Ἰσαὰκ Σύρου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΜΒ’ - Περὶ δυνάμεως καὶ ἐνεργείας τῶν κακιῶν τῆς ἁμαρτίας ὑπὸ τινῶν συνίστανται καὶ ὑπὸ τινῶν παύονται
Προηγούμενο: ΛΟΓΟΣ Μ’ - Περὶ δευτέρας ἐργασίας ἐν τῷ ἀνθρώπῳ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου

ΛΟΓΟΣ ΜΑ’ - Περὶ ἁμαρτιῶν ἑκουσίων καὶ ἀκουσίων καὶ τῶν ἀπὸ τινὸς συμβεβηκότος γινομένων

Ἔστιν ἁμαρτία ἀπὸ ἀσθενείας γινομένη, εἰς ἦν ἀκουσίως ὁ ἄνθρωπος ἀνθέλκεται, καὶ ἔστιν ἁμαρτία ἑκουσίως γινομένη καὶ ἀπὸ ἀγνοίας, συμβαίνει δὲ πάλιν ἀπὸ τῆς διαμονῆς καὶ τῆς ἐν τῷ κακῷ ἕξεως. Οὗτοι δὲ πάντες οἱ τρόποι καὶ τὰ εἴδη τῶν ἁμαρτιῶν, εἰ καὶ πάντες ἄξιοι μομφῆς εἰσίν, ἀλλ’ οὖν εὑρίσκεται κατὰ σύγκρισιν τὴν πρὸς ἐκδίκησιν εἰς μείζων τοῦ ἕτερου.

Καὶ τινὸς μὲν ἡ μέμψις μεγίστη καὶ μετὰ κόπου προσδέχεται τούτου ἡ μετάνοια, τινὸς δὲ ἐγγύτερα ἐστὶν ἡ ἁμαρτία τῆς συγχωρήσεως. Καὶ ὥσπερ ὁ Ἀδὰμ καὶ ἡ Εὔα καὶ ὁ ὄφις, πάντες μὲν ἐδέξαντο παρὰ Θεοῦ τῆς ἁμαρτίας τὴν ἀμοιβήν, διαφορὰ δὲ πολλῇ τὴν κατάραν ἐκληρώσαντο, οὕτω καὶ ἐν τοῖς υἱοῖς αὐτῶν, ἑκάστῳ κατὰ τὴν πρόθεσιν αὐτοῦ καὶ τὸν πόθον τὸν εἰς τὴν ἁμαρτίαν, οὕτω καὶ τὸ σφοδρὸν τῆς κολάσεως. Ἐὰν δὲ τὶς μὴ βουλόμενος μὲν ἀκολουθῆσαι τῇ ἁμαρτίᾳ, ὑπὸ δὲ τῆς ἀμελείας τῆς εἰς τὴν ἀρετὴν ἀνθέλκεται πρὸς ἐκείνην, ἐκ τοῦ μὴ σχολάσαι ταύτῃ, εἰ καὶ βαρὺ ἐστὶν αύτω συνεῖναι τῇ ἁμαρτίᾳ, ἀλλ’ οὖν ἡ κόλασις αὐτοῦ ἐπιβαρής. Ἐὰν δὲ συμβῇ τίνι ἐπιμελουμένῳ τῆς ἀρετῆς πειρασθῆναι ἐν τινὶ πλημμελήματα ὅμως τὸ ἔλεος ἐγγὺς ἐστὶ τοῦ καθαρισμοῦ αὐτοῦ ἀδιστάκτως. Ἄλλη ἐστὶν ἡ ἁμαρτία ἡ γινομένη, ὅταν εὑρέθη ὁ ἄνθρωπος ἐπιμελούμενος τῆς ἀρετῆς καὶ ἐμμένων τῇ ἐργασίᾳ καὶ νυκτὸς μὲν οὐ καθεύδει, φροντίζων μηδὲν ζημιωθῆναι, ὧν ἐπιμελεῖται, ἡμέρας δέ, περιερχόμενος καὶ βαστάζων τὸ βάρος, καὶ πᾶσα ἡ φροντὶς αὐτοῦ ἐν τῇ ἀρετῇ. Καὶ ἐν ὅσῳ ἐστὶν ἐν τούτοις καὶ τοῖς τοιούτοις, ἢ διὰ τίνα ἄγνοιαν ἢ ἀπὸ τῶν πραγμάτων τῶν ἐναντιουμένων ἐν τῇ ὁδῷ αὐτοῦ, ἤτοι τῆς ἀρετῆς καὶ τῶν κυμάτων τῶν ὑψουμένων ἐν παντὶ καιρῷ ἐν τοῖς μέλεσιν αὐτοῦ ἢ διὰ τὴν ἔκκλισιν τὴν ἐνδεχομένην εἶναι ἐν αὐτῷ εἰς τὸ δοκιμάζεσθαι αὐτοῦ τὸ αὐτεξούσιον, κλίνει ἡ πλάστιγξ τοῦ ζυγοῦ αὐτοῦ μικρὸν εἰς τὰ ἀριστερά, καὶ ἀνθέλκεται ὑπὸ τῆς ἀσθενείας τοῦ σώματος εἰς ἓν εἶδος τῆς ἁμαρτίας, ἐν οἷς λυπεῖται καὶ ἀδημονεῖ καὶ στενάζει μετὰ πόνου κατὰ τῆς ψυχῆς αὐτοῦ, διὰ τὴν ταλαιπωρίαν τὴν ἐπισυμβᾶσαν αὐτῷ ὑπὸ τῶν ἐναντίων.

Ἑτέρα δέ, ὅταν εὑρέθη ὃ ἄνθρωπος χαῦνος καὶ ἀμελὴς εἰς τὴν ἐργασίαν τῆς ἀρετῆς καὶ παντελῶς τὴν ὁδὸν ἐγκαταλείπων καὶ δραμὼν δουλικῶς εἰς τὴν ὑπακοὴν πάσης ἡδονῆς τῶν ἁμαρτημάτων καὶ ζῆλον ἐνδεικνύμενος, μηχανὰς εὐρήσαι εἰς ὁλοκληρίαν αὐτῆς, καὶ ὧν ἕτοιμος, ὥσπερ τις δοῦλος, εἰς τὸ ἐπιμελῶς ποιῆσαι τὸ θέλημα τοῦ ἐχθροῦ αὐτοῦ καὶ ἑτοιμάσαι τὰ μέλη αὐτοῦ ὅπλα τῷ διαβόλῳ ἐν πάσῃ ὑπακοῇ αὐτοῦ, καὶ μηδαμῶς βουλόμενος προσέχειν τῇ μετανοίᾳ μήτε προσεγγίσαι τῇ ἀρετῇ μήτε ποιῆσαι ἐκκοπὴν καὶ τέλος τῆς ὀλέθριας ὁδοῦ αὐτοῦ.

Καὶ ἄλλη μὲν ἐστὶν ἡ ἐξ ὀλισθήσεων καὶ ἐκπτώσεων τῶν ἐνδεχομένων γενέσθαι ἐν τῇ ὁδῷ τῆς ἀρετῆς καὶ ἐν τῇ τρίβῳ τῆς δικαιοσύνης, κατὰ τὰ τῶν Πατέρων λόγια τὰ φάσκοντα, ὅτι εὑρίσκονται ἐν τῇ ὁδῷ τῆς ἀρετῆς καὶ ἐν τῇ τρίβῳ τῆς δικαιοσύνης ἐκπτώσεις καὶ ἐναντιώσεις καὶ ἀναγκασμοί, καὶ τὰ αὐτοῖς ὅμοια.

Ἑτέρα δὲ ἐστὶν ἡ πτῶσις τῆς ψυχῆς καὶ ἡ ὁλόκληρος ἀπώλεια καὶ ἡ τελεία ἐγκατάλειψις.

Καὶ φανερὸς ἐστὶ τις ἐκ τούτων, ὅταν πέσῃ, μὴ ἐπιλάθηται τῆς ἀγάπης τοῦ οἰκείου πατρός, ἀλλ’ ἐὰν συμβῇ αὐτῷ ποικίλοις ἐμπεσεῖν παραπτώμασιν, ἔσται μὴ ἀμελῶν τοῦ ἀγαθοῦ καὶ τοῦ δρόμου αὐτοῦ στάσιν μὴ ποιῶν, ἀλλὰ καὶ νικώμενος, πάλιν ἀνίσταται πρὸς ἀγῶνα τὸν κατὰ τῶν ἐναντίων αὐτοῦ καὶ τῆς καταλυθείσης οἰκοδομῆς καθ’ ἑκάστην ἡμέραν ἀρχὴν θεμελίων ἐμβάλλει, τὸ προφητικὸν λόγιον κατὰ στόμα ἔχων, μέχρι τῆς ἐξόδου αὐτοῦ ἀπὸ τοῦδε τοῦ κόσμου «μὴ ἐπιχαρὴς μοι ὁ ὑπεναντίος μου, ὅτι πέπτωκα. Πάλιν γὰρ ἐγὼ ἀναστήσομαι. Καὶ ἐὰν ἐν τῷ σκότει καθήσω, ὃ Κύριος ἐπιλάμψει μοι».

Καὶ μηδαμοῦ τοῦ πολέμου παύσηται μέχρι τοῦ θανάτου καὶ οὐ μὴ προδῶ τῇ ἥττῃ τῆς ψυχῆς αὐτοῦ ἐν ὅσῳ ἐστὶν αὐτῷ πνοὴ καὶ ἐν αὐτῇ τῇ ἥττῃ αὐτός. Ἀλλὰ καὶ ἐὰν καθ’ ἡμέραν κλασθῇ αὐτοῦ τὸ σκάφος καὶ ναυαγήσῃ τὰ ἀγώγιμα αὐτοῦ, οὗ μὴ παύσηται περιποιούμενος καὶ φροντίζων, ἅμα δὲ καὶ δανειζόμενος καὶ εἰς ἕτερα πλοῖα ἀναβαίνων καὶ ἐπ’ ἐλπίδι πλέων, ἕως ἂν ὃ Κύριος κατιδὼν αὐτοῦ τὸν ἀγῶνα καὶ σπλαγχνισθεὶς ἐπὶ τῇ συντριβῇ αὐτοῦ, καταπέμψῃ ἐπ’ αὐτὸν τὸ ἔλεος αὐτοῦ καὶ δῶ αὐτῷ κινήσεις ίσχυράς, εἰς τὸ ὑπομεῖναι καὶ ἀπαντῆσαι τοῖς καυστικοῖς βέλεσι τοῦ ἐχθροῦ. Καὶ αὕτη ἐστὶν ἡ δεδομένη σοφία παρὰ Θεοῦ. Καὶ οὗτος ἐστὶν ὁ σοφὸς ἄῤῥωστος, ὁ μὴ ἐκκόψας τὴν ἐλπίδα αὐτοῦ.

Κρεῖσσον κατακριθῆναι ἡμᾶς ἐν ἐνίοις τῶν πραγμάτων καὶ μὴ ἐπὶ τῇ καταλείψει τῶν πάντων. Καὶ διὰ τοῦτο ὁ ἀββάς Μαρτινιανὸς παρεγγυᾷ, μὴ ῥαθυμῆσαι πρὸς τὸ πλῆθος τῶν ἀγώνων καὶ πρὸς τὸ ποικίλον τοῦ πολέμου καὶ συνεχὲς τὸ ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης, καὶ μὴ στραφῆναι εἰς τὰ ὀπίσω καὶ παραδοῦναι τῷ ἐχθρῷ τὴν καθ’ ἡμῶν νίκην ἐν ἑνὶ τῶν αἰσχρῶν τρόπων. Ὥσπερ γὰρ τὶς φιλότεκνος πατὴρ εὐτάκτως καὶ στοιχηδὸν διορίζων, ταῦτα λέγει.

Παραίνεσις τοῦ ὁσίου Μαρτινιανοῦ.

Τέκνα, εἰ ἔστε ἐν ἀληθείᾳ, ἀγωνισταὶ προσέχοντες τῇ ἀρετῇ καὶ ἐστὶν ὑμῖν ἐπιμέλεια ψυχική, παραστῆσαι θελήσατε τὸν νοῦν ὑμῶν τῷ Χριστῷ καθαρὸν καὶ ἐργάζεσθε πρᾶξιν τὴν οὖσαν αὐτῷ εὐάρεστον. Δέον γὰρ ὑμᾶς πάντως ἀναδέξασθαι ὑπὲρ τούτου πάντα πόλεμον ἐγειρόμενον ὑπὸ τῶν παθῶν τῆς φύσεως καὶ τῆς ἀνθολκῆς τοῦ κόσμου τούτου καὶ τῆς διαμονῆς, τῆς τε συνεχείας τῶν κακιῶν τῶν δαιμόνων, ἐν οἷς εἰώθασι προσαπαντᾶν ὑμῖν καὶ πάσης τούτων ἐνέδρας. Καὶ μὴ φοβηθῆτε διὰ τὸ συνεχὲς καὶ ἐπίμονον τῆς σφοδρότητος τοῦ πολέμου καὶ μὴ διστάσητε διὰ τὸ διαρκὲς τοῦ ἀγωνίσματος καὶ μὴ ὀκλάσητε, μήτε τρομάξητε ἀπὸ τῶν στρατευμάτων τῶν ἐχθρῶν, καὶ μὴ ἐμπέσητε εἰς βόθυνον ἀνελπιστίας, εἰ συμβῇ ὑμῖν ἴσως ὀλισθήναι πρὸς καιρὸν καὶ ἁμαρτῆσαι. Ἀλλ’ ἂν τὶ πάθητε ἐν τούτῳ τῷ μεγίστῳ πολέμῳ καὶ κατὰ πρόσωπον ἂν λάβητε καὶ τραυματίσθητε, μηδαμῶς ἐμποδίσῃ ὑμᾶς τοῦτο τοῦ ἀγαθοῦ σκοποῦ ὑμῶν, μᾶλλον δὲ ἐν τῇ ἠρετισμένῃ ὑμῖν ἐργασίᾳ διαμείνατε καὶ κτήσασθε τοῦτο τὸ ἐπιθυμητὸν καὶ ἐπαινετόν, τὸ φανῆναι, λέγω δή, ἐν τῷ πολέμῳ ἑδραῖοι καὶ ἀμετακίνητοι καὶ τῷ αἵματι τῶν τραυματισμῶν ὑμῶν πεφοινιγμένοι, καὶ μὴ παύσησθε παντελῶς ἀπὸ τῆς μετὰ τῶν ἀντιδίκων ὑμῶν παλαίστρας. Αὗται εἰσὶν αἱ παραινέσεις τοῦ μεγάλου γέροντος.

Ὥστε οὐ χρὴ ὑμᾶς χαυνοῦσθαι ἢ ῥαθυμῆσαι, δι’ οὓς τρόπους ἔφημεν. Οὐαὶ δὲ τῷ μοναχῷ ἐκείνῳ ψευδομένῳ ἐν τῇ ὑποσχέσει αὐτοῦ καὶ προτείνοντι χεῖρα τῷ διαβάλω ἐν τῷ καταπατεῖν τὴν συνείδησιν αὐτοῦ, τοῦ ἐπαρθῆναι αὐτὸν κατ’ αὐτοῦ ἐν τινι μικρῷ ἢ μεγάλῳ τῶν τῆς ἁμαρτίας τρόπων καὶ μὴ δυναμένῳ πάλιν στῆναι κατ’ ἐνώπιον τῶν ἐχθρῶν αὐτοῦ ἐν τῷ διεῤῥωγότι μέρει τῆς ψυχῆς αὐτοῦ. Ἐν ποίῳ ἄρα προσώπῳ μέλλει ὑπαντῆσαι τῷ κριτῇ, ἡνίκα οἱ ἑταῖροι αὐτοῦ καθηγνισμένοι προσυπαντήσουσιν ἀλλήλοις, ἐκεῖνοι, ἀφ’ ὧν τὴν όδον αὐτοῦ ἀφώρισε καὶ τὴν τρίβον τῆς ἀπωλείας ἐβάδισε καὶ τῆς παῤῥησίας ἐκπέπτωκεν, ἥτις ἐστὶ τοῖς ὁσίοις πρὸς τὸν Θεόν, καὶ τῆς προσευχῆς τῆς ἀνιούσης ἀπὸ τῆς καθαρᾶς καρδίας καὶ ὑψούμενης καὶ διαπερώσης τὰς ἀγγελικὰς δυνάμεις καὶ μὴ κωλυόμενης, ἕως ἂν τεύξηται τῆς αἰτήσεως αὐτῆς καὶ ὑποστρέψῃ μετὰ χαρᾶς πρὸς τὸ ἐκπέμψαν αὐτὴν στόμα; Καὶ τὸ δὴ φοβερώτερον πάντων, ὅτι, ὥσπερ αὐτὸς ἐνταῦθα τὴν ὁδὸν αὐτοῦ ἄπ’ αὐτῶν ἀφώρισεν, οὕτως ἀφορίσει αὐτὸν ἄπ’ αὐτῶν ὁ Χριστὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα βαστάζει ἡ φωτεινὴ νεφέλη ἐπὶ νῶτα αὐτῆς τὰ διαστίλβοντα σώματα ἀπὸ τῆς καθαρότητος καὶ εἰσάξει εἰς τὰς οὐράνιους πύλας. Διὰ γὰρ τοῦτο «οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει», διότι ἄπ’ ἐντεῦθεν ἡ πρᾶξις αὐτῶν κέκριται, «οὐδὲ ἁμαρτωλοὶ ἐν βουλὴ δικαίων» ἐν τῇ ἀναστάσει τῆς κρίσεως.



Ἑπόμενο: ΛΟΓΟΣ ΜΒ’ - Περὶ δυνάμεως καὶ ἐνεργείας τῶν κακιῶν τῆς ἁμαρτίας ὑπὸ τινῶν συνίστανται καὶ ὑπὸ τινῶν παύονται
Προηγούμενο: ΛΟΓΟΣ Μ’ - Περὶ δευτέρας ἐργασίας ἐν τῷ ἀνθρώπῳ
Πίναξ Περιεχομένων: Ἰσαὰκ Σύρου
Ἀρχικὴ Σελίδα: Τέρτιος