇ συνομιλίᾳ τοῦ αἰῶνος τούτου ἐν ἀληθείᾳ.

Καὶ γίνῃ, ὅτι πᾶσαν δέησιν συνήγαγες. Ἀγώνισαι δὲ τὸ ἔργον τοῦτο πληρῶσαι ἐν σοι. Ἐὰν γὰρ τὸ ἔργον ἀκολουθήσῃ τῇ εὐχῇ, ἀληθῶς ἐν τῇ ἐλευθερίᾳ ἕστηκας τοῦ Χριστοῦ.

Νέκρωσις δὲ τοῦ κόσμου ἐστίν, οὐ τὸ ἀποστῆναι τῆς κοινωνίας τῆς ὁμιλίας τινὰ τῶν πραγμάτων αὐτοῦ μόνον, ἀλλὰ τὸ μὴ ἐπιθυμῆσαι τίνος τῶν ἀγαθῶν αὐτοῦ ἐν τῇ ὁμιλίᾳ τῆς διανοίας αὐτοῦ.

Ἐὰν ἐν τῇ μελέτῃ τῇ ἀγαθῇ ἐθίσωμεν ἑαυτούς, αἰσχυνόμεθα ἐκ τῶν παθῶν, ὅταν αὐτοῖς ἀπαντήσωμεν. Καὶ γινώσκουσι τοῦτο οἱ κτησάμενοι πεῖραν ἐν ἑαυτοῖς. Ἀλλὰ καὶ ἐκ τῶν αἰτιῶν τῶν παθῶν αἰσχυνθῆναι ἔχομεν προσεγγίσαι αὐτοῖς.Ὅταν εἰς ἔργον τινὸς ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ ἀκολουθῆσαι ἐπιθυμῇς, δὸς κατὰ τῆς ἐπιθυμίας αὐτοῦ τὸν ὅρον τοῦ θανάτου, καὶ ὄντως ἐν τῷ πράγματι εἰς τὸν βαθμὸν τῆς μαρτυρίας ἀξιωθήσῃ ἀναδραμεῖν ἐφ’ ἕκαστον πάθος καὶ βλάβην τινὰ τῶν ἀπαντώντων σοι ἔσωθεν ἐκείνου τοῦ ὅρου οὐ μὴ καταλάβῃς, ἐὰν μέχρι τέλους ὑπομείνῃς καὶ μὴ χαυνωθῇς. Ἡ μελέτη τοῦ ἀσθενοῦς λογισμοῦ ἀσθενῆ ποιεῖ τὴν ἰσχὺν τῆς ὑπομονῆς, ἡ δὲ στερεὰ διάνοια καὶ τὴν δύναμιν, ἦν οὐκ ἔχει ἡ φύσις, παρέχει τῷ ἀκολουθοῦντι τῇ μελέτῃ αὐτῆς.

Εὐχὴ

Κύριε, ἀξίωσόν με μισῆσαι τὴν ζωὴν μού, διὰ τὴν ζωὴν τὴν ἐν σοί. Ἡ πολιτείᾳ τοῦ κόσμου τούτου ὅμοια ἐστὶ τοῖς σχεδιάζουσί τίνα γράμματα τῶν ἐν σχεδίοις ἀκμὴν ὑπαρχόντων καὶ ὅτε θέλει τις καὶ ἐπιθυμεῖ, προστίθησιν ἐν αὐτοῖς καὶ ἀφαιρεῖται καὶ ποιεῖ ἐναλλαγὴν ἐν τοῖς γράμμασιν. Ἡ πολιτεία δὲ τῶν μελλόντων ὅμοια ἐστὶ τοῖς χειρογράφοις τοῖς γραφεῖσιν ἐν σωματίοις καθαροῖς καὶ σφραγισθείσιν ἐν τῇ σφραγῖδι τῇ βασιλικῇ, ἐν οἷς οὔτε προσθήκῃ οὔτε ἔλλειψις. Ὅσον οὖν ἐσμὲν ἐν μέσῳ τῆς ἀλλοιώσεως, προσέχωμεν ἑαυτοῖς, καὶ ἡνίκα ἐξουσιάζομεν εἰς τὸ χειρόγραφον τῆς ζωῆς ἡμῶν, ὅπερ διὰ τῶν χειρῶν ἡμῶν γεγραφήκαμεν, ἀγωνισώμεθα ποιῆσαι ἐν αὐτῷ προσθήκην ἐν πολιτείᾳ ἀγαθῇ, καὶ ἀπαλείψωμεν ἐξ αὐτοῦ τὰ ἐλαττώματα τῆς πρώτης πολιτείας. Ὅσον γὰρ ἐν τῷ κόσμῳ τούτῳ ἐσμέν, οὐ τίθησιν ὁ Θεὸς τὴν σφραγῖδα, οὔτε ἐπὶ τοῖς ἀγαθοῖς οὔτε ἐπὶ τοῖς κακοῖς, ἕως τῆς ὥρας τῆς ἐξόδου, ἐν ἡ τελειοῦται τὸ ἔργον τῆς πατρίδος ἡμῶν καὶ ἐρχόμεθα εἰς τὴν ἀποδημίαν.

Καὶ καθὼς εἶπεν ὃ ἅγιος Ἐφραὶμ πρέπει λογίζεσθαι ἡμᾶς, ὅτι ὅμοια ἐστὶν ἡ ψυχὴ ἡμῶν πλοίῳ ἑτοίμῳ, μὴ γινώσκοντι πότε ἐπέρχεται αὐτῷ ὁ ἄνεμος, καὶ στρατῷ, μὴ εἰδότι πότε σαλπίσει ἡ πολεμικὴ σάλπιγξ. Καὶ ἐὰν ταῦτα φησὶ διὰ τὴν διαφορὰν τὴν μικρὰν οὕτως, καὶ ἴσως στρέφονται πάλιν, πόσον δέον ἄρα ἡμᾶς εὐτρεπίζεσθαι καὶ προπαρασκευάζεσθαι πρὸ ἐκείνης τῆς ἡμέρας τῆς ἀποτόμου καὶ γέφυρας καὶ θύρας τοῦ καινοῦ αἰῶνος;

Δώῃ ἡμῖν ὁ Χριστὸς ὁ μεσίτης τῆς ζωῆς ἡμῶν ἑτοιμασίαν, ἐπερείδεσθαι ἐκείνῃ τῇ ἀποφάσει τῆς προσδοκίας, ὁ ἔχων τὴν δόξαν καὶ τὴν προσκύνησιν καὶ τὴν εὐχαριστίαν εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΛΘ: Περὶ τῆς ἀγγελικῆς κινήσεως τῆς πρὸς προκοπὴν τῆς ψυχῆς ἐν τοῖς πνευματικοῖς διὰ τῆς προνοίας τοῦ Θεοῦ ἐξυπνιζομένης ἐν ἡμῖν περὶ πρώτης ἐργασίας ἐν τῷ ἀνθρώπῳ
Προηγούμενο: ΛΟΓΟΣ ΛΖ: Περὶ τῶν ἔγγιστα τοῦ Θεοῦ ζώντων καὶ ἐν τῇ ζωῇ τῆς γνώσεως τὰς ἡμέρας
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος