Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΑ’ - Περὶ ἁμαρτιῶν ἑκουσίων καὶ ἀκουσίων καὶ τῶν ἀπὸ τινὸς συμβεβηκότος γινομένων
Προηγούμενο: ΛΟΓΟΣ ΛΘ: Περὶ τῆς ἀγγελικῆς κινήσεως τῆς πρὸς προκοπὴν τῆς ψυχῆς ἐν τοῖς πνευματικοῖς διὰ τῆς προνοίας τοῦ Θεοῦ ἐξυπνιζομένης ἐν ἡμῖν περὶ πρώτης ἐργασίας ἐν τῷ ἀνθρώπῳ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ Μ’ - Περὶ δευτέρας ἐργασίας ἐν τῷ ἀνθρώπῳ

Ἐργασία ἕτερα μετὰ ταύτην, ὅτε πορεύεται ἄνθρωπος καλῶς ἐν πολιτείᾳ ἀγαθῇ καὶ φθάσει ἀνελθεῖν τὸν βαθμὸν τῆς μετανοίας καὶ ἐγγίσει γεύσασθαι τῆς θεωρίας καὶ τῆς ἐργασίας αὐτῆς. Ὅταν καταλάβῃ αὐτὸν χάρις ἄνωθεν γεύσασθαι τῆς ἡδύτητος τῆς γνώσεως τοῦ Πνεύματος. Ἡ ἀρχὴ αὐτοῦ ἐστὶν ἐντεῦθεν.

Προηγουμένως περὶ τῇ προνοίας τοῦ Θεοῦ τῆς ἐπὶ τῷ ἀνθρώπῳ βεβαιοῦται καὶ ἐν τῇ ἀγάπη αὐτοῦ τῇ πρὸς τὸν κτίστην φωτίζεται καὶ τῇ συστάσει τῶν λογικῶν καὶ τῇ ἐπιμελείᾳ αὐτοῦ τῇ πολλῇ περὶ αὐτῶν ὁμοῦ θαυμάζει. Ἐντεῦθεν ἄρχεται ἐν αὐτῷ ἡ ἡδύτης τοῦ Θεοῦ καὶ ἡ πύρωσις τῆς ἀγάπης αὐτοῦ τῆς ἐν τῇ καρδίᾳ καιομένης, τῆς καιούσης τὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος. Καὶ ταύτης τῆς δυνάμεως αἰσθάνεται τίς, ὅτε ἐν πάσαις φύσεσι τῆς κτίσεως καὶ ἐν παντὶ πράγματι συναντώντι αὐτῷ ἀδολεσχήσει συνετῶς καὶ ἐξετάσει καὶ διακρίνει ἐν αὐτοῖς πνευματικῶς. Ὅθεν διὰ πολλῆς καὶ θείας τοιαύτης ἐπιμελείας καὶ ἀγαθῆς συνειδήσεως, τότε ἄρχεται ὁ ἄνθρωπος κινεῖσθαι εἰς θεῖον ἔρωτα καὶ ἅπαξ μεθύσκεται ἐν αὐτῇ ὡς ἐν οἴνῳ, καὶ διαλύονται αὐτοῦ τὰ μέλη, καὶ διαμένει ἡ διάνοια αὐτοῦ ἐκπληττομένη, καὶ αἰχμαλωτίζεται ἡ καρδία αὐτοῦ ὀπίσω τοῦ Θεοῦ. Καὶ γίνεται οὕτω, καθὼς εἶπον, ὥσπερ τὶς μεθυσκόμενος ἀπὸ οἴνου. Καὶ ὅσον ἐνδυναμοῦνται αἱ αἰσθήσεις αἱ ἐσωτικαί, τοσοῦτον ἐνδυναμοῦται καὶ αὕτη ἡ θεωρία. Καὶ ὅσον ἀγωνίζεται πολιτεύεσθαι καλῶς καὶ φυλάξαι καὶ ἐργάζεσθαι ἐν τῇ ἀναγνώσει καὶ ἐν ταῖς εὐχαῖς, τοσοῦτον στερεοῦται καὶ βεβαιοῦται ἐν αὐτῷ ἡ δύναμις αὐτῆς. Ὄντως ἀληθῶς, ᾧ ἀδελφοί, τοῦτο ἔρχεται ἐν καιρῷ τοῦ μνημονεῦσαι ἑαυτοῦ, οὐ γινώσκει ὅτι φορεῖ τὸ σῶμα τοῦτο καὶ ὅτι ἐστὶν ἐν τῷ κόσμῳ τούτῳ.

Αὕτη ἡ ἀρχὴ τῆς θεωρίας τῆς πνευματικῆς ἐν τῷ ἀνθρώπῳ καὶ αὕτη ἡ ἀρχὴ πασῶν τῶν ἀποκαλύψεων τῆς διανοίας, καὶ ἐν αὐτῇ ἡ διάνοια αὐξάνεται ἐν τοῖς κρυπτοῖς καὶ ἐνδυναμοῦται, καὶ ἐν αὐτῇ ἐκβιβάζεται πρὸς τὰς ἄλλας τὰς ὑπερβαίνουσας τὴν φύσιν τὴν ἀνθρωπίνην. Καὶ συντόμως λέγω, ὅτι ἐν τῇ χειρὶ αὐτῆς μετανίστανται πρὸς τὸν ἄνθρωπον πᾶσαι αἳ θεῖαι θεωρίαι καὶ ἀποκαλύψεις τοῦ Πνεύματος, ἃς δέχονται οἱ ἅγιοι ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἅπερ ἡ φύσις γνῶναι δύναται ἐν τῇ ζωῇ ταύτῃ χαρίσματα καὶ ἀποκαλύψεις.

Αὕτη ἡ ῥίζα τῆς αἰσθήσεως ἡμῶν, ἡ παρὰ τοῦ δημιουργοῦ ἡμῶν ἐν ἡμῖν τιθεμένη. Μακάριος ἄνθρωπος, ὃς ἐφύλαξε τοῦτον τὸν σπόρον τὸν ἀγαθὸν ὅταν πέσῃ ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ ηὔξησεν αὐτὸν καὶ οὐκ ἐσκόρπισεν αὐτὸν ἐξ ἑαυτοῦ ἐν τοῖς ματαίοις καὶ ἐν τῷ μετεωρισμῷ τῶν παρερχομένων.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΜΑ’ - Περὶ ἁμαρτιῶν ἑκουσίων καὶ ἀκουσίων καὶ τῶν ἀπὸ τινὸς συμβεβηκότος γινομένων
Προηγούμενο: ΛΟΓΟΣ ΛΘ: Περὶ τῆς ἀγγελικῆς κινήσεως τῆς πρὸς προκοπὴν τῆς ψυχῆς ἐν τοῖς πνευματικοῖς διὰ τῆς προνοίας τοῦ Θεοῦ ἐξυπνιζομένης ἐν ἡμῖν περὶ πρώτης ἐργασίας ἐν τῷ ἀνθρώπῳ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος