Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Μ’ - Περὶ δευτέρας ἐργασίας ἐν τῷ ἀνθρώπῳ
Προηγούμενο: ΛΟΓΟΣ ΛΗ’ - Περὶ τοῦ συνιέναι ἐν ποίῳ μέτρῳ ἵσταται τὶς ἐκ τῶν κινουμένων ἐν αὐτῷ λογισμῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΛΘ: Περὶ τῆς ἀγγελικῆς κινήσεως τῆς πρὸς προκοπὴν τῆς ψυχῆς ἐν τοῖς πνευματικοῖς διὰ τῆς προνοίας τοῦ Θεοῦ ἐξυπνιζομένης ἐν ἡμῖν περὶ πρώτης ἐργασίας ἐν τῷ ἀνθρώπῳ

Πρώτη ἔννοια ἡ ἐκ τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἐμπίπτουσα ἐν τῷ ἀνθρώπῳ, ἡ ὁδηγοῦσα τὴν ψυχὴν εἰς τὴν ζωήν, περὶ τῆς ἐξόδου τῆς φύσεως ταύτης ἐμπίπτει τῇ καρδίᾳ. Τούτῳ τῷ λογισμῷ ἀκολουθεῖ φυσικῶς ἡ καταφρόνησις τοῦ κόσμου, καὶ ἐκ τούτου ἔρχεται ἐν τῷ ἀνθρώπῳ πασὰ κίνησις ἀγαθή, ἡ ὁδηγοῦσα αὐτὸν εἰς τὴν ζωήν. Καὶ ὥσπερ θεμέλιον τίνα τίθησιν ἐν τῷ ἀνθρώπῳ ἡ θεϊκὴ δύναμις ἡ ἀκολουθοῦσα αὐτῷ, ὅτε θελήσει φανερῶσαι ἐν αὐτῷ τὴν ζωήν. Ταύτην τὴν ἔννοιαν, ἦν εἰρήκαμεν, ἐὰν μὴ σβέση αὐτὴν ὁ ἄνθρωπος ἐν ταῖς συμπλοκαῖς ταῖς βιωτικαῖς καὶ τῇ ματαιολογίᾳ, ἀλλὰ αὔξηση ταύτην τὴν ἔννοιαν ἐν ἡσυχίᾳ καὶ διαμένῃ ἐν αὐτῷ θεωρῶν καὶ σχολάζων ἐν αὕτη, πρὸς τὴν θεωρίαν τὴν βαθεῖαν τὴν μὴ δυναμένην ἐκφρασθῆναι ὑπὸ τίνος ἄγει αὐτόν. Τοῦτον τὸν λογισμὸν ὁ σατανᾶς πολλὰ μισεῖ καὶ ἐν πάσῃ δυνάμει αὐτοῦ πολεμεῖ ἐκτίλαι αὐτὸν ἐκ τοῦ ἀνθρώπου, καὶ εἰ δυνατὸν ἦν, ἐδίδου αὐτῷ τὴν βασιλείαν ὅλου τοῦ κόσμου, μόνον ἵνα τῷ περισπασμῷ ἀπαλείψῃ ἐκ τῆς διανοίας τοῦ ἀνθρώπου τὸν τοιοῦτον λογισμόν. Καὶ εἰ ἐδύνατο, ὡς εἴρηται, ἐποίει τοῦτο προθύμως. Γινώσκει γὰρ ὁ δόλιος, ὅτι, ἐὰν ὁ λογισμὸς οὗτος διαμείνῃ ἐν τῷ ἀνθρώπῳ, οὐκ ἔτι ἡ διάνοια αὐτοῦ ἐν τῇ γῇ ταύτῃ τῆς πλάνης ἵσταται, καὶ αἱ μηχαναὶ αὐτοῦ πρὸς αὐτὸν οὐκ ἐγγίζουσι.

Οὐχὶ περὶ τοῦ πρώτου ἐκείνου λογισμοῦ τοῦ κινοῦντος ἐν ἡμῖν τὴν μνήμην τοῦ θανάτου ἐν τῇ ὑπομνήσει αὐτοῦ λογισόμεθα τοῦτον, ἀλλὰ περὶ τοῦ πληρώματος τοῦ πράγματος τούτου, τοῦ ἐντιθεμένου ἐν τῷ ἀνθρώπῳ τὴν μνήμην αὐτοῦ ἀχωρίστως καὶ ἐν τῇ ἀδολεσχίᾳ αὐτοῦ εἰς τὸ θαυμάσαι αὐτὸν συνιστῶντος αὐτὸν πάντοτε. Ἐκεῖνος γὰρ ὁ λογισμὸς ἐστὶ σωματικός, οὗτος δὲ θεωρία ἐστὶ πνευματικὴ καὶ χάρις θαυμαστή. Καὶ ἐννοίαις λαμπραῖς ἡ θεωρία αὕτη ἐνδεδυμένη ἐστί, καὶ ὁ ἔχων αὐτήν, τὸν κόσμον τοῦτον πάλιν οὐκ ἐξετάζει καὶ πρὸς τὸ σῶμα αὐτοῦ οὐκ ἐμμένει.

Ἀληθῶς ὄντως, ᾧ ἀγαπητοί, εἰ ἀφῆκεν ὁ Θεὸς τὴν ἀληθῆ ταύτην θεωρίαν πρὸς τοὺς ἀνθρώπους ὀλίγον καιρόν, εἶχεν ἂν ὁ κόσμος οὗτος διαμεῖναι ἀδιάδοχος. Αὕτη ἡ θεωρία δεσμὸς ἐστίν, οὗτινος ἔμπροσθεν ἡ φύσις οὐ δύναται στῆναι, καὶ τῷ λαμβάνοντι ταύτην τὴν ἀδολεσχίαν ἐν τῇ ψυχῇ αὐτοῦ, χάρις ἐστὶν ἐκ τοῦ Θεοῦ ἰσχυρότερα πασῶν ἐργασιῶν τῶν ἰδικῶν, ἥτις δίδοται τοῖς ἐν τῇ τάξει τῇ μέσῃ οὖσι, τοῖς ἐν εὐθύτητι καρδίας ἐπιθυμοῦσι τὴν μετάνοιαν. Καὶ δίδοται ἀκριβῶς οἷς γινώσκει ὁ Θεός, ὅτι πρέπει αὐτοὺς ἀναχωρῆσαι ἀληθῶς ἐκ τοῦ κόσμου τούτου πρὸς τὴν κρείττονα ζωήν, διὰ τὸ θέλημα αὐτῶν τὸ ἀγαθόν, ὅπερ εὗρεν ἐν αὐτοῖς, αὐξάνει δὲ καὶ διαμένει πρὸς αὐτοὺς ἐν τῇ οἰκήσει τῇ ἀναχωρητικῇ καὶ ἰδιαζούσῃ.

Ταύτην ἐν εὐχαῖς αἰτησώμεθα, ὑπὲρ ταύτης ἀγρυπνίας μακρὰς ποιήσωμεν, καὶ ὡς χάριν μὴ ἔχουσαν ὁμοίωσιν, μετὰ δακρύων παρὰ τοῦ Κυρίου, ἵνα παράσχῃ αὐτὴν ἡμῖν αἰτήσωμεν, καὶ οὐκ ἔτι πάλιν ἀτονήσωμεν ἐν τῷ μόχθῳ τοῦ κόσμου τούτου. Αὕτη η ἀρχὴ τῶν λογισμῶν τῆς ζωῆς, ἡ τελείουσα ἐν τῷ ἀνθρώπῳ τὸ πλήρωμα τῆς δικαιοσύνης.



Ἑπόμενο: ΛΟΓΟΣ Μ’ - Περὶ δευτέρας ἐργασίας ἐν τῷ ἀνθρώπῳ
Προηγούμενο: ΛΟΓΟΣ ΛΗ’ - Περὶ τοῦ συνιέναι ἐν ποίῳ μέτρῳ ἵσταται τὶς ἐκ τῶν κινουμένων ἐν αὐτῷ λογισμῶν
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος